- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:30.13-31.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物生成论》723a26,通过体质变化所致的性别转变与不育治愈、自然发生、单次交配产生多数后代、扦插繁殖以及昆虫的逆向交配等事实,驳斥了精液脱离自全身各部分的泛生论。
" Φαίνονται δ’ οὖν μεταβάλλουσαι γυναῖκες καὶ ἄνδρες, ὥσπερ ἐξ ἀγόνων γόνιμοι." Πολλαὶ τῶν γυναικῶν θηλυτοκοῦσαι, εἶτα ὑπὸ ἰατρῶν ἐπιμεληθεῖσαι καὶ ἐκ ψυχροτέρας κράσεως μεταπεσοῦσαι εἰς θερμοτέραν γεγόνασιν ἀντὶ θηλυτόκων ἀρρενοτόκοι, ὁμοίως δὲ καὶ ἄρρενες πολλοὶ ἐκ θηλυτόκων γεγόνασιν ἀρρενοτόκοι· ἀλλὰ καὶ ἐξ ἀγόνων γόνιμοι καὶ ἄνδρες καὶ γυναῖκες. εἰ δὲ τοῦτο, οὐ διὰ τὸ ἀπέρχεσθαι ἀπὸ τοῦ αἰδοίου ἄρρενος αἰδοῖον ἢ θήλεος γίνονται τῶν παίδων τὰ μὲν θήλεα, τὰ δ’ ἄρρενα, ἀλλὰ διά τινα ἄλλην αἰτίαν, οἷον διὰ θερμοτέραν ἢ ψυχροτέραν κρᾶσιν. εἰ οὖν διαφορὰ γίνεται τοῦ ἄρρενος καὶ τοῦ θήλεος διὰ τῆς τῶν ἰατρῶν ἐπιμελείας καὶ τῆς τοιᾶσδε γενομένης ὑπὸ τῶν προσφερομένων φαρμάκων κράσεως, οὐ διὰ τὸ τοιάδε ἀπέρχεσθαι αἰδοῖα γίνονται τὰ ἔγγονα ἄρρενα καὶ θήλεα, ἀλλὰ διὰ τὴν τοιάνδε κρᾶσιν· ὥστε ἐπεὶ οὐκ ἀπὸ τῶν αἰδοίων ἄπεισιν αἰδοῖα, δῆλον ὡς οὐδ’ ἀπὸ τῶν κεφαλῶν κεφαλαὶ οὐδὲ τῶν χειρῶν χεῖρες οὐδὲ ἄλλο τι οὐδέν, ἀλλὰ τὸ αὐτὸ καὶ ἓν σπέρμα, εἰ μὲν εἰς τοιάνδε κρᾶσιν ἐμπέσοι, γενήσεται ἄρρεν, εἰ δὲ εἰς τοιάνδε, θῆλυ, ὥσπερ καὶ τὸ αὐτὸ καὶ ἓν νέφος ὡδὶ μὲν ἐμπεσὸν γίνεται χάλαζα, ὡδὶ δὲ ὕδωρ. ἄλλως τε εἴπερ δειχθείη ὅτι ἀπὸ τῆς ὑστέρας οὐκ ἐξέρχεται σπέρμα, τουτέστιν ὑστέρα, καὶ ὅμως τίκτεται παιδίον θῆλυ ἔχον ὑστέραν, δῆλον ὅτι οὐδ’ ἀπὸ τῆς κεφαλῆς κεφαλὴ οὐδ’ ἀπ’ ἄλλου οὐδενὸς τῶν μορίων οὐδέν. Ἔτι πολλὰ τῶν ζῴων γίνεται οὔτε ἐξ ὁμογενῶν οὔτε ἐξ ἀνομογενῶν, ἀλλ’ ἐκ σαπείσης τινὸς ὕλης. ἀπὸ ποίας οὖν κεφαλῆς ἡ τούτων κεφαλὴ καὶ τὰ λοιπὰ μέρη ἐξῆλθον; ἔτι εἰ ἐν τῇ μιᾷ συνουσίᾳ μία γίνεται ἀπόκρισις, δῆλον ὡς