- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:35.20-36.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德在《动物生成论》第一卷第18章中的论述:排除了时间先后和对立面生成等含义,探讨精液究竟是质料因还是动力因与形式因;对比了此处与《物理学》中对立面生成的不同;并厘清了雄性精液(gonē)、种子(sperma)与果实(karpos)之间的概念区分。
οὐ γὰρ ἁρμόττει λέγειν ὅτι ὡς τόδε μετὰ τόδε, οἷον ἐκ τῶν Παναθηναίων ὁ πλοῦς, οὐδὲ μὴν ὡς ἐξ ἐναντίου τὸ ἐναντίον· ἐπὶ γὰρ τῶν ἐναντίων ἅμα τῷ φθείρεσθαι θάτερον τὸ ἕτερον γίνεται, οἷον φθειρομένου τοῦ λευκοῦ γίνεται τὸ μέλαν, καὶ ἔχουσί τι ὑποκείμενον. ὥστε εἴπερ γέγονεν ὁ Ἀλέξανδρος ὡς ἐξ ἐναντίου τοῦ σπέρματος, ὥσπερ ὑπόκειταί τι τῷ μέλανι, οὕτως ἔδει καὶ τῷ Ἀλεξάνδρῳ ὑποκεῖσθαί τι, καὶ ἦν ἂν ὁ Ἀλέξανδρος συμβεβηκός. τοῖν δυοῖν ἄρα ληπτέον,1 πότερον τὰ γινόμενα ὡς ἐξ ὕλης καὶ πάσχοντος γίνεται τοῦ σπέρματος ἢ ὡς ἐξ εἴδους καὶ ποιοῦντος· εἴρηται γὰρ πολλάκις ὅτι ἐν τοῖς φύσει γινομένοις τὸ εἶδος καὶ τὸ ποιοῦν ταὐτόν ἐστι. πότερον οὖν ὕλη ἐστὶ τὸ σπέρμα2 ἢ εἶδος καὶ ποιοῦν, ἢ καὶ ὕλη καὶ εἶδος; ἅμα δ’ ἐκ τούτων δῆλον ἔσται καὶ πῶς φαμεν ἐξ ἐναντίων γίνεσθαι τὰ γινόμενα, ἐπειδὴ φυσική ἐστιν ἡ ἐκ τῶν ἐναντίων γένεσις. ἰστέον δὲ ὅτι ἡ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως λεγομένη γένεσις ἑτέρα ἐστὶ τῆς ἐνταῦθα παραδιδομένης· ἐκεῖ μὲν γὰρ τὸ ἐξ ἐναντίων γίνεσθαι τὰ γινόμενα οὕτως ἐλέγετο ὅτι φθειρομένου τοῦ ἑνὸς τῶν ἐναντίων γίνεται θάτερον, οἷον φθειρομένης τῆς στερήσεως γίνεται τὸ εἶδος καὶ τοῦ εἴδους ἡ στέρησις· ἐνταῦθα δὲ τὸ ἐξ ἐναντίων ἀντὶ τοῦ ἐκ συνδρομῆς καὶ συνελεύσεως τῶν ἐναντίων, λέγων ἐνταῦθα ἐναντία τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὥσπερ ἐκεῖσε τὴν στέρησιν καὶ τὸ εἶδος· ὥστε τὸ λέγειν ἐνταῦθα ἐξ ἐναντίων γενέσθαι τὰ ζῷα ταὐτόν ἐστι τῷ ἐκ συνελεύσεως καὶ ὁμιλίας ἄρρενος