← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§28.24-30.12

诸部分的区分与恩培多克勒的性别决定说

斐洛庞诺根据身体诸部分的区分(按能力与受动性质)以及生长的方式(食物的消化与转化),驳斥了精液中已包含实现状态的各部分并脱离自全身的主张,并阐明了亚里士多德所引恩培多克勒关于妊娠中因血液的纯度与寒温而形成雌雄差异的诗句及其脉络(722b30–723a23)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Ἐπεὶ δὲ τὰ μέρη τὰ μὲν δυνάμει τὰ δὲ πάθεσι διώρισται." Ἐπειδή, φησί, τὰ μέρη τὰ μὲν δυνάμει διώρισται, τὰ δὲ πάθεσι, τὰ μὲν ἀνομοιομερῆ τῷ δύνασθαί τι ποιεῖν, οἷον γλῶσσα τῷ δύνασθαι γεύεσθαι καὶ χεὶρ τῷ ἅπτεσθαι, τὰ δὲ ὁμοιομερῆ σκληρότητι, μαλακότητι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις πάθεσιν, ἀλλὰ δὴ καὶ τὸ αἷμα οὐ πάντως ἔχον αἷμα ἐστιν, οὐδὲ μὴν ἡ σὰρξ σάρξ, ἐπεὶ οὖν ταῦθ’ οὕτως, ἀδύνατον τὸ ἀπελθὸν συνώνυμον εἶναι τοῖς μέρεσιν.1 εἰ γὰρ ἐκ μὲν τοῦ αἵματος ἔξεισιν αἷμα, ἐκ δὲ τῆς κεφαλῆς κεφαλὴ καὶ ἐκ τῶν λοιπῶν τὰ ἄλλα, ἔσται αἷμα πρὸ τοῦ γενέσθαι αἷμα, καὶ ὅλως ζῷον πρὸ τοῦ γενέσθαι ζῷον· εἰ δὲ οὐκ ἐκ τοῦ αἵματος ἄπεισιν αἷμα, ἀλλ’ ἔστι τι τὸ δημιουργοῦν καὶ ποιοῦν τὸ αἷμα, οὐδὲ τῆς ὁμοιότητος αἴτιον ἂν εἴη τὸ ἀπιέναι τι ἀπὸ πάντων τῶν μερῶν, ἀλλ’ ἱκανὸν ἀφ’ ἑνὸς μόνου μορίου οἷον τοῦ αἵματος (περίττωμα γὰρ αἵματός ἐστιν, ὡς ἐρεῖ καὶ δείξει, τὸ σπέρμα) ἱκανὸν οὖν ἀπὸ τούτου μόνου ἀπιέναι τὸ σπέρμα· τοῦτο δὲ τὸ σπέρμα ἢ μᾶλλον ἡ ἐν τούτῳ δύναμις μετὰ τοῦ καταμηνίου ποιεῖ ἅπαντα τὰ τοῦ ζῴου μέρη. διὰ τί γὰρ τοῦ αἵματος γινομένου ἐξ ἑνός τινος οὐ γενήσεται καὶ τὰ ἄλλα μέρη ὑπ’ ἐκείνου; λέγει δὲ τὸν λέγοντα λόγον ἐξ αἵματος μὲν ἀπέρχεσθαι αἷμα καὶ ἐκ τῆς κεφαλῆς κεφαλὴν καὶ τὰ λοιπὰ ἐκ τῶν λοιπῶν ἐοικέναι τῷ τοῦ Ἀναξαγόρου λόγῳ τῷ λέγοντι μηδὲν γίνεσθαι· εἶναι γὰρ ἀεὶ τὰς ὁμοιομερείας καὶ ἅπαντα ἐν πᾶσιν. ἀλλ’ ὁ μὲν τοῦ Ἀναξαγόρου λόγος δέδωκε πολλάκις εὐθύνας· τούτους δὲ ἐρωτητέον, τίνα τρόπον ἡ ἀπελθοῦσα ἐκ τῆς κεφαλῆς κεφαλὴ αὔξεται καὶ τὰ ἄλλα μόρια. ὁ μὲν γὰρ Ἀναξαγόρας ἔλεγε τὴν σάρκα αὔξεσθαι καὶ τὰ αἵματα καὶ τὰ ἄλλα μόρια ὑπὸ τῶν σαρκῶν καὶ αἱμάτων καὶ ὀστῶν τῶν ἐνόντων τῷ ἄρτῳ καὶ οἴνῳ· πάντα γὰρ ἐν πᾶσιν ἐκείνῳ ἐδόκει· τοῖς δὲ μὴ λέγουσι μὲν τὰ τοῦ Ἀναξαγόρου, ἀπὸ παντὸς δὲ τοῦ σώματος ἀπιέναι σώματα φάσκουσι πῶς ἑτέρου προσγινομένου μεῖζον ἔσται, εἰ μένει ἡ προσελθοῦσα τροφὴ ἄπεπτός τε καὶ ἀναλλοίωτος; εἰ δὲ φήσουσιν αὐτὴν πέττεσθαί τε καὶ μεταβάλλειν εἰς σάρκας καὶ αἵματα καὶ τὰ λοιπά, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτον εἶναι λέγουσιν, ὥστε δύνασθαι εἰς αἷμα καὶ σάρκας καὶ τὰ λοιπὰ μεταβάλλειν μέρη, ἀλλὰ λέγουσιν ὅτι ἐνεργείᾳ ἔνεισιν ἐν αὐτῷ αἷμα καὶ κεφαλὴ καὶ τὰ λοιπά; ἀλλὰ μὴν οὐδὲ τοῦτο λέγειν αὐτοὺς ἐνδέχεται ὅτι ὥσπερ ἐν τῷ οἴνῳ ἐμμιγνύμενον καὶ κατακεραννύμενον τὸ ὕδωρ αὔξει τὸν οἶνον, οὕτω καὶ ἡ τροφὴ εἰς αἷμα μὲν καὶ σάρκας οὐ μεταβάλλει, ἐμμιγνυμένη δὲ αὐτοῖς αὔξει. οὐδὲ τοῦτο οὖν ἐνδέχεται λέγειν· διὰ τί; ὅτι ὥσπερ ὁ οἶνος πρὸ τοῦ εἰσελθεῖν ἐν αὐτῷ τὸ ὕδωρ ἄκρατος ἦν καὶ καθαρὸς καὶ ὄντως οἶνος, μιχθεὶς δὲ καὶ κατακερασθεὶς οὐκέτι, οὕτω καὶ τὸ αἷμα ἦν ἂν αἷμα πρὸ τοῦ μιχθῆναι τὴν τροφήν, μιχθείσης δὲ οὐκέτι αἷμα, ἀλλά τι ἄλλο· νῦν δὲ ὁρῶμεν ὅτι ὕστερον μᾶλλον καὶ τὸ αἷμα καὶ ἡ σὰρξ καὶ τἆλλα τοῦτό εἰσιν ὅπερ λέγονται, καὶ οὐ πρότερον. ἔτι τὸ λέγειν ὅτι ἔνεισιν ἐν τῷ σπέρματι ἐνεργείᾳ νεῦρα καὶ ὀστᾶ λίαν ἐστὶν ὑπὲρ ἡμᾶς τὸ λεγόμενον· οὐδέποτε γὰρ εἴδομεν ἐν αὐτῷ νεῦρα καὶ σάρκας.

