- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:247.27-249.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯论证了从目的因来看乳儿期生齿完全合乎自然本性,借此批判德谟克利特,解释了臼齿与恒齿替换的生理机制,并驳斥了德谟克利特忽视目的因而将一切归结于工具性原因的谬误,从而结束了全篇注解。
" Ἐπεὶ δὲ τὴν φύσιν ὑποτιθέμεθα, ἐξ ὧν ὁρῶμεν ὑποτιθέμενοι." Τοῦτο τὸ ἐπιχείρημα ἅμα τε πρὸς τὴν Δημοκρίτειον ἐνίσταται δόξαν καὶ ἅμα συγκατασκευάζει ὅτι οὐκ ἔστι παρὰ φύσιν ἐν τῷ καιρῷ τοῦ θηλάζειν ἡ τῶν ὀδόντων ἔκφυσις, ἀλλὰ καὶ λίαν κατὰ φύσιν. λέγει οὖν ‘ἐπειδὴ ἡ φύσις οὔτε ἐλλείπει, τουτέστιν οὔθ’ ὕστερον τοῦ προσήκοντος καιροῦ, οὔτε πρότερον ποιεῖ τι τῶν ἐνδεχομένων περὶ ἕκαστον, ἀλλὰ πάντα ἐν τῷ ἁρμόζοντι καιρῷ ἀποδίδωσιν, ἀνάγκη δὲ μετὰ τὴν τοῦ γάλακτος ἀπόλαυσιν, τουτέστι μετὰ τὸ παύσασθαι τοῦ θηλάζειν ἀνάγκη ἔχειν ὄργανα πρὸς τὴν τῆς τροφῆς ἐργασίαν, εἴπερ παρὰ φύσιν εἰσὶν οἱ ὀδόντες ἐν τῷ τρίτῳ καὶ τετάρτῳ πέμπτῳ τε καὶ ἕκτῳ ἔτει τῆς ἡλικίας, ὡς ὁ Δημόκριτος βούλεται, κατὰ φύσιν δὲ πρὸς ἥβην, ἐνέλιπεν ἂν ἡ φύσις1 τῶν ἐνδεχομένων αὐτῇ τι ποιεῖν’. ὑποκείσθω δὴ φύειν τοὺς ὀδόντας ἀπὸ τοῦ ἑβδόμου ἔτους καὶ ἐφεξῆς, ἐπειδὴ κατὰ τὸν Δημόκριτον οὗτός ἐστιν ὁ κατὰ φύσιν χρόνος τῆς ὀδοντοφυΐας, ὥστε εἶναι τὰ παιδία ἀπὸ τῆς γενέσεως ἄχρι τοῦ ἑβδόμου ἔτους νωδά· ἐπεὶ οὖν τὸ μακρότατον ἄχρι τοῦ τρίτου χρόνου θηλάζουσιν, εἶτα παύονται, ἐν τῷ τετάρτῳ πέμπτῳ ἕκτῳ πῶς ἂν ἐτρέφετο ὄργανα μὴ ἔχοντα πρὸς τὴν τῆς τροφῆς ἐργασίαν; ὥστε τὸ τοιοῦτον ἔργον τῆς φύσεως, ἤτοι τὸ ὀδόντας ἔχειν καὶ ἐντὸς τοῦ ἑβδόμου χρόνου, κατὰ φύσιν ὑπάρχον συμβαίνει μὴ κατὰ φύσιν εἶναι, ἀλλὰ παρὰ φύσιν κατὰ τὸν Δημόκριτον, εἴπερ βίᾳ κατ’ ἐκεῖνον τὸν καιρόν, ὥς φησι, φύουσι, πᾶν δὲ τὸ βίᾳ παρὰ φύσιν.
