- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:244.36-246.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
将阉割后声音向雌性转变归因于心脏张力的松弛,对原文语句(心脏的张紧、变声、肌腱与骨的关系等)进行注解,并驳斥了睾丸是众多始原之汇聚的学说,阐明工具器官的微小改变如何通过支配性始原(心脏)进而改变整个动物。
τὰ δ’ ἐκτεμνόμενα μεταβάλλει εἰς τὴν τῶν θηλέων φωνὴν ἐξ ἀνάγκης διὰ τὰς αὐτὰς αἰτίας. ἀφαιρουμένων γὰρ τῶν ὄρχεων ἀνίεται καὶ ἡ τάσις τῶν πόρων, ἀνιεμένων δὲ τῶν πόρων ἀνίεται καὶ ἡ τῆς καρδίας τάσις, ᾗ διὰ τὴν οἰκείαν συμβαίνει ἀσθένειαν ὀλίγον καὶ ἐλάττονα δηλονότι τῆς οἰκείας δυνάμεως κινεῖν·1 ὀλίγου δὲ ὄντος καὶ κινουμένου ταχέως ἕπεται τὸ φθέγγεσθαι ὀξὺ καθάπερ καὶ τὰ θήλεα. ἡ μὲν οὖν διάνοια σύμπασα τῶν λεγομένων περὶ βαρύτητος καὶ ὀξύτητος τῶν φθόγγων αὕτη· μετιτέον δὲ ἤδη καὶ τὰ κατὰ τὰς λέξεις. ἔστι δὲ τὸ τοῖς μὲν νέοις οὔπω ἐπιτέταται ἴσον τῷ τοῖς μὲν νέοις οὔπω ἐπιτέταται ἡ καρδία· οὔπω γὰρ οἱ ὄρχεις ηὔξηνται καὶ αἱ ὑστέραι, ἵνα βαρεῖαι γένωνται. τοῦτο γὰρ ᾐνιξάμεθα πρὸ ὀλίγου, ἡνίκα ἐλέγομεν ‘τί δὲ τοῦτό ἐστι, μετ’ ὀλίγον εἰσόμεθα’. τοῖς δὲ γηράσκουσιν ἤδη ἀνίεται ὁ τόνος τῆς καρδίας διὰ τὸ ὥσπερ εἰ ἀπομαραινομένων τῶν ὄρχεων κουφοτέρους αὐτοὺς γίνεσθαι. οἱ δὲ ταῦροι σύντονον καὶ τεταμένην ἔχουσιν αὐτὴν διὰ τὸ τῶν ὄρχεων βάρος. ὅτι δὲ τὰ ὀστᾶ ζητεῖ τὴν τοῦ νεύρου φύσιν, δῆλον· γεώδη γὰρ ἀμφότερα. εἴη δὲ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον2 ‘τὰ δὲ νεῦρα ζητεῖ τὴν τῶν ὀστῶν φύσιν· καὶ γὰρ τὰ ἐν τῇ τῶν βοῶν καρδίᾳ νεῦρα μεταβάλλει εἰς ὀστᾶ, ἀλλ’ οὐ τὰ ὀστᾶ εἰς νεῦρα’. ἐν δὲ τῇ λέξει τῇ συμμεταβάλλει καὶ τοῦτο τὸ μόριον μόριον λέγει τοὺς ὄρχεις. τὴν δὲ ἀνωμαλίαν, φησί, τῆς φωνῆς καλοῦσι τραγίζειν, ὅπερ τραγίζειν γίνεται καὶ ἐν τοῖς θήλεσιν, ἀλλ’ οὐχ ὁμοίως ἐστὶν ἐπίδηλον ὥσπερ καὶ ἐν τοῖς ἄρρεσιν. ἀνωμάλου γὰρ ὄντος τοῦ βάρους τῶν ὄρχεων διὰ τὴν συνεχῶς γινομένην αὔξησιν αὐτῶν ἀνώμαλος γίνεται καὶ ἡ φωνή· ὕστερον δὲ ἠρεμήσαντος τοῦ βάρους καὶ ἐν τῷ αὐτῷ ὄντος μένει καὶ ἡ φωνὴ ἐν τῇ αὐτῇ ποιότητι· τούτου γάρ ἐστι δηλωτικὸν τὸ μετὰ δὲ ταῦτα καθίσταται εἰς τὴν τῆς ἐπιούσης ἡλικίας βαρύτητα. ἐπεὶ δὲ ἐκ τῆς καρδίας ὑπάρχει παντὶ τῷ σώματι ἡ συντονία καὶ τὸ ἰσχύειν, ἐκλυομένης αὐτῆς ἀνάγκη τὰ ἐκτεμνόμενα μεταβάλλειν εἰς τὴν τοῦ θήλεος φωνὴν καὶ τὴν ἄλλην μορφήν· ὥστε διὰ τὸ συμβαίνειν ἀνίεσθαι τὴν ἀρχήν, ἤτοι τὴν καρδίαν, μεταβάλλει τὰ ἐκτεμνόμενα εἰς τὸ θῆλυ, ἀλλ’ οὐχ ὥς τινες ὑπέλαβον εἶναι τοὺς ὄρχεις σύναμμα καὶ σωρείαν καὶ συνέλευσιν πολλῶν ἀρχῶν. ἦσαν γὰρ οἱ λέγοντες ‘μὴ ὥσπερ ἐν τῇ καρδίᾳ μία ἐστὶν ἀρχὴ ἡ τοῦ σφύζειν καὶ ἐν τῷ ἐγκεφάλῳ ὁμοίως μία ἡ τῶν αἰσθήσεων, ὡσαύτως καὶ ἐν τῷ ἥπατι ἡ τῆς ἐξαιματώσεως, οὕτως καὶ ἐν τῷ ὄρχει· ἀλλ’ ἔστιν ἐν τῷ ἑνὶ ὄρχει πολλῶν δυνάμεων καὶ ἀρχῶν συνδρομή. τεμνομένου δὲ τοῦ ὄρχεως ἢ τῶν ὄρχεων συντέμνονται αὐτῷ ἢ αὐτοῖς καὶ αἱ ἐνοῦσαι δυνάμεις καὶ ἀρχαί· τούτων δὲ τῶν δυνάμεων καὶ ἀρχῶν ἀφαιρουμένων μεταβάλλειν ἀνάγκη καὶ τὸ ζῷον’. οὐ δή, ὥσπερ εἴρηται, διὰ τὸ εἶναι ἐν αὐτοῖς σύναμμα πολλῶν ἀρχῶν τοῦτο συμβαίνει, ἀλλ’ ὅτι μικραὶ μεταστάσεις μεγάλων μεταστάσεων αἴτιαι γίνονται, ἀλλ’ οὐ δι’ αὑτάς, ἀλλ’ ὅταν συμβαίνῃ αὐτοῖς ἀρχὴν συμμεταβάλλειν, ὥσπερ κἀνταῦθα. τῇ γὰρ ἐκτομῇ καὶ μεταστάσει τῶν ὄρχεων συμμετέβαλλεν ἡ ἀρχή, ἤτοι ἡ καρδία. ὄργανα γὰρ ἔχουσα τοὺς σπερματικοὺς πόρους ἡ καρδία καὶ τοὺς ὄρχεις·3 ἀνάγκη οὖν μεταβαλλόντων τῶν ὀργάνων μεταβάλλειν καὶ τὰς ἀρχάς, τούτων δὲ μεταβαλλουσῶν καὶ τὸ ζῷον. ὅτι δὲ τῶν ὀργάνων μεταβαλλόντων μεταβάλλουσι καὶ τὰ χρώματα αὐτοῖς, δῆλον ἀπό τε τῶν ὀμμάτων καὶ ἄλλων πολλῶν. αἱ γὰρ ἀρχαὶ μεγέθει οὖσαι μικραί, (ὑποπολλαπλάσιος γὰρ ἡ καρδία τῆς τοῦ ζῴου ὁλότητος) τῇ δυνάμει μεγάλαι εἰσίν· ἐν ταύτῃ γὰρ οὐσίωται ἡ ἀρχή, καὶ τὸ εἶναι αὐτῆς ἐστιν ἐν τῷ αὐτὴν μὲν εἶναι πολλῶν αἰτίαν, ταύτης δὲ ἄνωθεν μηδὲν εἶναι ἄλλο αἴτιον. εἰ δὲ τοῦτο, ἐπιεικῶς μεγάλη εἶναι τῇ δυνάμει λέγεται.