καὶ θήλεος. ἀλλά τινα μὲν τῶν γινομένων ἐκ τῶν προσεχῶς ῥηθέντων ἐναντίων οἷον ἄρρενος καὶ θήλεος γίνεται, τινὰ δὲ ἐξ ἑνὸς μόνου, οἷον τὰ φυτά. καὶ πῶς μὲν τὰ φυτὰ ὡδὶ μὲν ἐξ ἑνὸς μόνου γίνεται, ὡδὶ δὲ ἐκ δυοῖν, ἐρεῖ σαφέστατα πρὸς τῷ τέλει σχεδὸν γενόμενος τοῦ παρόντος βιβλίου. καὶ ἔνια τῶν ζῴων, ἐν ὅσοις οὐκ ἔστι διωρισμένον τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἐξ ἑνὸς γίνεται. ἢ οὔτε τὰ φυτὰ οὔτε τῶν ζῴων οὐδὲν ἐξ ἑνὸς γίνεται, ἀλλ’ ἐκ δυοῖν· καὶ ὅπως, ἐρεῖ, ὡς εἴπομεν, ἐν τῷ παρόντι λόγῳ. ταῦτα εἰπὼν διαιρεῖ τὴν γονὴν ἀπὸ τοῦ σπέρματος, καί φησι γονὴ μὲν καλεῖται τὸ ἀπὸ τοῦ γεννῶντος οἷον τοῦ ἄρρενος ἀπιὸν αἴτιον· τοῦτο δὲ τὸ αἴτιον πρῶτόν τε λέγεται καὶ ἔχον ἀρχὴν καὶ δύναμιν γενέσεως· σπέρμα δὲ τὸ ἐξ ἀμφοτέρων ἄρρενος καὶ θήλεος τὰς ἀρχὰς ἔχον, οἷά εἰσι τὰ τῶν φυτῶν γένη καὶ ἐνίων ζῴων. ὥσπερ γὰρ τὸ γινόμενον ἐκ θήλεος καὶ ἄρρενος πρῶτον μῖγμα καὶ ὂν ὥσπερ εἰ κύημά τι ἢ ζῷον, κἂν μήπω ἀληθῶς ζῷον ᾖ (τοιοῦτον δέ ἐστι τὸ ἐκ τῆς γονῆς καὶ τοῦ καταμηνίου κρᾶμα καὶ σύστημα) ὥσπερ οὖν τὸ τοιοῦτον μῖγμα ἢ κύημα ἢ κρᾶμα ἢ ζῷον ἢ ὅ τί ποτ’ ἄλλο καλεῖν αὐτὸ χρεών, ἀμφότερα ἔχει τήν γε τοῦ ἄρρενος καὶ τοῦ θήλεος ἀρχήν τε καὶ δύναμιν καὶ ἐξ ἀμφοτέρων συνέστηκεν, ὥσπερ τὸ οἰνόμελι ἐξ οἴνου καὶ μέλιτος, οὕτω καὶ τὸ σπέρμα, οἷον ὁ καρπός, μῖγμά ἐστιν ἀρχῆς ἄρρενος καὶ θήλεος. ἐν δὲ τῷ καὶ γὰρ ταῦτα ἤδη ἔχει τὸ ἐξ ἀμφοῖν, τὸ ταῦτα περὶ τῶν καρπῶν καὶ τῶν φυτῶν εἴρηκεν.3 ἔχουσι γάρ, ὡς δειχθήσεται ἐν τῷ παρόντι λόγῳ, καὶ οἱ καρποὶ καὶ τὰ φυτὰ ἐν ἑαυτοῖς ὥσπερ τὸ κύημα τὴν τοῦ ἄρρενος καὶ θήλεος ἀρχήν· καὶ ἔστι καρπὸς μὲν τὸ ἐξ ἄλλου γεγονός, σπέρμα δὲ τὸ ποιῆσαν ἄλλο· ὁ μὲν γὰρ ἐν τῇ αὔλακι πεσὼν σῖτος καλεῖται σπέρμα, ὁ δ’ ἐκ τούτου γεγονὼς καρπός.
