- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:36.29-38.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯基于亚里士多德《动物生成论》724b21的文本,探讨了种子(精子)的第一种本性,并通过排中消去法论证了精子既非身体的部分,亦非反常产物或养分,而是残余物(特别是有用养分的残余物)而非熔融物。
" Ἡ δὲ τοῦ λεγομένου σπέρματος φύσις ἡ πρώτη λεκτέα τίς ἐστιν." Ἐπειδὴ τὸ σπέρμα διαιρεῖται εἴς τε τὴν γονὴν τὴν ἐκ συνδυασμοῦ καὶ ὁμιλίας ἄρρενος καὶ θήλεος γινομένην, οἷον τὴν ἐκ Σωκράτους καὶ Ξανθίππης, αὐτήν φημι, ἣν προΐεται τὸ ἄρρεν ἐν τῷ τῆς ὁμιλίας καιρῷ καὶ εἰς τὸ ἰδίως καλούμενον σπέρμα τὸ ἔχον ἐν ἑαυτῷ ἀμφοτέρας τὰς δυνάμεις τήν τε τοῦ ἄρρενος καὶ τὴν τοῦ θήλεος, οἷον οἱ καρποί, εἰπὼν πρῶτον μὲν περὶ τῆς γονῆς τί ἐστιν, εἶτα προσεχῶς καὶ ἐφεξῆς περὶ τοῦ σπέρματος λέγει ὅτι λεκτέον τίς ἐστιν ἡ πρώτη φύσις τοῦ λεγομένου σπέρματος,1 τουτέστι τίς ἡ γονή. καὶ εἴη ἂν ἡ πρώτη ἴσον τῷ πρότερον, ὡς εἶναι τὸ λεγόμενον ἡ δὲ κατὰ τὸν πρότερον τρόπον λεχθεῖσα φύσις τοῦ σπέρματος, αὕτη δέ ἐστιν ἡ γονή, λεκτέα τίς ἐστι.2 τὸ δὲ σύντηγμα γίνεται ἐκ τῆς παρὰ φύσιν ἐν τοῖς ζῴοις γινομένης θερμότητος. ἐπειδὰν γὰρ πολλὴ γένηται ἡ παρὰ φύσιν θερμότης ἔν τινι ζῴῳ, τήκονται ὑπ’ αὐτῆς αἱ σάρκες, ὥσπερ ἡ πιμελὴ διὰ τηγάνου καὶ πυρός, καὶ ἐξέρχονται διὰ τῶν οὔρων καὶ κόπρων, καὶ ἐπιπλέουσιν ἐν τοῖς οὔροις ὥσπερ ἔλαιον ἐν ὕδατι. ἔστιν οὖν, φησί, σύντηγμα τὸ ἀποκριθὲν ἐκ τοῦ αὐξήματος ὑπὸ τῆς παρὰ φύσιν ἀναλύσεως, λέγων αὔξημα τὰς ἀναλυομένας ὑπὸ τῆς παρὰ φύσιν θερμότητος σάρκας. ἐκάλεσε δ’ αὐτὰς αὔξημα διὰ τὸ αὔξεσθαι ὑπὸ τῆς προσκρινομένης τροφῆς. ταῦτα εἰπὼν λέγει, ὅτι μὲν οὖν οὐκ ἔστι μέρος τὸ σπέρμα, δῆλον. εἰ γὰρ ἦν, ἢ ὁμοιομερὲς ἂν ἦν ἢ ἀνομοιομερές. ἀνομοιομερὲς μὲν οὖν οὐκ ἔστιν· ὁρᾶται γὰρ φανερῶς ὁμοιομερὲς ὄν. ἀλλὰ μὴν οὐδὲ ὁμοιομερές· εἰ γὰρ ἦν ὁμοιομερές, ἔδει συγκεῖσθαι ἐξ αὐτοῦ καὶ ἄλλου τινὸς ἀνομοιομερές τι, ὥσπερ ἐκ σαρκὸς καὶ νεύρου καὶ ὀστοῦ δάκτυλος. οὐδὲν δὲ τῶν ἀνομοιομερῶν σύγκειται ἐκ σπέρματος καὶ ἄλλου τινός. Ἔτι τὰ μὲν ἄλλα πάντα μέρη κεχωρισμένα τέ ἐστι καὶ καθ’ ἑαυτά, τὸ δὲ σπέρμα ἐν τῷ καιρῷ τῆς ὁμιλίας τὴν ὕπαρξιν