“然而,由于诸部分一部分因能力而区分,另一部分因受动性质而区分。” 他说,既然诸部分一部分因能力而区分,另一部分因受动性质而区分——非同质的部分是因能够有所作为,例如舌由于能够品尝,手由于能够触摸,而同质的部分则是因硬度、软度以及其他此类受动性质——而且血液也并非处于任何状态下都是血液,肉也绝非[处于任何状态下都是]肉,那么,既然这些情况如此,脱离出来的东西便不可能与各个部分同名。因为如果从血液中出来的是血液,从头中出来的是头,从其余部分中出来的是其他部分,那么在成为血液之前就将已有血液存在,总的说来在成为动物之前就将已有动物存在;但如果并非从血液中脱离出血液,而是有某种制作并造成血液的东西,那么有某物脱离自所有部分也就不会是相像的原因,而仅仅从某一个单独的部分(例如血液)脱离出来就足够了(因为正如他将要说到并证明的那样,精液乃是血液的剩余物);因此,精液仅从这一个部分脱离出来就足够了;而这个精液,或者更确切地说是其中的能力,与月经血一起制造出动物的所有部分。因为血液既然由某个单一之物生成,为何其他部分就不会由它生成呢?他说,主张血液出自血液、头出自头、其余出自其余的学说,类似于阿那克萨戈拉主张无物生成的学说;因为同质部分始终存在,且万物在万物之中。然而阿那克萨戈拉的学说已屡遭审问;而对于这些人,则必须询问:从头脱离出来的头以及其他部分是以何种方式增大的?因为阿那克萨戈拉曾说,肉、血液及其他部分是由存在于面包和酒之中的肉、血液和骨骼来增大的(因为在他看来万物在万物之中);但对于那些不采纳阿那克萨戈拉之说、却坚称物体脱离自全身的人来说,如果到来的养料保持未消化且未改变的状态,随着另一物的加入它又如何会变得更大呢?如果他们说养料自身被消化并转化为肉、血液及其余部分,他们为何不从一开始就直接说精液本身就能够转化为血液、肉及其余部分,反而说血液、头及其余部分以实现状态存在于精液之中呢?不仅如此,他们甚至也不可能这样说:正如水混合并调和在酒中使酒增多一样,养料并不转化为血液和肉,而是通过与它们混合而使它们增大。因此连这也不可能说。为什么呢?因为正如酒在水进入其中之前是未经稀释的、纯净的且真正的酒,而在混合调和之后便不再如此,同样,血液在养料混合之前也会是血液,而在混合之后便不再是血液,而是某种别的东西了;然而现在我们看到,血液、肉以及其余部分是在后来才更成其为它们所被称为的东西,而不是在先。再者,说筋腱和骨骼以实现状态存在于精液之中,所说的实在远远超出了我们的[认知范围];因为我们从未在精液中见到过筋腱和肉。

