← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§27.4-28.23

关于父母分供身体部位的恩培多克勒学说批判

注疏者阐明了亚里士多德所引用的恩培多克勒的生殖学说(即父母双方各自提供不同的身体部分),并解释了亚里士多德的反驳:分离的部分既不可能独立存活,也无法作为各自有灵魂的部分融合成单一的有机体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#2

ὁ γὰρ δὴ Ἐμπεδοκλῆς ἔλεγεν ἀπέρχεσθαι καὶ ἀπὸ τοῦ πατρὸς καὶ ἀπὸ τῆς μητρὸς μέρη, ἀλλ’ οὐχ ὥσπερ ἐκεῖνοι· ἐκεῖνοι μὲν γὰρ ὅτι καὶ ἀπὸ τοῦ πατρὸς πάντα ὅσα συνίστησι τὸ ζῷον καὶ ἀπὸ τῆς μητρὸς ὁμοίως τὰ αὐτὰ πάντα, ὁ δὲ Ἐμπεδοκλῆς ἔλεγεν ὅτι τινὰ μὲν ἀπὸ τοῦ πατρὸς τινὰ δὲ ἀπὸ τῆς μητρός, ἀπὸ μὲν οὖν τοῦ πατρὸς τὰ κυριώτερα, οἷον κεφαλὴ καρδία ἧπαρ καὶ τὰ ὅμοια, ἀπὸ δὲ τῆς μητρὸς τὰ ἀκυρότερα, οἷον χεῖρες πόδες τὰ ὅμοια. τοῦτό τε οὖν ἔλεγεν ὁ Ἐμπεδοκλῆς καὶ πρὸς τούτῳ ὅτι καὶ τὰ ἀπὸ τοῦ πατρὸς ἐξερχόμενα ἔτι ὄντα ἐν τῷ πατρὶ ζῇ, καὶ τὰ ἀπὸ τῆς μητρὸς ὁμοίως. ὥστε συμφωνότερα καὶ τοῖς φαινομένοις λέγει Ἐμπεδοκλῆς· οὐ γὰρ ἀναγκάζει ὁ τούτου λόγος δίδυμα τίκτειν πάσας καὶ πάντοτε τὰς γυναῖκας. οἷον οὖν σύμβολον καὶ συνδρομὴν καὶ συνέλευσιν τῶν ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς ἐξελθόντων μορίων ἀπεφαίνετο ὁ Ἐμπεδοκλῆς εἶναι τὸ τεχθέν, ἀλλ’ οὔτε μόνου τοῦ πατρὸς οὔτε μόνης τῆς μητρός. εἰπὼν δέ “ἡ μὲν ἐν ἀνδρὸς” οὐκ ἀπέδωκε τὸ ἡ δὲ ἐν γυναικός.1 ἔτι εἴπερ καὶ ἀπὸ τῆς μητρὸς πάντα ἐξέρχεται, ὅσα συνίστησι τὸ ζῷον, ἔχει δὲ ἡ μήτηρ ἐν ἑαυτῇ οὐ μόνον ταῦτα πάντα τὰ δυνάμενα συστῆσαι τὸ ζῷον, ἀλλὰ καὶ ὑποδοχήν, αὕτη δέ ἐστιν ἡ ὑστέρα, ἐν ᾗ συναθροίζεται τὰ τοιαῦτα μέρη, διὰ τί οὐ γεννᾷ ἐξ αὑτῆς καὶ ἀνδρὶ μὴ πλησιάσασα; τὰ μὲν οὖν ἄρρενα ἔστω μὴ γεννᾶν ἐξ αὑτῶν, ὅτι μηδὲ ὑστέραν ἔχει καὶ ὑποδοχήν, τὰ δὲ θήλεα διὰ τίνα ποτὲ αἰτίαν καὶ χωρὶς ἄρρενος οὐ γεννᾷ; καὶ δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἅπαντα ἀπέρχεται· ἦ γὰρ ἂν ἐγέννα ἐξ αὐτῶν τὰ θήλεα· ἀλλ’ εἴπερ ὅλως δοτέον ὅτι ἀπέρχεται, οὕτως ἂν ἀπήρχετο, ὥσπερ Ἐμπεδοκλῆς λέγει ὅτι τὰ μὲν κυριώτερα ἀπὸ τοῦ πατρός, τὰ δὲ μὴ τοιαῦτα ἀπὸ τῆς μητρός· ὥστε καὶ ἀνάγκη κατὰ τὸν τοῦ Ἐμπεδοκλέους λόγον ὁμιλίαν γενέσθαι καὶ συνδυασμόν, εἰ μέλλει σύλληψις γενέσθαι. εἰ γὰρ μὴ συνέλθοι ἀμφότερα τό τε ἄρρεν καὶ τὸ θῆλυ, πῶς ἂν τὰ ἀπὸ τοῦ πατρὸς ἐξερχόμενα (ταῦτα δ’ ἦν τὰ κυριώτερα) μετὰ τῶν ἀπὸ τῆς μητρὸς ἐξερχομένων ἑνωθεῖεν; ἀλλὰ καὶ τὰ ὑπὸ τοῦ Ἐμπεδοκλέους λεγόμενα ἀδύνατά ἐστι, κἂν συμφωνότερα τοῖς φαινομένοις τυγχάνῃ. καὶ πῶς ἀδύνατα, ἐπάγει· ὥσπερ γάρ, φησί, καὶ μεγάλα ὄντα τὰ ἀνομοιομερῆ, ἡνίκα τὸ νεῖκος τῆς φιλίας ἐπεκράτησεν, οὐκ ἠδύνατο ἔμψυχα εἶναι (ἐμψύχους γὰρ καὶ αἴσθησιν ἐχούσας ἔλεγε τὰς ἀναύχενας κόρσας) ὥσπερ οὖν αἱ μεγάλαι ἐκεῖναι κεφαλαὶ οὐκ ἠδύναντο ἔμψυχοι εἶναι καὶ αἰσθητικαὶ κεχωρισμέναι οὖσαι τῶν ὁλοτήτων, ὁμοίως δὲ οὐδὲ αἱ μεγάλαι ἐκεῖναι χεῖρες καὶ τἆλλα, οὕτως ἀδύνατον καὶ τὴν ἀπὸ τοῦ πατρὸς ἐξερχομένην βραχυτάτην κεφαλὴν καὶ τἆλλα, ὅσα λέγει ἐξ αὐτοῦ ἐξέρχεσθαι, κεχωρισμένα ὄντα ἀπ’ ἀλλήλων ζῆν τε καὶ αἰσθάνεσθαι. οὔτε οὖν ἄψυχα ὄντα καὶ κεχωρισμένα ὄντα ἀπ’ ἀλλήλων δύναται σώζεσθαι, ἀλλὰ σήπεται καὶ φθείρεται, οὔτε μὴν ἔμψυχα καὶ ὥσπερ εἰ ζῷα ὄντα πλείω δύναται συνελθεῖν καὶ συμφύεσθαι ἀλλήλοις εἰς ἑνὸς ζῴου ἀπαρτισμόν· οὐδὲν γὰρ ζῷον ὁρῶμεν ἐκ πολλῶν ζῴων συγκείμενον. ἀλλὰ μὴν ὥσπερ Ἐμπεδοκλῆς ἔλεγεν ἐπὶ τῆς φιλότητος, τουτέστιν ἐπὶ τῇ ἥττῃ μὲν τῆς φιλότητος ἐπικρατείᾳ δὲ τοῦ νείκους,2 συναθροισθῆναι ἐν τῇ γῇ τὰς κεφαλὰς καὶ χεῖρας καὶ τὰ ἄλλα πάντα μέρη ἔμψυχα ὄντα καὶ αἴσθησιν ἔχοντα, εἶτα ἐκ τούτων ὥσπερ ἀπὸ ζῴων πολλῶν γενέσθαι ἕκαστον τῶν ζῴων, οὕτω συμβαίνει λέγειν καὶ τοῖς ἀπὸ πάντων τῶν μερῶν ἀπιέναι πάντα λέγουσιν. ἀδύνατον δὲ ζῷα ὄντα τὰ τοιαῦτα μέρη συνιόντα συναθροισθῆναι εἰς ἕνα τόπον καὶ ἀλλήλοις συμφῦναι. εἶτα πῶς κεχωρισμένα ὄντα ἀπ’ ἀλλήλων διέσπασται ἤτοι τέτακται καὶ καθ’ αὑτὸ ἀφώρισται τὸ ἄνω καὶ κάτω καὶ αἱ λοιπαὶ δύο περιστάσεις; πῶς οὖν δὴ γέγονεν εὔτακτος ἡ τούτων θέσις, ἀλλὰ μὴ ὡς ἔτυχε; τὰ μὲν οὖν λεγόμενα τοιαῦτα· τὴν δὲ λέξιν τὴν ὥσπερ γὰρ καὶ μεγάλα ὄντα ἀδύνατον διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, καθάπερ Ἐμπεδοκλῆς γεννᾷ, οὕτως ἀναγνωστέον·3 ἀδύνατον γὰρ διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, ὥσπερ καὶ μεγάλα ὄντα, καθάπερ φησὶν Ἐμπεδοκλῆς.