καὶ μία κεφαλὴ καὶ ὅλως ἑνὸς ζῴου μέρη ἐξῆλθεν ἀπὸ τοῦ πατρὸς ἐν τῇ μιᾷ συνουσίᾳ. νῦν δὲ πολλὰ τῶν ζῴων ἀπὸ μιᾶς συνουσίας πολλὰ συλλαμβάνεται καὶ γεννᾷ, καὶ τὰ φυτὰ ἐν μιᾷ κινήσει, ἥτις συνδυασμῷ ἄρρενος καὶ θήλεος ἀναλογεῖ καὶ κατὰ τὸ ἔαρ γίνεται, πολλοὺς φέρει καρπούς. ἐπεὶ δὲ οἱ ταύτης προϊστάμενοι τῆς δόξης ἐξετραγῴδουν1 ὅτι ἀπὸ πάντων μὲν τῶν τοῦ γεννῶντος μερῶν ἐξέρχεται πάντα τὰ μέρη, συγκεχυμένως μέντοι κείμενα ἐν τῇ ὑγρασίᾳ καὶ ἀτάκτως, ἐν δὲ τῇ ὑστέρᾳ χωρίζονται καὶ τάττονται καὶ μετὰ τὴν κεφαλὴν εὐθὺς πίπτει ὁ αὐχήν, εἶτα ὦμοι καὶ ἐφεξῆς τὰ ἐφεξῆς, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔλεγον, ἐπήγαγε τὸ ἐν δὲ ταῖς ὑστέραις χωρίζεσθαι ἀδύνατον.2 ἐπειδὴ γὰρ ἕκαστον αὐτῶν καὶ κεχωρισμένων ὄντων ἀπ’ ἀλλήλων ζῇ, ὥς φασι, καὶ αἰσθάνεται, οὕτως ἂν ἐχωρίζετο, ὥσπερ οἱ κλάδοι ἀπὸ τοῦ νεοφύτου ἢ ἀπό τινος ζῴου ἐκ πολλῶν ζῴων συγκειμένου, ἀλλ’ οὐχ ὥσπερ ἐκ σπέρματος· τὸ γὰρ σπέρμα δυνάμει ταῦτα καὶ οὐκ ἐνεργείᾳ. Ἔτι ἐπεὶ τὰ ἀποφυτευόμενα, ὥσπερ εἴπομεν ἐπὶ τοῦ ἀπὸ τῆς καρέας κλάδου, τὸ αὐτὸ φέρει σπέρμα, καὶ πρὸ τοῦ ἀποφυτευθῆναι ἄρα καὶ ἀποκοπῆναι οὐκ ἀπὸ πάσης τῆς καρέας ἀπήρχετό τι, ἀλλ’ ἀπὸ μόνου τοῦ κλάδου. μέγιστον δὲ τούτων τεκμήριον· τεθεωρήκαμεν ἱκανῶς, καὶ πρότερον εἴρηκεν ὡς ἐν τοῖς πλείστοις τῶν ἐντόμων τεθεωρήκαμεν μὴ τὸ ἄρρεν εἰς τὸ θῆλυ, ἀλλὰ τὸ θῆλυ εἰς τὸ ἄρρεν μέρος τι αὑτοῦ ἐναφιέναι· εἰσφέροντος γὰρ τοῦ θήλεος τὴν ὕλην ὑγρότητα οὖσάν τινα τὴν δεκτικὴν τοῦ σπέρματος,3 συνίσταται εἰς ζῴου φύσιν, ὥσπερ καὶ ἐν αὐτῇ τῇ τοῦ θήλεος ὑστέρᾳ· καὶ διὰ τὸ ἐν τῷ ἄρρενι συνίστασθαι τὴν ἀπὸ τοῦ θήλεος εἰς αὐτὸ εἰσελθοῦσαν ὑγρασίαν πολὺν συμπλέκεται χρόνον, διαλυθέντα δὲ γεννᾷ ταχέως.4
