- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:24.1-25.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞劳注疏亚里士多德《动物之生成》722a16,通过同质部分与异质部分的区分反驳全生说,论证相似性的原因不在于精种从各部分中脱离,而在于塑造复合物形态的成因。
" Ἔτι δὲ πότερον ἀπὸ τῶν ὁμοιομερῶν 〈μόνον〉 ἀπέρχεται ἀφ’ ἑκάστου." Ἐκ διαιρέσεως ἐπάγει τὸν ἔλεγχον τοῖς ἀπὸ παντὸς λέγουσι τοῦ σώματος ἐξέρχεσθαι τὸ σπέρμα. ἐρωτᾷ οὖν, πότερον ἀπὸ τῶν ὁμοιομερῶν μόνον οἷον σαρκὸς καὶ ὀστοῦ καὶ νεύρου καὶ τῶν τοιούτων ἀπέρχεται τὸ σπέρμα, ἐκ δὲ τῶν ἀνομοιομερῶν οἷον προσώπου, χειρὸς καὶ τῶν ἄλλων οὐδαμῶς, ἢ ἐκ τούτων μέν, ἐκ δὲ τῶν ὁμοιομερῶν οὐδὲν ὅλως, ἢ καὶ ἐκ τούτων καὶ ἐξ ἐκείνων. εἰ μὲν οὖν ἀπ’ ἐκείνων μόνων ἤτοι τῶν ὁμοιομερῶν ἀπέρχεται τὸ σπέρμα, ἐοίκασι δὲ μᾶλλον οἱ παῖδες τοῖς γονεῦσι κατὰ τὰ ἀνομοιομερῆ (οὐ γὰρ δὴ κατὰ τὴν σάρκα καὶ ὅλως τὰ ὁμοιομερῆ ἡ ὁμοιότης γίνεται, ἀλλὰ κατὰ τὸ πρόσωπον καὶ κατὰ τὰς χεῖρας καὶ πάντα τὰ ἀνομοιομερῆ) εἴπερ οὖν μηδὲ τὰ ἀνομοιομερῆ ὅμοιά εἰσι διὰ τὸ ἀπιέναι ἀπ’ αὐτῶν σπέρμα, (ὑπόκειται γὰρ μὴ ἀπέρχεσθαι ἀπ’ αὐτῶν), τί κωλύει καὶ τὰ ὁμοιομερῆ ὅμοια εἶναι μηδενὸς ἀπελθόντος ἀπ’ αὐτῶν, εἶναι δὲ ὅμοια δι’ ἄλλην τινὰ αἰτίαν; εἰ δέ φασιν ὅτι ἀπὸ τῶν ἀνομοιομερῶν μόνον ἐξέρχεται τὸ σπέρμα, πρῶτον μὲν ψεῦδος τὸ λέγειν ὅτι ἀπὸ πάντων τῶν μερῶν ἀπέρχεται· ὑπόκειται γὰρ ἀπὸ τῶν ὁμοιομερῶν μὴ ἀπέρχεσθαι· ἔπειτα ἐπειδὴ τὰ ἀνομοιομερῆ ὕστερά εἰσι τῶν ὁμοιομερῶν, (σύνθεσις γὰρ ὁμοιομερῶν τὰ ἀνομοιομερῆ) ἐπεὶ οὖν ὕστερά εἰσιν, εἰ μὴ ἀπὸ τῶν ὁμοιομερῶν ἀπέρχεταί τι, οὐδὲ ἀπὸ τῶν ἀνομοιομερῶν· εἰ γὰρ μήτε ἐκ τοῦ οἴνου ἀπέλθῃ τι μήτε ἐκ τοῦ μέλιτος, δῆλον ὡς οὐδ’ ἐκ τοῦ συνθέτου τοῦ οἰνομέλιτος. εἰ οὖν λέγουσιν ὅτι καὶ ἀπὸ τῶν ὁμοιομερῶν καὶ ἀπὸ τῶν ἀνομοιομερῶν