“既然我们假定自然本性,是从我们所见之事物出发来作此假定的”这一论证既反驳了德谟克利特的观点,同时也确立了齿之长出在吮乳期绝非反乎自然本性,而是极其合乎自然本性的。因此他说:“既然自然本性既不短缺——也就是说,在关涉各事物可发生之事中,它既不做得迟于适当时机,也不做得过早,而是把一切都在适宜的时机赋予——另一方面,在享用乳汁之后,亦即停止吮乳之后,必然要有加工食物的器官,那么如果真如德谟克利特所主张的那样,在年龄的第三、第四、第五和第六年有齿乃是反乎自然本性的,而到青春期才合乎自然本性,那么自然本性就将在其力所能及的作为上有所欠缺了”。那么,假定齿是从第七年及以后才长出的,因为根据德谟克利特,这才是出齿的合乎自然本性的时间,从而孩童从出生到第七年都是无齿的。既然他们最迟吮乳到第三年,然后就停止了,那么在第四、第五、第六年,他们没有加工食物的器官,又如何能得到滋养呢?因此,自然本性的这样一种功用——亦即在第七年之内也有齿——尽管是合乎自然本性地存在着的,依照德谟克利特的说法却变成了不是合乎自然本性,反而是反乎自然本性的了;如果真如他所言,在那个时期出齿乃是出于强力,而凡出于强力者皆反乎自然本性。
"Ἐκ μὲν οὖν τοῦ μείζονος πλείω ἀναγκαῖον ἐπιρρεῖν τροφήν, ἐκ δὲ τοῦ ἐλάττονος στενωτέραν." Τὸ στενωτέραν ἴσον ἐστὶ τῷ ὀλιγωτέραν. λέγει δὲ βραδύτερον γίνεσθαι τοὺς γομφίους διὰ τὸ πολλὴν τροφὴν ἐπιρρεῖν αὐτοῖς ἐκ τοῦ ὀστοῦ, ἐν ᾧ εἰσι, τὸ δὲ πολὺ δυσκατέργαστον. λέγει δὲ πάλιν φύειν τοὺς προσθίους πεσόντας διὰ τὸ τότε ὅτε πίπτουσιν ἔτι καὶ τὸ ὀστοῦν, ἐν ᾧ εἰσι, φύειν καὶ αὔξειν. οὕτω γὰρ ἔλεγε καὶ περὶ τῶν χελιδόνων ὅτι ἄν τις τὰ ὄμματα αὐτῶν κεντήσῃ μικρῶν ὄντων τῶν νεοττῶν, πάλιν γίνεται· γινόμενα γάρ ἐστιν ἀλλ’ οὐ γεγενημένα. φύουσιν οὖν διά τε τὸ ἔτι φύειν τὸ ὀστοῦν καὶ διὰ τὸ ἔτι ὥραν εἶναι γίνεσθαι τοὺς ὀδόντας. σημεῖον δὲ τοῦ ἔτι ὥραν εἶναι ὀδοντοφυΐας ὅτι καὶ οἱ πλατεῖς γίνονται πολὺν χρόνον· ἄχρι γὰρ τοῦ εἰκοστοῦ χρόνου ὥραν ἔχουσιν ἐκφύσεως. ἐνίοις δέ, φησί, καὶ γηράσκουσι γεγένηνται οἱ ἔσχατοι διὰ τὸ πολλὴν εἶναι τροφὴν ἐν τῇ εὐρυχωρίᾳ τοῦ ὀστοῦ, τὸ δὲ πολὺ δυσκατεργαστότατον καὶ βραδέως ἀγόμενον εἰς ὃ σπεύδει αὐτὸ ἡ φύσις ἀγαγεῖν.
“由此,从较大者中必然流出较多的滋养,而从较小者中流出较狭窄的[较少的]” “较狭窄的”等同于“较少的”。他说,臼齿生成较慢,是因为从它们所在的骨骼中有大量滋养流入其中,而大量之物是难以消化的。他又说,门齿脱落后重新生出,是因为在它们脱落的时候,它们所在的骨骼仍在生长和增大。因为他在谈到燕子时也曾这样说:如果在雏鸟尚小时刺伤它们的眼睛,眼睛还会再次长出;因为它们是正处于生成之中的,而非已经生成完毕的。因此,齿之长出,既是因为骨骼仍在生长,也是因为出齿的适期仍在。出齿的适期仍在的一个证据是,扁平的牙齿[臼齿]也是历经很长时间才生成的;因为直到第二十年它们都有萌出的适期。他说,在某些人甚至到衰老时最后的牙齿[智齿]才长出来,这是因为在骨骼的宽广处有许多滋养,而大量之物是最难消化的,只能缓慢地被引导至自然本性急于将其引向的目的。
