- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:34.7-35.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注视亚里士多德《动物之生成》724a14以下关于精液定义的讨论,阐明在探讨雌性是否排放精液之前首先把握精液本性(何所是)的必要性,并梳理“出自某物”的多种涵义,剖析事物从精液中生成属于何种原因(质料因抑或动力因)。
" Ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως καὶ τῶν ἑπομένων πρῶτον λαβεῖν περὶ τοῦ σπέρματος τί ἐστιν." Δείξας ὅτι οὐκ ἀπὸ παντὸς τοῦ σώματος οὔτε τοῦ ἄρρενος οὔτε τοῦ θήλεος ἄπεισιν, ὥς φασι, τὸ σπέρμα, πρὸς δὲ τῷ τέλει τῆς ἀποδείξεως εἰπὼν ὡς εἰ δειχθείη τὸ θῆλυ μὴ προϊὲν σπέρμα, τοῦ αὐτοῦ ἐστι λόγου τὸ μηδὲ ἀπὸ παντὸς ἀπιέναι τοῦ σώματος, κἂν εἰ μὴ ἀπὸ παντός, οὐδὲν ἄλογον τὸ μηδ’ ἀπὸ τοῦ θήλεος, ἐπήγαγεν ὅτι ἐχόμενόν ἐστι τοῦτο δεῖξαι. ἐπειδὴ δὲ πρὸς ταύτην τὴν δεῖξιν μέγα μέρος συμβάλλεται τὸ γνῶναι τίς ἐστιν ἡ τοῦ σπέρματος φύσις (εἰ γὰρ τοῦτο γνῶμεν, ῥᾷστ’ ἂν κατίδοιμεν, εἰ ἐνδέχεται τινα τοιαύτην φύσιν ἀπὸ τοῦ θήλεος ἀπέρχεσθαι) ἐπάγει ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως τῆς εἴτε προΐησι σπέρμα τὸ θῆλυ εἴτε μή, καὶ τῶν ἄλλων τῶν ἑπομένων πρῶτον λαβεῖν τί ἐστι σπέρμα. οὕτω γὰρ καὶ περὶ τῶν ἔργων αὐτῶν τῶν σπερμάτων, ἅπερ ἐργάζονται καὶ τῶν συμβαινόντων τῷ σπέρματι καὶ τοῖς ἔργοις αὐτοῦ ἔσται μᾶλλον εὐθεώρητον. τίνα δὲ τὰ συμβαίνοντα αὐτῷ μετ’ ὀλίγον ἐρεῖ καὶ ἡμεῖς ὑπομνήσομεν ἐν τῷ τόπῳ γενόμενοι. φησὶ δὴ βούλεται οὖν τὸ σπέρμα τοιοῦτον εἶναι ἐξ οὗ πρώτου τὰ κατὰ φύσιν συνιστάμενα γίνεται, οὐ τῷ ἐξ ἐκείνου τι εἶναι τι ποιοῦν1 οἷον τοῦ ἀνθρώπου, τουτέστιν οὐκ ἐν τῷ εἶναί τι τὸ ποιοῦν ἤτοι τὸ σπέρμα ἐκ τῶν μερῶν ἐκείνου τοῦ γινομένου. τὸ γὰρ σπέρμα φέρε εἰπεῖν, ἐξ οὗ πρώτου γέγονεν ὁ Σωκράτης, οὐκ ἔστι τι τῶν τοῦ Σωκράτους