← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§31.25-32.30

作为造型原由的精液与出自全身说的驳斥

通过对昆虫交配的观察,阐明精液并非脱离自全身各部分,而是脱离自造型者(灵魂、心脏、血液),并借助质料、工具与工匠的区别(鞋子的比喻)进行论证,进而驳斥了以交合时的快感作为精液出自全身之证据的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#2

συνδεδύασται μὲν γάρ, μέχρις ἂν συστῇ ἡ ἀπὸ τοῦ θήλεος ὑγρότης καὶ εἰς αὐτὸ πάλιν ὑποστρέψῃ· ἐπειδὰν δὲ τοῦτο γένηται, λέγω δὴ τὸ συστῆναι καὶ εἰς τὸ θῆλυ ὑποστρέψαι, ἀπολύονται καὶ μετὰ βραχύν τινα χρόνον προΐεται τὸ κύημα. οὐ γὰρ τελέως οὔτε ἐν τῷ ἄρρενι εἰς ζῴου φύσιν συνίσταται οὔτε ἐν τῷ θήλει, ἀλλὰ εἰς φύσιν κυήματος, καὶ οὕτω προέρχεται ἀτελὲς ὥσπερ σκώληξ. ὥστε φανερὸν καὶ ἐκ τούτων ὅτι οὐδ’ ὅσα προΐεται τῶν ἀρρένων εἰς τὸ θῆλυ, τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι αἴτιόν ἐστι τῆς γενέσεως,1 ἀλλ’ ἄλλον τινὰ γίνονται τὰ γινόμενα τρόπον, περὶ οὗ ἐνταῦθα ἐρεῖ. εἰ δὲ καὶ χρὴ λέγειν ὅτι τῷ ἀπὸ παντὸς ἀπιέναι συμβαίνει ἡ γένεσις, οὐ δεῖ λέγειν αὐτοὺς ὅτι ἀπὸ πάντων τῶν μερῶν, ἀλλ’ ἀπὸ τοῦ δημιουργοῦντος ἤτοι τρέφοντος καὶ ζωογονοῦντος, ὅπερ ἐστὶ τὸ αἷμα, μᾶλλον δὲ καὶ πρῶτον ἀπὸ τῆς καρδίας (αὕτη γὰρ καὶ τὸ αἷμα δημιουργεῖ, οὗπερ αἵματος δειχθήσεται περίττωμα τὸ σπέρμα) καὶ πρὸ τῆς καρδίας ἀπὸ τῆς ἐν αὐτῇ ψυχῆς· αὕτη γὰρ σὺν αὐτῇ καὶ τὰ ἄλλα δημιουργεῖ. ἀπὸ δὴ τοῦ δημιουργοῦντος χρὴ λέγειν ἀπέρχεσθαι τὸ σπέρμα καὶ οὐκ ἀπὸ πάντων τῶν μερῶν· τὰ γὰρ ἄλλα μέρη τὰ μὲν ὡς ὕλη τὰ δὲ ὡς ὄργανά εἰσι τῷ δημιουργοῦντι. ὥσπερ γὰρ οὐκ ἀπὸ τοῦ ξύλου καὶ ὅλως τῆς ὕλης ἐξέρχεται τὰ ἐν αὐτῷ ὑπὸ τῆς τέχνης ἐναποτιθέμενα εἴδη, ἀλλ’ ἀπὸ τοῦ τέκτονος, ὥσπερ οὖν οὐκ ἀπὸ τῆς ὕλης ἢ τοῦ σκεπάρνου καὶ τῶν λοιπῶν ὀργάνων, ἀλλ’ ἀπὸ τοῦ τεχνίτου, οὕτως οὐδ’ ἀπὸ παντὸς τοῦ σώματος, ἀλλ’ ἀπὸ τοῦ δημιουργοῦντος· ὅ τί ποτε δ’ ἂν εἴη τὸ δημιουργοῦν, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ. νῦν δὲ οἱ λέγοντες ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος, ὅπερ ταὐτόν ἐστι τῷ λέγειν ἀπὸ τῆς ὕλης καὶ τῶν ὀργάνων, ὅμοιόν φασιν, ὥσπερ κἂν εἴ τις θεάσοιτό τινα ὅμοιον ὄντα τῷ πατρὶ καὶ πρὸς τούτῳ ὅμοια ὑποδήματα φοροῦντα τοῖς τοῦ πατρὸς ὑποδήμασι, λέγοι ὅτι ὥσπερ διὰ τὸ ἀπὸ παντὸς ἀπιέναι τοῦ πατρὸς πάντα γέγονεν αὐτῷ ὅμοιος ὁ παῖς, οὕτω καὶ ἀπὸ τῶν τοῦ πατρὸς ὑποδημάτων ἀπῄει τι, καὶ ἐπὶ τούτῳ γεγόνασι τὰ τοῦ υἱοῦ ὑποδήματα ὅμοια τοῖς τοῦ πατρός. οὐκ εἴποι δὲ τοῦτο οὐδ’ ἂν εἷς·2 διὰ τί; διὰ τὸ πάντας εἰδέναι ὅτι καὶ τὰ τοῦ πατρὸς καὶ τὰ τοῦ υἱοῦ ὑποδήματα ὄργανά εἰσιν, οὐδὲν δὲ ἀπὸ τῶν ὀργάνων πρὸς τὰ ὄργανα ἄπεισιν· εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἂν ἀπὸ τοῦ σώματος εἴποι τις ἀπέρχεσθαί τι, εὖ λέγων· ὄργανον γὰρ καὶ τὸ σῶμα τοῦ δημιουργοῦντος, ὥσπερ καὶ τὰ ὑποδήματα τῶν ποδῶν, καὶ ὥσπερ τῆς τῶν ὑποδημάτων τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὁμοιότητος οὐ τὸ ἀπὸ παντὸς τοῦ ὑποδήματος ἀπέρχεσθαί τί ἐστιν αἴτιον, ἀλλ’ ὁ τεχνίτης, οὕτως οὐδὲ τῆς τοῦ υἱοῦ καὶ πατρὸς ὁμοιότητος τὸ ἀπέρχεσθαι μέρη ἀπὸ μερῶν, ἀλλά τι ἄλλο. Ἐπεὶ δὲ σημεῖον3 τοῦ ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαί τι παρῆγον τὴν γινομένην ἡδονὴν ἐν τῇ ὁμιλίᾳ σφοδρὰν οὖσαν καὶ πολλήν (πᾶν δὲ τὸ ἀπὸ πολλῶν γινόμενον πλεῖον γίνεται τοῦ ἀπὸ ὀλίγων γινομένου), λέγει μηδὲν εἶναι τοῦτο σημεῖον τοῦ ἀπὸ παντὸς ἀπέρχεσθαί τι τοῦ σώματος· γίνεσθαι δέ φησιν ἰσχυρὰν τὴν ἡδονὴν διὰ τὸ κνησμὸν καὶ παράτριψιν τότε γίνεσθαι τῶν δύο αἰδοίων, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος.