"Δημόκριτος δὲ τὸ οὗ ἕνεκα ἀφεὶς λέγειν πάντα ἀνάγει οἷς χρῆται ἡ φύσις οὖσι μὲν τοιούτοις.2" Οἷς χρῆται ἡ φύσις λέγει τὰ ὄργανα· τοιούτοις δὲ ἤτοι φυσικοῖς, ὀργάνοις μέντοι καὶ ἄλλου ἕνεκα. ἔστι δὲ ὃ λέγει τοιοῦτον ‘ἀφεὶς ὁ Δημόκριτος τὴν κυριωτάτην αἰτίαν ἀποδιδόναι ἀνάγει πάντων τὸ εἶναι εἰς τὰ ὄργανα’. εἶπε γὰρ καὶ πρότερον ὅτι Δημόκριτος τοῦ ἐσχισμένον εἶναι τὸν πνεύμονα αἴτιον εἶναι ἀπεφήνατο τὸ ἀναπνεόμενον πνεῦμα, καὶ ὅλως ἅπαντα τὰ ὄντα καὶ γινόμενα ἀνάγει εἰς τὰ ὄργανα. ὥστε γίνεσθαι μέν, φησί, διὰ τοῦ θηλάζειν ὡς δι’ ὀργάνου [ὀδόντων] τὴν ὀδοντοφυΐαν, ἄλλο δέ τι διὰ τοῦ πνεύμονος ὁμοίως ὡς δι’ ὀργάνου, καὶ ἄλλο δι’ ἄλλου οὐθὲν κωλύει,3 ἀλλ’ οὐ διὰ ταῦτα προηγουμένως, ἀλλὰ διὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα. ὅμοιον οὖν πρὸς τὴν ἑκάστου γένεσιν τὸ αἰτιᾶσθαι τὰ ὄργανα, ὥσπερ εἴ τις ἔροιτο διὰ τί τὸ αἷμα ἐκ τῆς φλεβὸς ῥεῖ, εἰπεῖν ὅτι διὰ τὸ τὸν σίδηρον τεμεῖν αὐτήν, ἢ ὡς αὐτός φησι, διὰ τί τὸ ὕδωρ ἐκ τῶν σαρκῶν ῥεῖ τοῦ ὑδρωπιῶντος, εἰπεῖν ὅτι τὸ μαχαίριον ἔτεμεν. οὐ γὰρ διὰ τοῦτο ταῦτα γίνεται, ἥ τε τοῦ αἵματος καὶ ἡ τοῦ ὕδατος ῥύσις, ἀλλὰ διὰ τὸ ὑγιαίνειν, οὗ ἕνεκα τὸ μαχαίριον ἔτεμεν. ἐνταῦθα πεπλήρωται καὶ τὸ παρὸν βιβλίον καὶ ἡ παροῦσα πραγματεία Περὶ ζῴων γενέσεως καὶ αἱ εἰς αὐτὴν σχολαί.
“而德谟克利特放弃了说明那为了什么的缘故[目的因],将一切归结于自然本性所使用的、且具有如此性质的事物”他说“自然本性所使用的”,乃是指诸器官;而“具有如此性质的”,乃是指虽属自然物,然而却是器官且为了他物之故。他所说的意思如下:“德谟克利特放弃了提出最主要的原因,将一切事物的存在都归结于诸器官”。因为〔亚里士多德〕此前也说过,德谟克利特宣称肺裂开的原因是被吸入的呼吸之气,总之他把一切存在和生成之物都归结于诸器官。因此他说,通过吮乳犹如通过器官生成齿,通过肺同样犹如通过器官生成其他事物,通过此者生成彼者,这固然没有任何妨碍,但它们并非首要地因由这些而生成,而是因由目的与那为了什么的缘故而生成。因此,就各事物的生成而言归咎于诸器官,就好像有人若问为什么血液从静脉流出,回答说是由于铁器切开了它,或者正如〔亚里士多德〕自己所说,[若问]为什么水从水肿病人的肉体中流出,回答说是由于柳叶刀切开了它。因为这些事情——血液的流出和水的流出——并不是因为这个而生成的,而是为了恢复健康,柳叶刀正是为了这个缘故才切开的。至此,本书以及《论动物生成》这一论著,连同对其所作的讲义,皆已告成。
- 5.31ἐπειδὴ ἡ φύσις οὔτε ἐλλείπει... ἐνέλιπεν ἂν ἡ φύσις
此长句的句法骨架首先由表示原因的 ἐπειδή 从句(ἐπειδὴ... ἀποδίδωσιν)和表示必然性的分句(ἀνάγκη δὲ... ἐργασίαν)作为铺垫,其后是由 εἴπερ 引导的条件从句(εἴπερ παρὰ φύσιν εἰσὶν...),最终落实于带有 ἄν 的直陈式不定过去时反事实结论分句(ἐνέλιπεν ἂν ἡ φύσις,意为“自然本性就将在其力所能及的作为上有所欠缺了”)。
- 5.33πάντα ἀνάγει οἷς χρῆται ἡ φύσις οὖσι μὲν τοιούτοις
在引述亚里士多德原文时,动词 ἀνάγω(归结于、还原为)通常所要求的介词短语 εἰς ταῦτα 在关系代词 οἷς(由 χρῆται 支配的与格)之前被省略。斐洛波诺斯在接下来的阐释中将其改写为 ἀνάγει πάντων τὸ εἶναι εἰς τὰ ὄργανα,表明其句法结构即是“将一切归结于自然本性所使用的那些事物[即诸器官]”。
- 5.33ὥστε γίνεσθαι μέν, φησί... οὐθὲν κωλύει
在由 ὥστε 引导的结果从句中,主要动词是非人称使用的 οὐθὲν κωλύει(“没有任何事物妨碍……”),其前面的不定式 γίνεσθαι(“……的生成”)充当其意义上的主语或补充成分。通过 μέν... ἀλλά 的对比以及紧随其后的 ἀλλʼ οὐ διὰ ταῦτα προηγουμένως 短语,注解者指出通过器官生成固然可以成立,但并非首要的原因。