μερῶν· οὔτε γὰρ χεὶρ Σωκράτους ἐστὶν οὔτε ὀφθαλμὸς οὔτε ἄλλο οὐδὲν τῶν αὐτοῦ μερῶν. καὶ σκόπει ὅπως πάνυ ἀκριβῶς εἰπὼν μηδέν τι εἶναι τῶν τοῦ γινομένου μερῶν τὸ σπέρμα ᾐνίξατο μὴ εἶναι ὑλικὸν αἴτιον· ἡ γὰρ ὕλη μέρος ἐστὶ παντὸς τοῦ γινομένου ἐξ αὐτῆς· τὸ δὲ οἷον τοῦ ἀνθρώπου πρόσκειται, ὡς εἰ ἔλεγεν ἔστιν οὖν τὸ σπέρμα, οἷον φέρε εἰπεῖν τὸ τοῦ ἀνθρώπου, ἐξ οὗ πρώτου γίνεται ὁ ἄνθρωπος, μὴ ὄν τι τῶν τοῦ ἀνθρώπου μερῶν. ποιοῦν δὲ τὸ σπέρμα εἴρηκε, διότι γίνεται ἐκ τοῦ σπέρματος ὁ ἄνθρωπος οὐχ ὥσπερ λέγομεν ἐκ τῶν μερῶν γίνεσθαι τὸ ὅλον, ἀλλ’ ὅτι τοῦτό ἐστι τὸ σπέρμα, τουτέστιν ἀλλ’ ὅτι τὸ ποιοῦν τὸν ἄνθρωπον τοῦτό ἐστι τὸ σπέρμα ἤτοι ἡ ἐν τῷ σπέρματι ἐνοῦσα δύναμις. τὰ δὲ σημαινόμενα τοῦ ἔκ τινος, ἅπερ ἐκτίθεται, εἴρηκε καὶ ἐν τῷ Δ τῶν Μετὰ τὰ φυσικά. τὸ δὲ ἐκ τῆς διαβολῆς γίνεσθαι λοιδορίαν, ἐκ δὲ τῆς λοιδορίας μάχην, ἐκ δὲ ταύτης τραύματα, ἐκ δὲ τούτων θανάτους, τὴν δὴ τοιαύτην τῶν αἰτιῶν σωρείαν ἐποικοδόμησιν ἐκάλεσεν ὁ Ἐπίχαρμος· ταῦτα δὲ τὰ τῆς ἐποικοδομήσεως αἴτιά εἰσιν ὡς ἔκ τινος ἡ ἀρχὴ τῆς κινήσεως ἤτοι ὡς ποιητικά. Τῶν δὲ κατηριθμημένων αἰτίων ἐνίων μὲν ἐν αὐτοῖς ἡ ἀρχὴ τῆς κινήσεώς ἐστιν (εἰ γὰρ μέρος ἡ διαβολὴ τῆς πάσης ταραχῆς, τὰ δὲ μέρη ἐν τῷ ὅλῳ, δῆλον ὅτι ἐν τῇ ταραχῇ ἐστιν ἡ διαβολή), ἐνίων δὲ ἔξω· εἰ γάρ τις λαβὼν ἀνημμένον λύχνον καὶ ἀνάψας τὴν πλήρη χόρτου οἰκίαν ὑποχωρήσει ἔχων τὸν λύχνον, δῆλον ὅτι ἐκτός ἐστιν ὁ λύχνος τῆς καιομένης οἰκίας, αἴτιος ὢν τοῦ καίεσθαι αὐτήν. θεὶς οὖν τὰ τοῦ ἔκ τινος σημαινόμενα ἐπάγει τὸ τὰ γινόμενα ἐκ σπέρματος λέγειν γίνεσθαι ἢ ὡς ἐξ ὕλης αὐτοῦ γίνεσθαι δὴ λέγει ἢ ὡς ἐκ πρώτου κινήσαντος·2 πρῶτον δὲ κινοῦν ἐστι τὸ ποιητικόν.