因为它们一直保持交配,直到出自雌性的湿分凝结并重新返回雌性自身体内;而当这发生时(我指凝结并返回雌性体内),它们便分离开来,并在短暂时间之后产下受孕体[幼体]。因为无论是在雄性体内还是在雌性体内,它都并未完全凝结成动物的自然本性,而是凝结成受孕体的本性,并由此像蛆虫一样作为未完全之物被产出。因而从这些事实中也显然可见:即便是那些排泄入雌性体内的雄性,从全身脱离出来也绝非生成的成因,相反,生成之物乃是以某种其他方式生成的,关于这种方式[亚里士多德]将在这里论述。 退一步说,即便应当说生成是通过脱离自整体而发生的,他们也不应当说脱离自所有部分,而应当说脱离自造型者——即滋养并赋予生命者,这便是血液,或者更确切地说是首先脱离自心脏(因为心脏也制造血液,而精液将被证明正是这种血液的残余物),并且在心脏之前脱离自心脏之中的灵魂;因为正是灵魂同心脏一道制造其余诸部分。因此应当说,精液乃是脱离自造型者,而非脱离自所有部分;因为其余部分对于造型者而言,有些作为质料,有些则作为工具而存在。正如由技艺存入其中的形式并非出自木材和一般的质料,而是出自木匠——正如绝非出自质料或手斧及其他工具,而是出自匠人——同样,精液也绝非脱离自整个身体,而是脱离自造型者;至于造型者究竟是什么,他将在下一卷中说明。 然而现在,那些主张脱离自整个身体的人——这等同于主张脱离自质料和工具——所说的话,就如同有人看到某人相貌肖似其父,此外还穿着与其父相似的鞋子,便说:正如因为所有东西脱离自父亲的全身而使得儿子肖似其父一样,从父亲的鞋子上也脱离出了某种东西,正是因此儿子的鞋子才肖似父亲的鞋子。但绝不会有任何人这样说。为什么呢?因为人人都知道父亲的鞋子和儿子的鞋子都是工具,而从工具到工具绝无任何东西脱离出来;而若〔不会说〕这件事,任何持论正确的人也绝不会说有任何东西脱离自肉体。因为肉体也同样是造型者的工具,正如鞋子是脚的工具一样;并且正如儿子与父亲鞋子的相似性,其成因并非由于某种东西脱离自整只鞋子,而是由于匠人,同样,儿子与父亲的相似性,其成因也绝非部分脱离自部分,而是某种其他东西。 由于他们提出交合中产生的剧烈而强烈的快感,作为某种东西脱离自整个身体的证据(因为凡由多数所生成之物,都大于由少数所生成之物),[亚里士多德]便指出这绝非任何东西脱离自整个身体的证据;他说,快感之所以强烈,是因为当时在雄性与雌性这两个生殖器之间发生了痒感与摩擦。