因为恩培多克勒确实曾说过,部分既从父亲也从母亲脱离出来,但并不像那些人[柏拉图等人]所说的那样。因为那些人[说]构成动物的所有部分既出自父亲,这所有同样的部分同样也出自母亲,而恩培多克勒则说,某些部分出自父亲,某些部分出自母亲;也就是说,出自父亲的是更为首要的部分,例如头、心脏、肝脏及类似之物,而出自母亲的是不那么首要的部分,例如双手、双足及类似之物。恩培多克勒不仅这样说,而且除此之外还说,从父亲出来的部分在尚在父亲体内时就是活着的,从母亲出来的部分同样如此。因此恩培多克勒所说的话与现象也更为吻合;因为他的论点并不强求所有的妇女始终产下双胞胎。因此恩培多克勒表明,所生之物乃是从父亲和母亲出来的各个部分的某种符契、会合与联结,而不是仅仅属于父亲或仅仅属于母亲。而在说了“一部分在男人的[精液]中”之后,[亚里士多德]并未补足“另一部分在女人的[精液]中”。再者,如果构成动物的所有部分也从母亲出来,而且母亲在自身之中不仅具有能够构成动物的所有这些部分,还具有容纳处(这便是子宫,此类部分在其中聚集),她为何不在不接近男人的情况下就从自身生育呢?就算雄性由于没有子宫和容纳处而不能从自身生育,雌性究竟又是出于什么原因在没有雄性的情况下无法生育呢?显然,并不是所有部分都脱离自全身;否则雌性就会从自身生育了。然而,如果无论如何都必须承认脱离,那也就会像恩培多克勒所说的那样脱离,即更为首要的部分出自父亲,而非此类部分出自母亲;因此按照恩培多克勒的学说,若要有受孕发生,交合与配对也是必然要发生的。因为如果雄性与雌性双方不结合在一起,从父亲出来的部分(这些是更为首要的部分)又如何能与从母亲出来的部分结合为一呢? 然而恩培多克勒所说的事情也是不可能的,即便它们碰巧与现象更为吻合。而且他[亚里士多德]进而指出了它们如何是不可能的:因为他说,正如非同质的部分即便巨大,在争吵战胜友爱的时期也无法具有灵魂(因为恩培多克勒曾说无颈的头颅具有灵魂并拥有感觉)——因此,正如那些巨大的头颅在脱离整体时无法具有灵魂和感觉能力,那些巨大的双手以及其余部分同样如此,从父亲出来的极小头颅以及他说从父亲出来的所有其他部分,在彼此分离的状态下同样不可能活着并具有感知。因此,它们既不可能在无灵魂且彼此分离的状态下得以保全,而是会腐烂并毁灭;也绝不可能在有灵魂且仿佛是多个动物的情况下,为了完成一个动物而汇聚并彼此愈合在一起;因为我们没有见到过任何由许多动物组合而成的动物。不仅如此,正如恩培多克勒所说,在友爱的时期(即在友爱落败而争吵占优之时),头、手和所有其他部分在拥有灵魂和感知的情况下聚集在大地上,随后从这些部分中仿佛从许多动物中一样生成了每个动物,对于那些主张所有部分脱离自所有部分的人来说,得出的结论也是如此。然而此类部分作为动物汇聚到一个地方并彼此愈合,这是不可能的。再者,它们在彼此分离的状态下,上下以及其余两个方位如何被拆散,或者说如何被自行排列并确定下来?那么这些部分的布置又如何变得井然有序而非出于偶然呢?所言之事便是如此。至于“因为正如即便巨大,被拆散时也不可能保全并具有灵魂,正像恩培多克勒所生成的那样”这一词句,应当这样来读:“因为被拆散时不可能保全并具有灵魂,正如即便巨大时也是如此,正如恩培多克勒所言”。