“这一探究以及随后的各项探究的发端,首先是把握关于精液它是什么。” 在证明了精液并不像人们所说的那样脱离自雄性或雌性的整个身体之后,又在论证的末尾说明了:如果能证明雌性不排放精液,那么精液不脱离自整个身体也属于同一个道理,而如果不脱离自整体,那么它不脱离自雌性也就绝非不合理;在此之后,他补充说接下来的任务就是证明这一点。既然认识精液的本性是什么对这一证明大有助益(因为如果我们认识了这一点,便能极其容易地看清雌性是否可能脱离出某种这样的本性),他便接着说:“这一关于雌性是否排放精液的探究,以及随后的其他各项探究的发端,首先是把握精液是什么。”因为只有这样,无论是关于精液自身的功用,即它们所发挥的作用,还是关于精液及其功用所具有的属性,才能更容易被考察清楚。至于属于它的属性是什么,他不久便会说明,我们行文至该处时也会予以提示。于是他说:“因此,精液所意指的,乃是依自然构成的诸事物首先从中产生出来的那个东西,而不是由于制作之物是出自那个[生成的整体]的某种东西,例如人的情况”——也就是说,不是由于制作之物即精液是出自那个生成之物的各个部分的某种东西。因为比方说,苏格拉底首先从中产生出来的精液,并不是苏格拉底的诸部分的某种东西;因为它既不是苏格拉底的手,也不是眼睛,更不是他身体部分的任何其他东西。请注意,他极其精确地说精液不是生成之物的诸部分的任何东西,从而暗示了它并非质料因;因为质料乃是凡由其生成之物的组成部分。而附加“例如人的情况”一句,就好像他在说:“因此精液——比方说人的精液——就是人首先从中产生出来的东西,它并非人的诸部分的任何东西”。而他之所以称精液为“制作之物”,是因为人由精液产生,并非像我们所说的整体由部分产生那样,而是因为精液就是这个东西,也就是说制作人的东西正是这精液,或者说是存在于精液之中的潜能。至于他所列举的“出自某物”的诸种含义,他在《形而上学》第五卷[Δ卷]中也已谈及。而从中伤产生谩骂,从谩骂产生争斗,从争斗产生伤创,从伤创产生死亡,这样一种原因的堆叠,埃庇卡尔摩斯称之为“层构”;而这些属于层构的原因,乃是作为“运动的发端自其而出的东西”,即作为动力因。在所列举的原因中,有些其运动的发端在自身内部(因为如果中伤是整个骚乱的一部分,而部分在整体之内,显然中伤就在骚乱之中),而有些则在外部(因为如果某人手持一盏点燃的灯,点燃了一座堆满干草的房屋,然后手持该灯退去,显然这盏灯是在燃烧的房屋之外,尽管它是房屋燃烧的原因)。因此,在阐明了“出自某物”的诸种含义之后,他接着指出,说由精液生成的事物是生成出来的,乃是指要么作为出自其质料而生成,要么作为出自第一推动者而生成;而第一推动者就是动力因。
- 1.12οὐ τῷ ἐξ ἐκείνου τι εἶναι τι ποιοῦν
此处引用并转述亚里士多德原文(724a18-19),带有冠词的与格不定式 τῷ ... εἶναι 表示原因或方式(“由于……之故”)。ἐξ ἐκείνου 指所生成的整体,否定了动力因是出自该整体的某个部分这一情况。斐洛庞努斯随后的释义 τουτέστιν οὐκ ἐν τῷ εἶναί τι τὸ ποιοῦν ἤτοι τὸ σπέρμα ἐκ τῶν μερῶν ἐκείνου τοῦ γινομένου 明确了这一句法及指涉结构。
- 1.12ἐπάγει τὸ τὰ γινόμενα ἐκ σπέρματος λέγειν γίνεσθαι ἢ ὡς ἐξ ὕλης αὐτοῦ γίνεσθαι δὴ λέγει ἢ ὡς ἐκ πρώτου κινήσαντος
主要动词 ἐπάγει 支配带有冠词的不定式短语 τὸ ... λέγειν 作为宾语,句末的 δὴ λέγει 则是复指性的插入补充,用于重新唤起这一动词结构。其句法骨架为:他补充说,关于由精液生成之物生成的说法,要么意指它们由精液作为质料而生成,要么意指作为由第一推动者而生成。