语法注3 条
  1. 1.11οὐδ’ ὅσα προΐεται τῶν ἀρρένων εἰς τὸ θῆλυ, τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι αἴτιόν ἐστι τῆς γενέσεως

    句首短语 οὐδ’ ὅσα προΐεται τῶν ἀρρένων εἰς τὸ θῆλυ 是主句主语(τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι)之前置的话题提示兼限定成分(“即使在那些排泄入雌性体内的雄性身上”)。主句的语法主语是带冠词不定式 τὸ ... ἀπιέναι,述谓成分为 αἴτιόν ἐστι。

  2. 1.11ὅμοιόν φασιν, ὥσπερ κἂν εἴ τις θεάσοιτό τινα ... λέγοι ὅτι ... οὐκ εἴποι δὲ τοῦτο οὐδ’ ἂν εἷς

    ὅμοιόν φασιν 意为“他们所说的类似[于此]”。随后的 ὥσπερ κἂν εἴ τις θεάσοιτο ... λέγοι ὅτι 构成了虚拟比较句(“正如若有人看见……便说……”)。紧接其后的 οὐκ εἴποι δὲ τοῦτο οὐδ’ ἂν εἷς(“然而绝不会有人这样说”)则是指出该假设性陈述之荒谬的插入评述。

  3. 1.11Ἐπεὶ δὲ σημεῖον τοῦ ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαί τι παρῆγον τὴν γινομένην ἡδονὴν ... λέγει μηδὲν εἶναι τοῦτο σημεῖον

    整句骨架是由原因从句 ἐπεὶ δὲ ... παρῆγον(“由于他们提出……”)引导,其主句动词为 λέγει(“[亚里士多德]指出”),并统辖宾格不定式结构 μηδὲν εἶναι τοῦτο σημεῖον。括号内的 πᾶν δὲ τὸ ἀπὸ πολλῶν ... 解释了论敌的前提理据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:31.25-32.30