§1.10

"Πρὸς δὲ τούτοις εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῇ κυήσει διαφέρει." Ὅτι μὲν οὖν τὰ αἵματα, ἐξ ὧν γίνεται τὰ ἄρρενα, διαφέρει ἐν τῇ κυήσει τῶν αἱμάτων, ἐξ ὧν γίνεται τὰ θήλεα, τεθεώρηται ἱκανῶς· καθαρώτερα γὰρ καὶ θερμότερα ἀφ’ ὧν τὰ ἄρρενα γίνεται, ψυχρότερα δὲ τὰ ἀφ’ ὧν τὰ θήλεα. λέγει δὲ τοῦτο καὶ Ἐμπεδοκλῆς· ἀσαφῶς δὲ τέθεικε τὰ τοῦ Ἐμπεδοκλέους διὰ τὸ μὴ ὁλόκληρα ἀπαγγεῖλαι τὰ ἔπη, ἀλλὰ μόνας αὐτῶν τὰς ἀρχὰς καὶ ταύτας οὐκ ἀπὸ τῶν ἐφεξῆς ἀλλήλοις ὄντων στίχων, ἀλλὰ πόρρω ἀπ’ ἀλλήλων ὄντων. καὶ τὸ μὲν δηλούμενον διὰ τοῦ “ἐν δ’ ἐχύθη καθαροῖσι” τοιοῦτον ἂν εἴη· τὸ δὲ ἄρρεν χέεται ἤτοι συνίσταται ἀπὸ καθαρωτέρων καὶ θερμοτέρων αἱμάτων, τὰ δὲ τῶν αἱμάτων τελέθουσι καὶ γίνονται γυναῖκες ψυχθέντα. ἐν δὲ τῇ λέξει τῇ πρὸς δὲ τούτοις εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῇ κυήσει διαφέρει λείπει τὸ ἀδύνατον ἀπὸ παντὸς σώματος ἀπιέναι πάντα·2 εἰ γὰρ νῦν μὲν θερμότερά εἰσι τὰ αἵματα νῦν δὲ ψυχρότερα, οὐκ ἐξέρχονται ἐνεργείᾳ ἀπὸ τοῦ σώματος, ἀλλ’ ἔστι τι τὸ δημιουργοῦν αὐτὰ τοιάδε ἢ τοιάδε κατὰ τὴν οἰκείαν ἐπικράτειαν.

“除这些之外,如果雌性与雄性在妊娠中有所不同。” 因此,生成雄性所源自的血液在妊娠中不同于生成雌性所源自的血液,这一点已得到了充分的考察;因为生成雄性所源自的血液更为纯净且更为温热,而生成雌性所源自的则更为寒冷。恩培多克勒也指出了这一点;但是他[亚里士多德]之所以将恩培多克勒的学说表述得含混,是因为没有完整地引述诗行,而仅仅引述了它们的开端,而且这些开端不是出自相互连续的诗行,而是出自彼此相距甚远的诗行。通过“注入纯净之物中”所表明的内容应当是这样的:雄性乃是从更为纯净且温热的血液中被注入或构成的,而变冷的血液[所生成者]则成为女人并生成。而在“除这些之外,如果雌性与雄性在妊娠中有所不同”这一词句中,缺少了“所有部分脱离自全身是不可能的”;因为如果血液有时更为温热,有时更为寒冷,它们就不是以实现状态从身体中出来的,而是存在某种根据其特有的优势将它们制作成这种或那种状态的东西。

语法注2 条
  1. 1.9ἐπεὶ οὖν ταῦθ’ οὕτως, ἀδύνατον τὸ ἀπελθὸν συνώνυμον εἶναι τοῖς μέρεσιν

    承接句首由 Ἐπειδή 引出的长因果从句(关于非同质部分与同质部分的定义以及血液和肉的规定),在主句之前以 ἐπεὶ οὖν ταῦθ’ οὕτως(“既然这些情况如此”)对原因进行再次概括,从而引出主句 ἀδύνατον τὸ ἀπελθὸν συνώνυμον εἶναι τοῖς μέρεσιν。这是小词 οὖν 的复指用法(resumptive),用以防止因插入具体例证而使句式结构松弛。

  2. 1.10λείπει τὸ ἀδύνατον ἀπὸ παντὸς σώματος ἀπιέναι πάντα

    亚里士多德引文中的条件从句(εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῇ κυήσει διαφέρει)缺乏相应的归结主句,因此注释家明确指出此处为省略结构(elliptical conditional),在文意上应当补足“所有部分脱离自全身是不可能的”作为归结主句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:28.24-30.12