ἀπέρχεται σπέρμα, εἰπάτωσαν ἡμῖν τὸν τῆς γενέσεως τρόπον, πῶς ἐστι δυνατὸν γίνεσθαι ἄλλο μὲν ἀπὸ τῶν ὁμοιομερῶν σπέρμα, ἄλλο δὲ ἀπὸ τῶν ἀνομοιομερῶν, εἴπερ τὰ ἀνομοιομερῆ οὐδὲν ἄλλο εἰσὶν ἢ σύνθεσις τῶν ὁμοιομερῶν, ἡ δὲ σύνθεσις θέσις τις καὶ πάθος· ἐκ δὲ τοῦ πάθους καὶ τῆς θέσεως πῶς ἂν ἀπέλθοι σπέρμα; τὸ δὴ λέγειν ὅτι ἀπὸ τῶν ἀνομοιομερῶν ἀπέρχεται σπέρμα ταὐτόν ἐστι τῷ λέγειν ὅτι ἐκ τῶν ὁμοιομερῶν. ὥσπερ κἂν εἰ ἀπὸ τοῦ γεγραμμένου ὀνόματος (ἀναλογεῖ γὰρ τοῦτο τοῖς ἀνομοιομερέσιν) ὥσπερ οὖν ἐπὶ τούτου,1 εἰ ἀπὸ παντὸς ἀπήρχετό τι τοῦ Σωκράτους ὀνόματος, δῆλον ὅτι καὶ ἀπὸ τῆς σω συλλαβῆς καὶ ἀπὸ τῆς κρα καὶ τῆς της, εἰ δ’ ἀπὸ τῶν συλλαβῶν, δῆλον ὡς πολὺ πρότερον καὶ ἀπὸ τῶν στοιχείων τοῦ σ καὶ τοῦ ω καὶ τῶν λοιπῶν, οὕτως εἰ ἀπὸ τῶν ἀνομοιομερῶν, πρότερον ἐκ τῶν ὁμοιομερῶν, εἰ δὲ ἐκ τούτων, πολὺ πρότερον ἀπὸ τῶν στοιχείων, πυρὸς καὶ γῆς καὶ τῶν λοιπῶν· ἀπὸ γὰρ τούτων σάρκες καὶ τὰ νεῦρα συνεστήκασι καὶ τὰ λοιπὰ ὁμοιομερῆ. πολὺ οὖν πρότερον εἰκὸς ἦν ἀπὸ τῶν στοιχείων ἀπέρχεσθαι σπέρμα· ἀπὸ γὰρ τῆς συνθέσεως, τουτέστιν ἀπὸ τῶν ὁμοιομερῶν ἢ τῶν ἀνομοιομερῶν, πῶς ἐνδέχεται; ὅπερ ἴσον ἐστὶ τῷ οὐκ ἐνδέχεται· δέδεικται γὰρ ὅτι οὔτε ἀπὸ τῶν ὁμοιομερῶν οὔτε ἀπὸ τῶν ἀνομοιομερῶν δύναται σπέρμα ἀπιέναι. ἴσμεν δὲ καὶ ὅτι ἄνευ ταύτης τῆς συνθέσεως ἢ τῶν ἀνομοιομερῶν2 γενέσθαι ὁμοιότητα οὐ δυνατόν· εἰ δὲ χωρὶς τῆς συνθέσεως ἢ τῶν ἀνομοιομερῶν οὐκ ἐνδέχεται γενέσθαι, ἐκ δὲ τούτων δέδεικται ὅτι οὐδὲν ἀπέρχεται, ψεῦδος τὸ λέγειν ὅτι ἡ ὁμοιότης γίνεται διὰ τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαί τι· ἀλλ’ εἴπερ ἔστι τι τὸ δημιουργοῦν τὴν σύνθεσιν καὶ φύσιν τῶν ἀνομοιομερῶν, ἐκεῖνο ἂν εἴη καὶ τὸ τῆς ὁμοιότητος αἴτιον.