因为说[事物由精液生成]乃是作为“此在彼之后”,例如“泛雅典娜节之后的航行”,这并不妥当;说作为“对立面出于对立面”,也同样不妥当。因为在对立面的情况下,在一方消亡的同时另一方产生,例如在白色消亡时黑色产生,并且它们具有某种基质。因此,假若亚历山大是出于作为对立面的精液而生成的,那么正如某种基质作为黑色的基础那样,对于亚历山大也本该有某种基质作为基础,而亚历山大就会成为一种偶性了。因此,在这二者之中必须选定:生成之物究竟是作为出于质料与受动者那样出于精液而生成,还是作为出于形式与施动者那样生成;因为屡次被提及的是,在依自然生成的事物中,形式与施动者是同一的。那么,精液究竟是质料,还是形式与施动者,抑或是既为质料又为形式?同时,由这些讨论亦将清楚表明,我们如何说生成之物是出于对立面而生成的,因为出于对立面的生成乃是合乎自然的。不过应当知晓,《物理学》第一卷中所述的生成与此处所传授的并不相同。因为在那里,生成之物出于对立面而生成乃是指:当对立面之一方消亡时,另一方产生,例如匮乏消亡时形式产生,形式[消亡时]匮乏产生;但在此处,“出于对立面”则是指“出于对立面的汇合与结合”,他在此处把雄与雌称为对立面,正如在那里把匮乏与形式称为对立面一样;因此,此处说动物出于对立面而生成,就等同于说它们出于雄与雌的结合与交媾。然而,生成之物中有的出于刚提及的对立面即雄与雌而生成,有的则仅出于单一者而生成,例如植物。至于植物如何一方面仅出于单一者生成,另一方面又出于二者生成,他在此卷临近末尾处将极其清晰地阐明。并且动物中的某些,凡在其中未区分雄与雌的,也是出于单一者生成的。或者毋宁说,无论是植物还是任何动物都不是出于单一者生成的,而是出于二者;这具体如何,正如我们所说,他将在本篇论述中说明。说明了这些之后,他将“精子”与“种子”区分开来,并说道:从生殖者即雄性那里脱离出来的原因被称为“精子”;这个原因被称为在先的,且具有生成的始基与潜能;而同时具有出自雄与雌两方面的诸始基的,则是“种子”,植物的各属以及某些动物的各属便属于此类。正如由雌与雄产生出来的最初混合物,宛如某种胚胎或动物——即便它尚未真正是动物(而由精子与月经血混合而成的构型物正是这样的东西)——因此,正如这样一种混合物,或胚胎,或复合物,或动物,或无论应当称它为什么的东西,至少兼具雄与雌两方面的始基与潜能,并且如同蜜酒由葡萄酒和蜂蜜构成那样由两者构成,同样,种子——例如果实——也是雄与雌的始基的混合物。而在“因为这些实际上已经具有出于两者的东西”这一句中,他是就果实和植物而言说“这些”的。因为正如在本篇论述中将要证明的那样,果实和植物也都像胚胎一样,在自身之中兼具雄与雌的始基;出于他物而生成的乃是“果实”,而产生了他物的则是“种子”;因为落入垄沟中的谷粒被称为“种子”,而由此生长出来的则被称为“果实”。
- 1.12τοῖν δυοῖν ἄρα ληπτέον
非人称动词性形容词 ληπτέον(源自 λαμβάνω)支配双数的部分属格 τοῖν δυοῖν,后接间接疑问从句(πότερον ... ἢ ...)作为实质内容,结构意为“在二者之中,必须确定是……还是……”。
- 1.12ὥσπερ γὰρ τὸ γινόμενον ἐκ θήλεος καὶ ἄρρενος πρῶτον μῖγμα ... ὥσπερ οὖν τὸ τοιοῦτον μῖγμα ... οὕτω καὶ τὸ σπέρμα
长篇的比照句结构:起首的 ὥσπερ 从句(ὥσπερ γὰρ τὸ γινόμενον...)被插入句(从 κἂν μήπω... 至 σύστημα)打断,随后由带有复显小词 οὖν 的 ὥσπερ οὖν 重拾主语和句式结构,最终与主句的 οὕτω καὶ τὸ σπέρμα 相应和。
- 1.12ἐν δὲ τῷ καὶ γὰρ ταῦτα ἤδη ἔχει τὸ ἐξ ἀμφοῖν, τὸ ταῦτα περὶ τῶν καρπῶν καὶ τῶν φυτῶν εἴρηκεν
以中性单数冠词 τῷ 引导的介词短语是对亚里士多德原句(724b18处)的名词化引用。主句省略的主语为亚里士多德,以加冠词的原句代词 τὸ ταῦτα 作为 εἴρηκεν 的直接宾语,意为“在……这句话中,他所说的‘这些’是指果实与植物”。
