← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§32.30-34.6

交合快感的成因与蒂迈欧篇中的生殖器官观

本段论证了交合快感源自摩擦与痒感而非精液出自全身的证据,随后引述柏拉图《蒂迈欧篇》,说明生殖器官和精液部分被视作具生命动物的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#3

ὅτι δὲ ἀπὸ τοῦ κνησμοῦ γίνεται τοιαύτη ἡδονὴ καὶ δι’ αὐτὸν συμβαίνει, τεκμήριον ἱκανὸν τὸ ἐπισυμβαῖνον· ἂν γὰρ πολλάκις τις τῆς ἡμέρας συνδυάζηται, οὐ γίνεται σφοδρὰ ἡ ἡδονή, ἀλλ’ ἀνειμένη, ὥσπερ καὶ ἐπὶ τῶν γαργαλιζομένων. κἀκείνους γὰρ εἰ διὰ πολλῶν ἡμερῶν καὶ βραδέως τις γαργαλίζει, σφόδρα γαργαλίζονται, εἰ δὲ καθ’ ἡμέραν ἢ καὶ πολλάκις τῆς ἡμέρας, ἢ οὐδ’ ὅλως γαργαλίζονται ἢ λίαν ἠρέμα. ὥστε εἰ μὴ διὰ κνησμὸν ἡ ἡδονὴ ἐγίνετο, ἀλλὰ δι’ ἀπουσίαν τινός, σφοδρὰ ἂν καθ’ ἑκάστην ὁμιλίαν ἐγίνετο ἡ ἡδονὴ τοῖς πυκνῶς συνδυαζομένοις· καθ’ ἑκάστην γὰρ ὁμιλίαν ἀπέρχεταί τι. ἔτι ἡ χαρὰ καὶ ἡ συναίσθησις τῆς σφοδρᾶς ἡδονῆς πρὸς τῷ τέλει γίνεται τῆς ὁμιλίας, ὅτε καὶ ἡ τῶν σκελῶν τάσις γίνεται· οὐκ ἔδει δέ, εἰ διὰ τὸ ἀπέρχεσθαί τι ἐγίνετο, πρὸς τῷ τέλει γίνεσθαι οὐδ’ ἅμα,1 ἀλλ’ εἰ μὲν ἀπῆλθε πρότερον ἀπὸ τῆς κεφαλῆς τὸ σπέρμα, εἶτα ἀπὸ τοῦ ὤμου, πρῶτον μὲν ἀνάγκη ἦν γίνεσθαι τὴν ἡδονὴν ἐν τῇ κεφαλῇ, εἶτα ἐν τοῖς ὤμοις· νῦν δὲ οὔτε ἐν τοῖς τοιούτοις μέρεσι γίνεται ἡ ἡδονή, ἀλλ’ ἐν τῷ αἰδοίῳ, οὐδ’ ἡ μὲν πρότερον ἡ δὲ ὕστερον, ἀλλ’ ἅμα. τοῦ δὲ ἐκ κολοβῶν, φησί, γίνεσθαι κολοβὰ ἡ αὐτή ἐστιν αἰτία, δι’ ἣν καὶ ὅμοια τοῖς γονεῦσι γίνονται. δι’ ἣν γὰρ αἰτίαν γίνεται ὅμοια τοῖς γονεῦσι, διὰ τὴν αὐτὴν δειχθήσεται γίνεσθαι καὶ ἐκ κολοβῶν κολοβά, καὶ ἐρεῖ τὰς αἰτίας ἐν τῇ παρούσῃ πραγματείᾳ. ἀλλὰ καὶ δι’ ὧν, φησί, λόγων καὶ αἰτιῶν δειχθήσεται ὅτι οὐ προΐεται τὸ θῆλυ σπέρμα, (δείξει δὲ προϊών) διὰ τῶν αὐτῶν δειχθήσεται μηδ’ ἀπὸ παντὸς ἀπιέναι, καὶ ἔμπαλιν δι’ ὧν ὅτι οὐκ ἀπὸ παντὸς ἄπεισι, διὰ τῶν αὐτῶν ὅτι οὐ προΐεται τὸ θῆλυ σπέρμα. τὰ μὲν οὖν ἐπιχειρήματα, δι’ ὧν ἤλεγξε τὴν τοῦ Πλάτωνος δόξαν, ταῦτα. ὅτι δὲ οἷα εἴπομεν ἔφασκεν ἐκ τοῦ πατρὸς ἐξέρχεσθαι μόρια, καὶ ταῦτα ζῶντα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὅτι ἡ μήτρα καὶ τὸ τοῦ ἄρρενος μόριον τὸ γεννητικὸν ζῷά εἰσιν, ἄκουσον τί φησιν ἐν τῷ Τιμαίῳ πρῶτον μὲν περὶ τοῦ γεννητικοῦ μορίου τοῦ ἄρρενος καὶ τοῦ θήλεος· γράφει γὰρ κατὰ λέξιν οὕτως “τὸν τῆς συνουσίας ἔρωτα οἱ θεοὶ ἐτεκτήναντο, ζῷον τὸ μὲν ἐν ἡμῖν τὸ δ’ ἐν ταῖς γυναιξὶ συστήσαντες ἔμψυχον”· ὥστε ζῷα καὶ ἐν ἡμῖν λέγει, δι’ ὧν αἱ γενέσεις, τό τε μόριον τοῦ ἄρρενος καὶ τῆς γυναικὸς τὴν μήτραν, ζῷα δὲ οὐχ ὅτι ζῶσι μόνον, ἀλλ’ ὅτι καὶ κατήκοα τῆς αὐτοκινήτου κατ’ ἐκεῖνον ψυχῆς. λέγει γὰρ “τὸ περὶ τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἷον ζῷον ἀνυπήκοον τοῦ λόγου, πάντων δι’ ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖ κρατεῖν”. περὶ δὲ τῆς μήτρας ὅτι τε ζῷόν ἐστι καὶ αὕτη καὶ τὰ ἀπὸ τοῦ πατρὸς ἐξερχόμενα μόρια, ταῦτα πάλιν λέγει Πλάτων “αἱ δ’ ἐν ταῖς γυναιξὶν αὖ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταῦτα, ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίνηται, χαλεπῶς ἀγανακτοῦν φέρει καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον καὶ ἀναπνεῖν οὐκ ἐῶν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει, μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως ξυναγαγόντες οἷον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται2 καὶ μετὰ τοῦτο εἰς φῶς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν“. ταῦτα μὲν οὖν τὰ τοῦ Πλάτωνος διαρρήδην ζῷα ἀπὸ τοῦ πατρὸς ἐξέρχεσθαι ἀνακηρύττει.

