← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§246.14-247.26

气候对声音的影响与换牙现象

关于亚里士多德《动物生成论》第5卷(788a16–788b9),注文探讨了气候寒热与气管柔韧度对声音高低粗滑的影响,随后论及德谟克利特关于换牙现象的解释及其缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.29

" Τοῦ δὲ φύσει τὰ μὲν τοιαῦτα συνίστασθαι τῶν ζῴων, ὥστε βαρύφωνα εἶναι." Πρὸς ταῖς εἰρημέναις αἰτίαις λέγει συμβάλλεσθαι πρὸς τὸ τὰ μὲν βαρύφωνα εἶναι φύσει τὰ δὲ ὀξύφωνα καὶ τὴν ψυχρότητα καὶ τὴν θερμότητα τοῦ τόπου. οἱ γὰρ ἐν θερμοτέρᾳ χώρᾳ οἰκοῦντες ἄνθρωποι βαρυφωνότεροί εἰσι τῶν ἐν ψυχροτέρᾳ οἰκούντων· τοῦτο δὲ καὶ ἐπὶ πτηνῶν καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσα φθέγγεται, συμβέβηκε. τὸ γὰρ θερμὸν πνεῦμα διὰ παχύτητα (ἔχει γὰρ ἐγκαταμεμιγμένον πολὺ τὸ γεῶδες, ἤτοι τὴν ξηρὰν ἀναθυμίασιν, ὃ πολὺ ὂν ποιεῖ αὐτὸ ἅμα καὶ βαρὺ καὶ παχύ) διὰ οὖν παχύτητα καὶ δηλονότι καὶ βαρύτητα βραδέως κινούμενον ποιεῖ βαρυφωνίαν· τὸ δὲ ψυχρὸν τοὐναντίον ὀξυφωνίαν. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῶν αὐλῶν καὶ τῶν αὐλούντων· τῶν γὰρ διὰ τῶν αὐλῶν αὐλούντων οἱ θερμότερον πνεῦμα προϊέμενοι ὁποῖον οἱ αἰάζοντες, βαρύτερον αὐλοῦσιν. τοῦ δὲ τραχεῖαν εἶναι καὶ λείαν τὴν φωνὴν καὶ ὅλως πάσης τῆς τοιαύτης ἀνωμαλίας αἰτία ἡ τραχεῖα ἀρτηρία· ταύτην γὰρ εἶπεν ὄργανον, δι’ οὗ φέρεται ἡ φωνή. ὅτι δὲ τραχύτητα ἐμποιεῖ, ὅταν ἐγγένηται ὑγρότης ἐν αὐτῇ, δῆλον. ἡ μὲν γὰρ μαλακὴ ἀρτηρία δύναται ταμιεύεσθαι, τουτέστιν ἄριστα συστέλλεσθαι καὶ εὐρύνεσθαι καὶ ὅλως παντοδαπὴ γίνεσθαι· εὐκάμπτου δὲ αὐτῆς οὔσης ἡδίστη γίνεται ἡ φωνὴ καὶ τὴν ἀκοὴν ἡδύνουσα. τὸ δὲ ταμιεύεται καὶ γὰρ ῥᾳδίως τοῦ πνεύματος οὕτως ἀναγνωστέον καὶ γὰρ ῥᾳδίως ταμιεύεται τοῦ πνεύματος.1 ἔστι δὲ τὸ λεγόμενον ‘καὶ γὰρ ῥᾳδίως ὑπὸ τοῦ πνεύματος κάμπτεταί τε καὶ παντοδαπὸν γίνεται, ἤτοι μέγα καὶ μικρόν· ἡ δὲ σκληρότης ἀταμίευτον’.

“动物中的某些自然地被构成这样,以至于声音沉重”他说,除了已经述及的原因之外,地域的寒冷与炎热也促成了某些动物自然地声音沉重,而另一些声音尖锐。因为生活在较热地区的人,比起生活在较冷地区的人声音更为沉重;而这在鸟类以及所有其他发声之物身上也同样发生。因为温热的呼吸之气由于其浓厚(它混入了许多土性之物,亦即干燥的蒸腾气,这大量的存在使它既沉重又浓厚)——因此由于浓厚且显然由于沉重,它缓慢地运动便造成了沉重的声音;而寒冷的[呼吸之气]相反造成了尖锐的声音。这一点在阿夫洛斯管及管乐演奏者身上也是显而易见的;因为在吹奏阿夫洛斯管的人中,那些吐出较热之气的人(如同哀悼者那样),吹奏出的声音更为沉重。另一方面,声音的粗糙与平滑,以及总之所有此类的不规则性,其原因乃是气管;因为他说,这是声音借以传达的器官。而当湿气在其中产生时它便造成粗糙,这也是显而易见的。因为柔软的气管能够被调配,也就是说,能够极好地收缩和扩张,总之变得形貌多样;而在它柔软灵活时,声音便变得至为悦耳动听。而“它被呼吸之气调配,因为容易地”这句话应当这样读:“因为它容易被呼吸之气调配”。其所说之意乃是:“因为它容易被呼吸之气弯折并变得形貌多样,亦即或大或小;而坚硬性则是不可调配的”。

