← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§25.14-27.3

关于微小部分分离与连续的泛生论反驳

为了阐明亚里士多德在722b3处的反驳,斐洛庞奴斯首先整理了微小身体部分包裹在液体中流出的泛生论观点,并通过考察这些部分是活着的且分离的还是活着的且连续的这一抉择进行反驳,并进一步指出若父母双方都排出全部部分则必然总是生出双胞胎的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#1

" Ἔτι εἰ μὲν διεσπαρμένα τὰ μέρη ἐν τῷ σπέρματι, πῶς ζῇ;" Πρὸ τῆς τῶν λεγομένων σαφηνείας ἄξιόν ἐστιν ἡμᾶς ἀναμνησθῆναι τῆς δόξης τῶν λεγόντων ἀπὸ παντὸς τοῦ σώματος, οὐ μόνον τοῦ ἄρρενος ἀλλὰ καὶ τοῦ θήλεος, ἀπέρχεσθαι τὸ σπέρμα, καὶ τίνα ἔλεγον εἶναι τὴν τοῦ σπέρματος φύσιν· οὕτω γὰρ ἂν σαφὴς ἡμῖν ἔσται ἡ τῶν λεγομένων διάνοια. ὁ Πλάτων ἀπὸ παντὸς τοῦ σώματος τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος λέγων ἀπέρχεσθαι τὸ σπέρμα οὐ τοιοῦτόν τι σπέρμα ἀπέρχεσθαι ἔφασκεν, ὁποῖον ἅπαντες ἴσμεν, ἀλλ’ ὅτι ἀπὸ μὲν τῆς τοῦ πατρὸς κεφαλῆς ἔξεισι πάνυ σμικροτάτη κεφαλὴ καὶ ἀναίσθητος διὰ σμικρότητα, ὁμοίως καὶ ἀπὸ τῶν χειρῶν χεῖρες καὶ τῶν ποδῶν πόδες καὶ τοῦ ἥπατος ἧπαρ καὶ τῶν ἄλλων ὁμοίως, παραπλήσιον δὲ καὶ ἀπὸ τῆς μητρός, ἐν δὲ τῇ ὑστέρᾳ αὔξησίν τε καὶ σύνθεσιν λαβόντα οὕτως ἐξέρχεται θύραζε. τοῦτό τε ἔλεγε καὶ ὅτι τὸ συνάθροισμα τῶν τοιούτων μερῶν οὐ καθ’ αὑτὸ ἐξέρχεται, ἀλλὰ καὶ μετά τινος ὑγρασίας περισχούσης αὐτὰ τὰ μέρη, ὥσπερ ὁ ἀμφορεὺς τὸν οἶνον· καὶ κυρίως μέν, φησί, σπέρμα καὶ εἰσὶ καὶ λέγονται τὰ εἰρημένα μόρια· διὰ δὲ ταῦτα λέγεται καὶ ἡ περιέχουσα αὐτὰ ὑγρότης σπέρμα, ὥσπερ πολλάκις καὶ ὁ ἀμφορεὺς οἶνος διὰ τὸν περιεχόμενον ὑπ’ αὐτοῦ οἶνον. τούτων οὕτως ὑπομνησθέντων ἐπὶ τὴν τῶν λεγομένων σαφήνειαν ὁρμητέον. δείξας ὅτι ἀδύνατόν ἐστι διὰ τὴν ὁμοιότητα λέγειν ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος σπέρμα, νῦν εὐθύνει καὶ καθ’ αὑτὸ τὸ δόγμα. ἐκ διαιρέσεως δὲ κἀνταῦθα τὸν ἔλεγχον ἐπάγει· διὰ δὲ τὸ μὴ θεῖναι τὴν διαίρεσιν, ἀλλὰ πρὸς ἕκαστον τῶν τμημάτων αὐτῆς ἐπάγειν τὸν ἔλεγχον ἀσάφειαν πάνυ πολλὴν πεποίηκεν. εἴη δ’ ἂν ἡ διαίρεσις τοιαύτη· πότερον ἡ ἐξερχομένη ὑγρασία καὶ σπέρμα λεγομένη περιέχουσά τε ἐν ἑαυτῇ ὥσπερ ἀγγεῖόν τι κεφαλὴν πάνυ σμικροτάτην σπλῆνά τε ὁμοίως λίαν βραχύτατον καὶ χεῖρας καὶ τὰ λοιπὰ πάντα μέρη ζῶντά εἰσιν ἐν αὐτῇ,1 ὥσπερ καὶ λέγουσιν, καὶ ζῇ ἕκαστον τούτων καὶ αἰσθάνεται, ἢ νεκρά ἐστι; καὶ ἆρα συνεχῆ εἰσιν ἀλλήλοις ἢ κεχώρισται καὶ ἀπολέλυται ἀπ’ ἀλλήλων; εἰ δὴ ζῶσι καὶ αἰσθάνονται, εἰσὶ δὲ ἀπολελυμένα ἀπ’ ἀλλήλων, εἰπάτωσαν ἡμῖν, πῶς ζῶσιν; ὥσπερ γὰρ ἡ ἀποκοπεῖσα κεφαλὴ καὶ χωρὶς οὖσα τοῦ ὅλου οὐ δύναται ζῆν, ὁμοίως δὲ οὐδὲ ἡ χεὶρ οὐδ’ ἄλλο οὐδέν, οὕτως οὐδὲ τὰ ἐν τῷ σπέρματι μέρη κεχωρισμένα καὶ διεσπαρμένα ὄντα ἀπ’ ἀλλήλων δύνανται ζῆν. εἰ δέ εἰσι καὶ ζῶντα καὶ συνεχῆ, ἔσται τι ζῷον μικρὸν καὶ πρὸ τοῦ γενέσθαι ζῷον. τὸ γὰρ σπέρμα διὰ τοῦτο εἴσεισιν ἐν τῇ ὑστέρᾳ διὰ τὸ γενέσθαι ἐξ αὐτοῦ ὡς ἐκ μὴ ζῴου ζῷον· ἕκαστον γὰρ τῶν γινομένων ἐκ τῆς οἰκείας γίνεται ἀποφάσεως, ὡς ἐν τῷ Α δέδεικται τῆς Φυσικῆς ἀκροάσεως. ἔσται ἄρα ζῷον καὶ πρὸ τοῦ εἰς τὴν ὑστέραν εἰσελθεῖν καὶ πρὸ τοῦ ζῷον ὅλως γενέσθαι. ἔτι εἰ κεφαλὴ ἀπέρχεται ἀπὸ τῆς τοῦ πατρὸς κεφαλῆς καὶ χεῖρες ἀπὸ τῶν χειρῶν, καὶ τἆλλα ἀπὸ τῶν ἄλλων, δῆλον ὡς καὶ αἰδοῖον ἄπεισιν ἐκ τοῦ αἰδοίου. ὅταν οὖν τέκῃ ἡ μήτηρ θῆλυ, πῶς οὐκ ἔχει τὸ τεχθὲν αἰδοῖον οἷον τὸ τοῦ πατρός, ἀλλ’ ἕτερον οἷον τὸ τῆς μητρός; εἰ δὲ φήσουσιν ὅτι ὅσα ἀπὸ τοῦ πατρὸς ἀπέρχεται μέρη, τοσαῦτα καὶ ἀπὸ τῆς μητρός, καὶ ἐπὶ τούτῳ διαφέρει τὸ τοῦ γεννηθέντος αἰδοῖον πρὸς τὸ τοῦ πατρός, ἀνάγκη δύο τίκτειν ἀεὶ τὴν μητέρα, καὶ ᾧ μὲν προσήρμοσε τὸ ἀπὸ τοῦ πατρὸς αἰδοῖον, τοῦτ’ εἶναι ἄρρεν, ᾧ δὲ τὸ ἀπὸ τῆς μητρός, τοῦτο θῆλυ. εἰ γὰρ πάντα, ὅσα συνίστησι τὸ ζῷον, ἔξεισιν ἀπὸ τοῦ πατρός, ταὐτὰ δὲ πάντα καὶ ἀπὸ τῆς μητρός, ἀνάγκη δύο τίκτειν ἀεί· νῦν δ’ οὐχ ὁρῶμεν πάσας οὐδὲ πάντοτε ἀνὰ δύο τικτούσας τὰς γυναῖκας, ἀλλ’ ὀλίγαι διδυμοτοκοῦσι καὶ οὐκ ἀεί. ἀλλ’ εἴπερ οὕτω χρὴ λέγειν ὅτι ὁμοίως καὶ ἀπὸ πάντων τῶν τοῦ πατρὸς καὶ ἀπὸ πάντων τῶν τῆς μητρὸς μορίων ἐξέρχεται μόρια, εἰ χρὴ οὕτω λέγειν, συμφωνότερα τῷ τοιούτῳ λόγῳ καὶ ὁμολογούμενα μᾶλλον λέγει Ἐμπεδοκλῆς. ἀλλ’ εἴπερ ἕτερά πῃ,2 τουτέστιν ἀλλ’ εἴπερ ἕτερά εἰσι τὰ εὔλογα καὶ ἀληθῆ, ἃ μέλλει λέγειν αὐτός, πρὸς μὲν τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα συμφωνότερα τὰ τοῦ Ἐμπεδοκλέους, πρὸς δὲ τὰ ἀληθῶς ὑπὸ τούτου λεχθησόμενα λέγει οὐ καλῶς.