另一方面,被阉割者出于同样的原因必然向雌性的声音转变。因为睾丸被移去后,管道的张力也被松弛,而管道松弛后,心脏的张力也被松弛,对于心脏而言,由于其固有的虚弱,便推动微少、亦即明显少于自身固有能力的[空气];而当[空气]微少且被迅速推动时,便随之发出如同雌性一样的尖音。因此,关于声音的沉与尖所说的全部思想便是如此;但如今也必须转向对具体字句的考察。“在幼者身上尚未被张紧”等同于“在幼者身上心脏尚未被张紧”;因为睾丸和子宫尚未增大到变得沉重。因为这一点我们不久前已经暗示过,当时我们曾说“至于这是什么,我们稍后便会知晓”。但在逐渐衰老者身上,心脏的张力已经松弛,乃是因为睾丸仿佛萎缩而变得较轻。公牛则由于睾丸的重量而使心脏保持紧绷和张紧。骨寻求肌腱的自然本性,这是显而易见的;因为两者都是土性的。但该字句适宜的形式应当是这样的:“肌腱寻求骨的自然本性;事实上牛心脏中的肌腱转变为骨,而不是骨转变为肌腱”。而在“这个部分也共同转变”这句话中,所谓“部分”他指的是睾丸。他说,人们将声音的不规则称为“变声”,这种变声也发生在雌性身上,但不如在雄性身上那样显明。因为由于睾丸持续不断地增大而使其重量不均匀时,声音也变得不规则;但后来当重量稳定并处于同一状态时,声音也保持在同一性质中;因为“在此之后便稳定在随之而来的年龄的沉音中”这句话正是表明这一点的。由于全身的紧绷和健壮皆来自心脏,因此在心脏松弛时,被阉割者必然向雌性的声音和其他形态转变;所以,被阉割者向雌性转变乃是由于始原亦即心脏碰巧被松弛,而不是如某些人所认为的那样,由于睾丸是众多始原的纽结、积聚和汇聚。因为曾有人说:“并不像心脏中存在单一的脉搏始原、脑中同样存在单一的感觉始原、肝中同样存在单一的生血始原那样,在睾丸中也是如此;相反,在一只睾丸中存在着众多能力与始原的汇合。当一只或两只睾丸被切除时,存在于其中的能力和始原也随之被一同切除;而当这些能力和始原被移去时,动物也必然发生改变”。因此,正如所说,这并非由于它们之中存在众多始原的纽结而发生,而是由于微小的变异成为巨大变异的原因;这并非出于微小变异自身,而是在如这里一样始原随之共同改变时发生的。因为伴随着睾丸的切除与变异,始原亦即心脏也一同发生了改变。因为心脏将输精管道和睾丸作为工具;所以,当工具改变时始原必然改变,而始原改变时动物也必然改变。当工具改变时它们的颜色也改变,这从眼睛以及许多其他事物中都是显而易见的。因为始原在体积上虽小(心脏仅是动物整体的一小部分),在能力上却是巨大的;因为始原在此能力中获得其实体,它的存在就在于它自身是许多事物的始因,而在它之上不再有其他始因。若如此,说它在能力上是巨大的便是合情合理的。
- 5.28ᾗ διὰ τὴν οἰκείαν συμβαίνει ἀσθένειαν ὀλίγον καὶ ἐλάττονα δηλονότι τῆς οἰκείας δυνάμεως κινεῖν
关系代词 ᾗ 为与格阴性单数,修饰先行词 τῆς καρδίας(心脏)。它作非人称动词 συμβαίνει 所要求的与格间接补足成分,意为“对于这颗心脏而言,碰巧……推动”。不定式 κινεῖν 的宾语(空气)根据上文语境省略补充。
- 5.28εἴη δὲ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον
短语 τὸ κατάλληλον 是修辞学和语法学术语,指“文句的适宜/协调结构”。注疏者借此提出,亚里士多德本文中“骨寻求肌腱的自然本性”这一表述应当在文意上修正/解读为“肌腱寻求骨的自然本性”。
- 5.28ὄργανα γὰρ ἔχουσα τοὺς σπερματικοὺς πόρους ἡ καρδία καὶ τοὺς ὄρχεις·
该句由分词 ἔχουσα 与主格名词 ἡ καρδία 构成,缺少限定性主要动词(破格句或省略表达)。紧接着的 ἀνάγκη οὖν... 作为推论性主句承接了其逻辑展开。