至于说这种快感是由于痒感而产生且因痒感而发生,伴随的现象便是充分的证据。因为如果某人一天交合多次,快感便不再剧烈,而是变得松弛,这正如那些被挠痒之人的情形一样。因为对他们而言,若是隔了许多天并且缓慢地去挠,他们就会觉得极度发痒;但若是每天甚至一天多次去挠,他们要么完全不觉发痒,要么只感到极其微弱。因此,如果快感不是因痒感产生,而是因某种东西的脱离而产生,那么对于频繁交合的人来说,在每次交合中快感都应当是剧烈的;因为在每次交合中都有某种东西脱离出来。此外,对剧烈快感的欢欣与感知发生在交合的终结之时,即腿部的紧绷发生的时候;然而,如果它是因某种东西脱离而产生的,它就不应当在终结时发生,也不应当一齐发生。相反,若精液是先从头部脱离,然后再从肩部脱离,那么必然首先在头部产生快感,然后在肩部产生;然而实际上,在这些部位并不产生快感,而是在生殖器中产生,并且不是一种〔快感〕在先一种在后,而是一齐产生的。而他说,从伤残者产生伤残者,与产生肖似父母的后代具有完全相同的原因。因为后代由于什么原因肖似父母,就将被证明是由于同一原因而从伤残者产生伤残者,并且他将在本篇论著中阐述这些原因。不仅如此,他说,通过用以证明雌性不排放精液的那些论证和原因(他将在行文中加以证明),也将通过同样的论据证明精液并非脱离自整个身体;反过来,通过用以证明它并非脱离自整体的那些论证,也同样将证明雌性不排放精液。 那么,他用来驳斥柏拉图见解的这些论证就是如此。然而,正如我们所说,关于他主张诸部分从父亲体内脱离出来,并且这些部分是活的,不仅如此,子宫和雄性生殖器官本身也是动物,请听听他在《蒂迈欧篇》中首先关于雄性和雌性生殖器官是怎么说的;因为他字面上是这样写的:“众神设计了交合之爱欲,在我们体内并在妇女体内构造起一个具有灵魂的动物”;因此他说,我们体内借以发生生成的器官——即雄性的器官与妇女的子宫——也是动物;说它们是动物,不仅是因为它们活着,而且是因为照他的说法,它们顺从于自发运动的灵魂。因为他说:“关涉阴部本性的部分,变得既悖逆又专断,如同一只不服从理性的动物,企图凭借狂暴的欲望掌控一切”。而关于子宫本身是动物,以及从父亲体内脱离出来的诸部分也是动物,柏拉图再次这样说:“而在妇女体内,那被称为子宫和胞宫的器官,由于这同样的缘故,作为一个内在渴望育儿的动物,每当过了适龄期而长久不结果实,便难以忍受并愤愤不平,在全身各处漫游,堵塞气息的通路,不容呼吸,使她们陷入极度的困境,并带来各种各样的其他疾病;直到两者的欲望和爱欲将他们聚在一起,宛如从树上采摘果实一般,把因微小而不可见且尚未成形的动物播种入作为田地的子宫中,再次加以辨别,在体内抚育长大,并在那之后引向光明,完成动物的生成”。柏拉图的这些言辞便明确宣示了:动物乃是从父亲体内脱离出来的。

语法注2 条
  1. 1.11οὐκ ἔδει δέ, εἰ διὰ τὸ ἀπέρχεσθαί τι ἐγίνετο, πρὸς τῷ τέλει γίνεσθαι οὐδ’ ἅμα

    非人称动词 ἔδει 使用未完成过去时直陈式,构成反事实条件句(εἰ + 未完成过去时 ἐγίνετο)的结句。在表示必要或义务的动词中,过去时往往不加助词 ἄν 即可表达反事实结论。

  2. 1.11ξυναγαγόντες ... καταδρέψαντες ... κατασπείραντες ... ἐκθρέψωνται

    在柏拉图的引文中,主格阳性复数分词(如 ξυναγαγόντες 等)与拟人化的阴性单数和阳性单数复合主语(ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως)一致,按照不同性别指人名词并列时的语法规则采用阳性复数形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:32.30-34.6