“再者,如果精种中的各部分是分散的,它们如何活着?” 在阐明所言之事以前,值得我们回忆一下那些主张精种不仅从雄性而且从雌性的全身脱离的人们的见解,以及他们曾说精种的本性是什么;因为这样一来,所言之事的含义对我们而言就清楚了。柏拉图在主张精种脱离自雄性与雌性的全身时,曾声称脱离的并非我们大家都知道的那种精种,而是从父亲的头部出来一个极其微小且因微小而不可感知的头部,同样地,从双手出来双手,从双足出来双足,从肝脏出来肝脏,其余各部分亦同样,从母亲那里也出来类似的部分,它们在子宫中获得生长与合成,如此才出到体外。他既这样说,又说这类部分的聚合体并非独自出来,而是伴随着某种包裹着这些部分本身的液体一同出来,正如酒瓮[包容]酒一样;而且他说,严格意义上说,上述各部分既是精种亦被称为精种;但由于这些部分,包裹它们的液体也被称为精种,正如酒瓮常因其所容纳的酒而被称作酒一样。 在这样回忆了这些之后,应当进而阐明所言之事。在指明了由于相似性而不能说精种来自全身之后,他现在也对这一学说本身进行检验。他在此处同样依据划分法来进行反驳;但由于他没有摆出这种划分,而是直接针对其各个划分环节进行反驳,因而造成了极大的含混。这一划分当是如下的:究竟那流出的被称为精种的液体,有如器皿一般在自身之中包含着极微小的头、同样极微小的脾、手以及所有其余的部分——[这些部分]在它之中是活着的(正如他们所说的那样),并且它们各自活着并具有感知,还是死去的?它们是彼此连续的,还是彼此隔开且分离的?如果它们确实活着并具有感知,却是彼此分离的,就让他们告诉我们,它们如何活着;因为正如被砍下的头颅在离开整体时无法存活,手或任何其他部分同样也不能存活,精种中的各部分在彼此隔开和分散的状态下同样无法存活。如果它们既活着又是连续的,那么甚至在动物生成之前就会存在某种微小的动物;因为精种进入子宫正是为了从它(如从非动物)生成动物;因为每一个生成之物都是从其固有的否定中生成的,正如在《物理学》第一卷中所证明的那样。因此,不仅在进入子宫之前,而且在动物完全生成之前,就已经会有动物存在了。再者,如果头来自父亲的头,手来自手,其余部分来自其余部分,显然生殖器也来自生殖器。那么,当母亲生下雌性时,为何生下的孩子没有像父亲那样的生殖器,却有像母亲那样的不同生殖器呢?如果他们说,从父亲脱离出多少部分,从母亲也脱离出多少部分,生出者的生殖器与父亲的差异便在于此,那么母亲就必然总是生出两个孩子,凡是父亲的生殖器所配合的便是雄性,凡是母亲的生殖器所配合的便是雌性。因为如果构成动物的所有东西都从父亲出来,而所有这些同样的东西也都从母亲出来,就必然总是生出两个;但实际上我们并未见到所有妇人每次都生两个,亦非总是如此,只有少数人产下双胞胎,且非常态。然而,如果必须这样说,即部分同样地从父亲的所有部分以及从母亲的所有部分出来——如果必须这样说的话——恩培多克勒所说的与此类论点更加吻合且更为一致。但是“如果以某种方式另当别论”,即如果他自己将要言说的合乎情理且真实之事是另一回事,那么相对于其他人所说的话,恩培多克勒的观点更为吻合,但相对于这位[亚里士多德]将要真实言说的事物而言,[恩培多克勒]说得并不妥当。

语法注2 条
  1. 1.8πότερον ἡ ἐξερχομένη ὑγρασία καὶ σπέρμα λεγομένη περιέχουσά τε ἐν ἑαυτῇ ὥσπερ ἀγγεῖόν τι κεφαλὴν πάνυ σμικροτάτην σπλῆνά τε ὁμοίως λίαν βραχύτατον καὶ χεῖρας καὶ τὰ λοιπὰ πάντα μέρη ζῶντά εἰσιν ἐν αὐτῇ

    此句呈现破格构文(anacoluthon):句首以阴性单数主格“ἡ ἐξερχομένη ὑγρασία... περιέχουσά τε...”(流出的包含……的液体)开始,但谓语部分却转为中性复数“ζῶντά εἰσιν ἐν αὐτῇ”(在它之中是活着的),实际的主语转移到了包含在液体内部的各个部分(μέρη)。

  2. 1.8ἀλλ’ εἴπερ ἕτερά πῃ

    此处省略性地引述了亚里士多德的原句(722b17,“ἀλλ’ εἴπερ ἕτερά πῃ”)。注解者紧接着以“τουτέστιν ἀλλ’ εἴπερ ἕτερά εἰσι τὰ εὔλογα καὶ ἀληθῆ”(即如果合乎情理且真实的事物是另一回事)对其进行转述,指出亚里士多德即将阐述的自身学说既不同于普通的泛生论亦不同于恩培多克勒。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:25.14-27.3