“再者,究竟是否[仅]从每个同质部分脱离。” 他通过划分法,对那些主张精种来自全身的人进行反驳。于是他发问,精种是仅从同质部分(如肌肉、骨骼、肌腱等)脱离,而绝不从异质部分(如面孔、手部等)脱离,还是仅从这些[异质部分]脱离而完全不从同质部分脱离,抑或是既从这些又从那些脱离。那么,如果精种仅从那些(即同质部分)脱离,而子女与父母的相似更在于异质部分(因为相似性确实并非发生在肌肉以及一般的同质部分上,而是发生在面孔、双手以及所有异质部分上),那么既然连异质部分都不是由于精种从它们之中脱离而相似(因为已假定并不从它们之中脱离),又有何妨碍同质部分在没有任何东西从它们之中脱离的情况下亦是相似的,而是由于某种其他原因而相似呢?但如果他们说精种仅从异质部分出来,首先,说精种来自所有部分便是虚妄的(因为已假定并不从同质部分脱离);其次,既然异质部分在同质部分之后(因为异质部分是同质部分的合成),既然它们在后,若无物从同质部分脱离,也就无物从异质部分脱离;因为若既无物从酒中脱离,亦无物从蜜中脱离,显然也不会有物从其复合物蜜酒中脱离。如果他们说精种既从同质部分又从异质部分脱离,那么就让他们告诉我们其生成的机制:既然异质部分无非是同质部分的合成,而合成只是一种配置和受动状态,那么从受动状态与配置中又怎能脱离出精种来,这又如何可能从同质部分生成一种精种,而从异质部分生成另一种精种呢?因此,说精种来自异质部分,与说它来自同质部分是同一回事。正如即使从写下的名字中(因为这与异质部分相类比)——因此正如在这个例子中,如果有什么东西从“苏格拉底”整个名字中脱离出来,显然它也从“苏”这一音节以及“格拉”和“底”中脱离出来,而若是从音节中脱离,显然更早地也从字母“σ”、“ω”及其他字母中脱离——同样,若是从异质部分脱离,便更先从同质部分脱离,而若是从这些脱离,便更先从元素(火、土及其他元素)中脱离;因为肉、腱及其他同质部分正是由这些构成的。因此,精种更先来自元素本是合乎情理的;因为从合成中,即从同质部分或异质部分中,[脱离出来]又怎有可能呢?这等同于说是不可能的;因为已经表明,精种既不可能从同质部分脱离,也不可能从异质部分脱离。我们也知道,若无这种合成或异质部分,相似性便不可能产生;但如果离开合成或异质部分便不能产生,而已经表明并无任何东西从这些之中脱离,那么说相似性的产生是由于某种东西从全身脱离,便是虚妄的;相反,若确实存在某种造就异质部分的合成与本性的东西,那也正是相似性的原因。
- 1.7ὥσπερ κἂν εἰ ἀπὸ τοῦ γεγραμμένου ὀνόματος (ἀναλογεῖ γὰρ τοῦτο τοῖς ἀνομοιομερέσιν) ὥσπερ οὖν ἐπὶ τούτου
由 ὥσπερ κἂν εἰ 开启的比喻条件句结构中插入了括号内的解释从句 ἀναλογεῖ γάρ...,随后通过 ὥσπερ οὖν ἐπὶ τούτου 重新引回了类比的句法主干(复述/再开结构)。
- 1.7ἄνευ ταύτης τῆς συνθέσεως ἢ τῶν ἀνομοιομερῶν
连词 ἤ 在此处并非排他性的“或者”,而是起到解释性(epexegetic,“即/也就是”)的作用。在前面的论证中,异质部分(τὰ ἀνομοιομερῆ)正是被定义为同质部分的合成(σύνθεσις),因而二者是同义替换。