语法注3 条
  1. 1.8εἰπὼν δέ “ἡ μὲν ἐν ἀνδρὸς” οὐκ ἀπέδωκε τὸ ἡ δὲ ἐν γυναικός.

    针对亚里士多德引用恩培多克勒残篇文句的注记。注疏者指出亚里士多德在此处使用了停顿/省略:在引用了前半句“一部分在男人的[精液]中……”之后,并未补充与之呼应的后半句“另一部分在女人的[精液]中……”。

  2. 1.8ἐπὶ τῆς φιλότητος, τουτέστιν ἐπὶ τῇ ἥττῃ μὲν τῆς φιλότητος ἐπικρατείᾳ δὲ τοῦ νείκους

    对亚里士多德原文中介词短语 ἐπὶ τῆς φιλότητος(在友爱之下/时期)的解释。注疏者通过 τουτέστιν(即)指明,此处并非指友爱处于绝对统治的时期,而是指友爱落败、争吵(Neikos)逐渐占据上风的过渡宇宙阶段。

  3. 1.8τὴν δὲ λέξιν τὴν ὥσπερ γὰρ καὶ μεγάλα ὄντα ἀδύνατον διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, καθάπερ Ἐμπεδοκλῆς γεννᾷ, οὕτως ἀναγνωστέον

    关于亚里士多德文句倒装(hyperbaton)的句法重构指导。由于原文字序中比较从句 ὥσπερ γὰρ καὶ μεγάλα ὄντα 倒置在主句谓语 ἀδύνατον... σώζεσθαι 之前造成理解困难,注疏者指出应将主句谓语提前,将比较从句置于其后进行阅读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:27.4-28.23