§5.30

"Εἴρηκε μὲν οὖν περὶ αὐτῶν καὶ Δημόκριτος, οὐ καλῶς δὲ εἴρηκεν." Περὶ μὲν οὖν τοῦ [τίνος ἕνεκα] τοὺς προσθίους ὀδόντας πίπτειν καὶ πάλιν ἄλλους φύειν2 λέγει εἰρηκέναι καὶ Δημόκριτον, οὐ καλῶς δὲ διὰ τὸ τὴν αἰτίαν ἣν ἀπέδωκε μὴ ἐφαρμόζειν ἐπὶ πάντων μηδ’ εἶναι καθόλου. ἔλεγεν οὖν ὁ Δημόκριτος πίπτειν αὐτοὺς διὰ τὸ πρὸ ὥρας καὶ παρὰ φύσιν φύειν τότε καθ’ ὃν καιρὸν καὶ φύουσιν (ἄρχονται δὲ φύειν ὡς εἰπεῖν ἐν τῷ δευτέρῳ ἔτει τῆς ἡλικίας οἱ ἄνθρωποι)· πρὸ ὥρας οὖν, φησί, φύουσιν, τὸ δὲ πρὸ ὥρας καὶ παρὰ φύσιν οὐ θέλει μένειν ἐπὶ πολύ. τὸν δὲ κατὰ φύσιν καιρὸν τῆς τῶν ὀδόντων ἐκφύσεως τὸν τῆς ἥβης εἶναι ἔλεγεν. ἔστι δὲ ὁ τῆς ἥβης χρόνος τὸ ἕβδομον καὶ ὄγδοον ἔτος τῆς ἡλικίας καὶ ἐφεξῆς ἄχρι τοῦ ὀκτωκαιδεκάτου ἢ καὶ εἰκοστοῦ. τοῦ δὲ πρὸ ὥρας καὶ παρὰ φύσιν φύειν ᾐτιᾶτο τὸ θηλάζειν· διότι γάρ, φησί, θηλάζουσι, βλαστάνουσι. μήποτε δὲ οὐχ ἁπλῶς αὐτὸ τὸ θηλάζειν Δημόκριτος ᾐτιᾶτο, ἀλλὰ διὰ τοῦ θηλάζειν τὸ γάλα ᾐνίττετο· τὸ γὰρ γάλα θερμὸν ὄν, ὡς καὶ Ἀριστοτέλης μετ’ ὀλίγον ἐρεῖ, ποιεῖ βλαστάνειν τοὺς ὀδόντας· αὐξητικὸν γὰρ τὸ θερμόν, διὸ καὶ τὰ θερμοτέρῳ χρώμενα γάλακτι θᾶττον ὀδοντοφυεῖ. θεὶς δὴ τὴν Δημοκρίτειον δόξαν ἐνίσταται πρὸς αὐτὴν λέγων ‘εἰ διὰ τὸ θηλάζειν συμβαίνει παρὰ φύσιν φύειν τοὺς ὀδόντας, καὶ ἐπὶ τούτῳ πίπτουσι, θηλάζει καὶ ὗς καὶ πάντα τὰ καρχαρόδοντα· εἰ δὲ τοῦτο, παρὰ φύσιν ἄρα καὶ πρὸ ὥρας καὶ οἱ τούτων ὀδόντες φύουσιν· ἔδει οὖν πίπτειν, οὐ πίπτουσι δέ.

“德谟克利特固然也谈论了它们,但谈得并不好”他说,关于门齿[为了什么]脱落并重新生出其他门齿,德谟克利特也谈论过,但谈得并不好,因为他所给出的原因不能适用于一切情况,也不是普遍的。德谟克利特因而说,门齿脱落是由于它们在生出的那个时期乃是过早且反常地生出(人在所谓两岁时开始生齿);他说,因此它们过早生出,而过早且反常之物是不愿长久留存的。他说,牙齿长出的合乎自然本性的时期乃是青春期。而青春期的时间是七至八岁,并依次延续到十八岁甚至二十岁。至于过早且反常地生出,他归咎于吮吸乳汁;他说,因为吮吸乳汁,它们便萌芽。但或许德谟克利特并非单纯归咎于吮吸本身,而是通过吮吸暗示了乳汁;因为正如亚里士多德稍后也将谈到的,乳汁是温热的,它使牙齿萌芽;因为热具有促长性,所以使用较热乳汁者出牙更快。在列出了德谟克利特的观点后,他反对这一观点说:“如果由于吮吸乳汁导致牙齿反常地生出,并且因此脱落,那么母猪以及所有具有锯齿的动物也吮吸乳汁;若是如此,这些动物的牙齿也就是反常且过早生出的了;因而它们本应当脱落,但它们并不脱落”。

语法注2 条
  1. 5.29ταμιεύεται τοῦ πνεύματος

    此处涉及底本语序调整以及属格解释的问题。约翰·斐洛庞诺斯将语序重构为 καὶ γὰρ ῥᾳδίως ταμιεύεται τοῦ πνεύματος,并将属格 τοῦ πνεύματος 等同于表示施事或手段的 ὑπὸ τοῦ πνεύματος(被呼吸之气),从而将其理解为被动态。

  2. 5.30φύειν

    主动不定式 φύειν 在标准用法中通常是及物动词(“长出”、“使……生长”),但在本处以门齿为主语,作不及物动词使用(意为“萌出”、“生长”)。在紧接着的括注 ἄρχονται δὲ φύειν … οἱ ἄνθρωποι 中,主格 οἱ ἄνθρωποι(“人”)作语法主语,因此 φύειν 作及物动词使用(“开始长出〔牙齿〕”);而在主干论述(如 διὰ τὸ … φύειν 及 παρὰ φύσιν φύειν τοὺς ὀδόντας)中则用作表示牙齿自身萌出的不及物动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:246.14-247.26