λαμβάνει· ἐν ὀλίγοις γὰρ πάμπαν εὑρίσκεται πρὸ τοῦ συνδυασμοῦ, τοῖς δὲ πλείστοις κατὰ τὸν καιρὸν τοῦ συνδυασμοῦ. ἐπεὶ οὖν τὰ μέρη ἀεὶ πάρεισιν ἡμῖν, τὸ δὲ σπέρμα οὐκ ἀεί, ἀλλά ποτε, οὐκ ἂν εἴη μέρος. ἀλλὰ μὴν οὐδὲ παρὰ φύσιν οὐδὲ πήρωμα ὑπάρχει τὸ σπέρμα· τὸ μὲν γὰρ σπέρμα ἐν πᾶσιν ὑπάρχει, τὸ δὲ πήρωμα οὐκ ἐν πᾶσιν, καὶ ἐκ μὲν τοῦ σπέρματος γίνεται τὰ φυσικά, ἐκ δὲ τοῦ παρὰ φύσιν οὐδέν· ὥστε οὔτε πήρωμά ἐστιν οὔτε παρὰ φύσιν. ἀλλὰ μὴν οὐδὲ τροφή ἐστι τὸ σπέρμα· ἡ μὲν γὰρ τροφὴ ἐπείσακτος καὶ ἔξωθεν εἴσεισι, τὸ δὲ σπέρμα οἰκεῖον καὶ ἐξ ἡμῶν αὐτῶν θύραζε ἔξεισιν. ὥστε λείπεται ἢ περίττωμα ἢ σύντηγμα εἶναι τὴν γονήν.3 καὶ ἐπεί, ὡς εἴρηται, σύντηγμα ἐστι τὸ ἀποκρινόμενον ἐκ τῆς σαρκὸς διὰ θερμότητα, ἔλεγον δὲ καὶ οἱ ἀρχαῖοι ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαι τὸ σπέρμα διὰ θερμότητα τὴν ἀπὸ τῆς ἐν τῇ ὁμιλίᾳ γινομένης κινήσεως, ἐοίκασι σύντηγμα λέγειν τὴν γονήν. ἀλλὰ σύντηγμα μὲν οὐκ ἔστι δι’ ἃ σαφῶς ἐπάγει· λείπεται οὖν περίττωμα λέγειν αὐτήν, καὶ περίττωμα ἢ ἀχρήστου ἢ χρησίμης τροφῆς. ἰστέον δὲ ὅτι ἀχρήστου τροφῆς λέγεται περίττωμα, ἡνίκα πάμπαν ὀλίγον τι μέρος τῆς εἰσελθούσης τροφῆς δυσπέπτου καὶ μοχθηρᾶς ἢ ἁπλῶς ἢ πρὸς τόνδε οὔσης πεφθῇ καὶ προσκριθῇ, τὸ δ’ ἄλλο πᾶν περιττεύσῃ· τοῦτο δὴ τὸ περιττεῦσαν λέγεται περίττωμα ἀχρήστου τροφῆς. ἄχρηστον μὲν καὶ τὸ πεφθὲν καὶ προσκριθὲν καὶ διὰ τὴν ἄγαν ὀλιγότητα καὶ διὰ τὴν μοχθηρίαν· τὸ γὰρ ἐκ μοχθηρᾶς καὶ κακοχύμου προσκρινόμενον τροφῆς καὶ αὐτὸ μοχθηρόν· ἀλλὰ κἂν ἀπὸ εὐχύμου τροφῆς προσκριθῇ, ἀνοικείου δὲ τῷ τρεφομένῳ (ἐνδέχεται μὲν γὰρ εὔχυμον εἶναι ἁπλῶς τὴν τροφὴν καὶ χρήσιμον, οἷον εἰ πέρδιξ εἴη ἢ φασιανός, πρὸς δὲ τόνδε τὸν νοσοῦντα τοιάνδε νόσον εἶναι ἄχρηστον καὶ κακόχυμον) κἂν δὴ ἀπὸ εὐχύμου τροφῆς προσκριθῇ, ἄχρηστον λέγεται καὶ τὸ προσκριθὲν καὶ τὸ περιττεῦσαν. εὐχρήστου δὲ τροφῆς περίττωμα λέγεται τὸ ἐναντίον τῆς ἀχρήστου. ἐπειδὰν γὰρ πᾶσα σχεδὸν ἡ τροφὴ προσκριθῇ, ὀλίγον δέ τι ἐναπομείνῃ, δυνάμενον καὶ τοῦτο τροφὴ γενέσθαι, τοῦτο δή ἐστι τὸ τῆς εὐχρήστου τροφῆς περίττωμα.