“无论如何,女人们和男人们显出变化,正如从不育变为具有生育能力一样。” 许多女人原先专生女胎,后来经医生调理,由较寒冷的混合体质转变为较温热的体质,便转而生男而非生女;同样,许多男人也从专生女胎转为生男胎;而且男女也都有从不育变为能够生育的。如果情况如此,那么后代中一些成为雌性、另一些成为雄性,就不是因为生殖器脱离自雄性生殖器或脱离自雌性生殖器,而是由于某种其他原因,例如由于较温热或较寒冷的混合体质。因此,如果雄性与雌性的差异是通过医生的照料以及所服药物造成的体质状态而生成的,那么后代成为雄性或雌性就不是因为脱离出这种特定的生殖器,而是由于这种特定的混合体质。所以,既然生殖器并非脱离自生殖器,显而易见,头也并非脱离自头,手也并非脱离自手,任何其他部分也绝非脱离自相应部分;相反,同一且唯一的精液,若进入这种混合体质则将成为雄性,若进入那种混合体质则将成为雌性,正如同一且唯一的云,以这种方式变动则成为冰雹,以那种方式变动则成为水。尤其是,倘若能证明子宫并不脱离出精液(即不脱离出子宫),然而却生出具有子宫的雌性胎儿,显而易见,头也绝非脱离自头,任何东西也绝非脱离自任何其他部分。再者,许多动物既非由同类亦非由异类生成,而是生成自某种腐败的质料。那么这些动物的头及其余部分又是从何种头脱离出来的呢?此外,如果在一次交配中只产生一次排泄,显而易见,在一次交配中从父亲那里脱离出来的也只有一个头以及总括而言仅一个动物的诸部分。然而事实上,许多动物由一次交配便受孕并产下许多幼崽,植物在相应于雌雄结合且发生于春季的一次运动中,也结出许多果实。但由于维护该学说的人们夸张地宣称:所有部分确实脱离自生育者的所有部分,只是混乱且无序地处于湿分之中,而在子宫内它们才被区分并被排列,紧接着头部之后落入颈部,然后是肩部,依此类推;因此,既然他们是这样主张的,[亚里士多德]便接着指明“但在子宫内被区分开来是不可能的”。因为正如他们所说,如果它们每一部分即便在彼此分离时也活着并且具有感觉,那么它的被区分就会如同树枝脱离自新植之木,或如同脱离自某种由许多动物构成的动物一样,而不是如同脱离自精液;因为精液乃是以潜能状态成其为这些部分,而非以实现状态。再者,既然扦插繁殖之物(正如我们关于核桃树枝所说的那样)结出相同的种子,那么在被扦插和截断之前,脱离出来的东西也就不是出自整个核桃树,而仅仅出自树枝。而这些论点最大的证据是:我们已经充分观察到,正如他早先也曾说过的,在绝大多数昆虫中,我们观察到并非雄性将其自身的一部分放入雌性体内,而是雌性放入雄性体内。因为当雌性引入作为接纳精液之某种湿分的质料时,它便被构成为动物的自然本性,正如在雌性自身的子宫中一样;并且由于从雌性进入雄性体内的湿分是在雄性体内被构成的,它们交配很长时间,而在解开分离之后便迅速产卵生成。
- 1.11ἐξετραγῴδουν
动词 ἐκτραγῳδέω(如悲剧般夸张地宣称、渲染)的未完成过去时。带讽刺意味地刻画了泛生论支持者们的夸诞说法,即认为精液中各部分无序混杂而在子宫内按顺序各自重组就位。
- 1.11ἐπήγαγε τὸ ἐν δὲ ταῖς ὑστέραις χωρίζεσθαι ἀδύνατον
主动词 ἐπήγαγε(补充道/接着提出)带由中性定冠词 τό 引导的实质化从句(即亚里士多德在723b10处的原话)作直接宾语,构成承接前文原因从句 ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔλεγον 的主句核心。
- 1.11εἰσφέροντος γὰρ τοῦ θήλεος τὴν ὕλην ὑγρότητα οὖσάν τινα τὴν δεκτικὴν τοῦ σπέρματος
属格绝对分词结构 εἰσφέροντος ... τοῦ θήλεος 表情况/伴随。宾格宾语 τὴν ὕλην 由分词短语 ὑγρότητα οὖσάν τινα 作同位语/表语性说明,并进一步由冠词性形容词 τὴν δεκτικὴν τοῦ σπέρματος 所限定。
- 1.11διαλυθέντα δὲ γεννᾷ ταχέως
中性复数不定过去时被动分词 διαλυθέντα 在意念上指向昆虫(τὰ ἔντομα),主动词 γεννᾷ 则遵循中性复数主语使用单数动词的希腊语语法规则。