“所谓种子的第一种本性是什么,必须予以说明。” 因为种子被区分为:出于雄与雌的配对和交媾而产生的精子——例如出于苏格拉底与赞蒂佩的精子,我所指的正是雄性在交媾之际所排出的东西——以及本义上被称为种子的、在自身之中兼具雄与雌两方面潜能的东西——例如诸果实——所以在首先说明了精子是什么、紧接着按顺序说明了种子之后,他说道:必须说明所谓种子的第一种本性是什么,也就是精子是什么。并且“第一的”可以等同于“先前的”,以致所言之意乃是:按照先前方式所说的种子的本性——这也就是精子——是什么,必须予以说明。另一方面,熔融物是由动物体内反常产生的热而生成的。因为每当动物体内反常的热大量产生时,肌肉便被它所熔解,正如脂肪被煎锅和火所熔解一样,并且它们通过尿液和粪便排出,像水中的油一样漂浮在尿液上。因此他说,熔融物是通过反常的分解而从增生物中分泌出来的东西;他把被反常的热所分解的肌肉称为“增生物”。他之所以称它们为“增生物”,是因为它们通过附着的养分而增长。说明了这些之后他说,种子显然不是部分。因为如果是部分,它要么是同质部分,要么是异质部分。首先,它不是异质部分;因为显而易见它是同质的。但它也绝非同质部分;因为如果是同质部分,就必须由它与某种他物组合成某种异质部分,正如由肌肉、肌腱和骨骼组合成手指一样。但没有任何异质部分是由种子与某种他物组合而成的。此外,所有其他部分都是彼此分离且自存的,而种子则是在交媾之际才获得实存;因为只在极少数动物中它在配对之前被发现,而在绝大多数动物中则在配对之际被发现。因此,既然诸部分始终呈现在我们身上,而种子并非始终、却只是在某个时刻呈现在我们身上,它便不会是部分。但种子也绝非反常之物或残疾;因为种子存在于一切个体中,而残疾并非存在于一切个体中;并且由种子生成自然之物,而由反常之物则什么也不生成;因此它既非残疾也非反常之物。但种子也绝非养分;因为养分是从外引入并自外进入的,而种子则是固有的并从我们自身向外排出的。因此,剩下的便是精子要么是残余物,要么是熔融物。并且既然如前所述,熔融物是由于热而从肌肉中分泌出来的东西,而古人也说过由于交媾中产生的运动所致的热,种子从全身离脱出来,所以他们似乎把精子称为熔融物。但由于他所明确引出的诸理由,精子并非熔融物;因此,剩下的便是称它为残余物,并且要么是无用养分的残余物,要么是有用养分的残余物。不过应当知晓,所谓无用养分的残余物是指:当摄入的难消化的不良养分——无论在绝对意义上不良还是对这一特定个体而言不良——仅有极少部分被消化并附着,而其余全部成为剩余时;这剩余之物便被称为无用养分的残余物。被消化并附着之物也由于极度稀少和不良品质而是无用的;因为从不良且恶质的养分附着而来的东西,其自身也是不良的;但即使是从良质养分附着而来,若与受滋养者不合(因为养分在绝对意义上完全可能是良质且有用的,比如是鹧鸪或雉鸡,但对患有某种疾病的这一特定患者而言却是无用且恶质的),即使是从良质养分附着而来,被附着之物与剩余之物也都被称为无用的。而有益养分的残余物则是指与无用养分的残余物相反的情况。因为每当几乎全部养分都已被附着,而仅留下一小部分在体内,且这一小部分本身也能够成为养分时,这正是那有益养分的残余物。
- 1.13Ἐπειδὴ τὸ σπέρμα διαιρεῖται εἴς τε τὴν γονὴν ... καὶ εἰς τὸ ἰδίως καλούμενον σπέρμα ..., εἰπὼν πρῶτον μὲν περὶ τῆς γονῆς ..., εἶτα προσεχῶς καὶ ἐφεξῆς περὶ τοῦ σπέρματος λέγει ὅτι λεκτέον τίς ἐστιν ἡ πρώτη φύσις τοῦ λεγομένου σπέρματος
整个长句的骨干结构为:由原因从属句 Ἐπειδὴ τὸ σπέρμα διαιρεῖται...(“因为种子被区分为……”)引导,其后承接主句动词 λέγει(“[亚里士多德]说道”)以及表示时间先后的分词短语 εἰπὼν πρῶτον μὲν... εἶτα...(“在首先说明了……、接着说明了……之后”)。主句的主语为承前省略的亚里士多德,而从句中插入的 αὐτήν φημι, ἣν... 则是注解者本人的说明性补充。
- 1.13καὶ εἴη ἂν ἡ πρώτη ἴσον τῷ πρότερον, ὡς εἶναι τὸ λεγόμενον ἡ δὲ κατὰ τὸν πρότερον τρόπον λεχθεῖσα φύσις τοῦ σπέρματος, αὕτη δέ ἐστιν ἡ γονή, λεκτέα τίς ἐστι
εἴη ἂν 为表示潜在可能性的希求法加 ἄν(“可以等同于……”)。接续的 ὡς εἶναι 是表示结果或解释性说明的 ὡς 加不定式结构(“以致所言之意乃是……”),其后直接引述说明的具体内涵作为 εἶναι 的表语内容。
- 1.13λείπεται ἢ περίττωμα ἢ σύντηγμα εἶναι τὴν γονήν
非人称动词 λείπεται(“剩下的便是……”)统辖一个作真正主语的对格与不定式结构(主格性对格 τὴν γονήν,表语 ἢ περίττωμα ἢ σύντηγμα,动词 εἶναι),表达在排除了部分、反常之物、养分之后得出的析取结论。
