← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§243.14-244.36

关于心脏张力与声音高低的力学比喻

斐洛庞诺斯围绕《动物生成论》787b15的引文,详细阐述了亚里士多德的解剖学与力学比喻:睾丸、子宫及输精血管如同悬挂的重石拉紧心脏这根琴弦,从而决定了声音在不同年龄及阉割状态下的尖沉变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.28#1

" Διόπερ σύντονον ἔχουσι τοῦτο τὸ μόριον ᾧ κινοῦσι τὸ πνεῦμα, ὥσπερ χορδὴν τεταμένην νευρίνην." Πάλιν μόριον ᾧ κινοῦσι τὸ πνεῦμα τὴν καρδίαν φησίν. ὅτι δὲ καὶ τὸ ἰσχυρῶς τεταμένον μᾶλλον δύναται πλήττειν, δηλοῦσιν αἵ τε χορδαὶ αἱ ἰσχυρῶς ταθεῖσαι ὀξύτατα φθεγγόμεναι καὶ τὰ τόξα πορρώτερον κατὰ πολὺ τοὺς οἰστοὺς πέμποντα τῶν μὴ ἰσχυρῶς ταθέντων. ἰσχὺν δὲ νευρώδη λέγει τὰς φλέβας,1 αἳ νεῦρα μὲν οὔκ εἰσι, νευρώδεις δὲ καὶ ἐγγὺς τὴν φύσιν νεύροις. τούτων ῥηθέντων ῥητέον σύμπασαν τὴν Ἀριστοτέλους διάνοιαν, καθ’ ἣν οἰόμεθα τοὺς μόσχους καὶ τὰς θηλείας βοῦς βαρὺ φθέγγεσθαι, τὰ δ’ ἄλλα νέα ὄντα ὀξυφωνεῖν, ὕστερον δὲ γίνεσθαι αὐτὰ ἑαυτῶν βαρυφωνότερα καὶ πάλιν γηράσκοντα ὀξυφωνότερα· καὶ προσέτι διὰ τί τὰ ἐκτεμνόμενα πρὸς τὴν τοῦ θήλεος μεταβάλλει φωνήν. οἱ ὄρχεις καὶ αἱ ὑστέραι προσήρτηνται πρὸς τοὺς σπερματικοὺς πόρους, οἱ δὲ σπερματικοὶ πόροι ἐκ τῆς φλεβός, ἧς φλεβὸς ἡ ἀρχὴ ἐκ τῆς καρδίας. ἔχει δὲ αὕτη τὴν ἀρχὴν ἐν τῷ μέρει τῆς καρδίας τῷ κινοῦντι τὴν φωνήν· τοῦτο δ’ ἐστὶν ἡ δεξιὰ αὐτῆς κοιλία. ἔχει οὖν τὴν ἀρχὴν ἡ τοιαύτη φλὲψ ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας, ἐν ᾗ κοιλίᾳ καὶ τὸ νεῦρόν ἐστι, δι’ οὗ ἡ ψυχὴ τὴν καρδίαν εὐρύνει τε καὶ συστέλλει, καὶ σὺν αὐτῇ τὸν πνεύμονα, ὑφ’ οὗ ἡ φωνή. ὥστε ἐπεὶ ἐν τούτῳ τῷ μέρει ἐστὶ τὸ νεῦρον τὸ κινοῦν τὸν ποιητικὸν τῆς φωνῆς πνεύμονα, ἐν αὐτῷ δὲ ἔχει καὶ ἡ φλὲψ τὴν ἀρχήν, καλῶς εἴρηται ὅτι ἧς ἡ ἀρχὴ ἐκ τοῦ μέρους τῆς καρδίας ἐστὶ τοῦ κινοῦντος καὶ ποιοῦντος τὴν φωνὴν ἐν τῷ κινεῖν τήν τε καρδίαν καὶ σὺν αὐτῇ τὸν πνεύμονα. νευρώδους δὲ οὔσης τῆς καρδίας καὶ ἀρχῆς τῶν νεύρων, οὐδὲν διαφέρει λέγειν αὐτὴν κινεῖν τὰ νεῦρα ἢ τὰ νεῦρα κινητικὰ εἶναι αὐτῆς. προσήρτηνται οὖν οἱ ὄρχεις ἐν τοῖς σπερματικοῖς πόροις ὥσπερ ὁ λίθος ὁ τείνων τὴν χορδὴν καὶ αἱ λαιαί, λέγων λαιὰς ἢ τὰς χεῖρας τῶν γυναικῶν, ἃς προσάπτουσιν εἰς τοὺς στήμονας διὰ τὸ τεῖναι αὐτούς, ἢ τοὺς λίθους· ἀπαιωροῦσι γὰρ λίθους τινὰς ἐν τοῖς στήμοσιν αἱ ὑφαίνουσαι, ἵνα τείνωσιν αὐτούς. ἐπεὶ οὖν οἱ ὄρχεις καὶ αἱ ὑστέραι προσήρτηνται ἐν τοῖς πόροις, οὗτοι δ’ ἐν τῇ φλεβὶ καὶ αὕτη ἐν τῇ καρδίᾳ, οἱ μὲν ὄρχεις καὶ οἱ πόροι καὶ αἱ φλέβες ἐοίκασι τῷ τείνοντι λίθῳ τὴν χορδήν, ἡ δὲ καρδία τῇ τεινομένῃ χορδῇ, ἡ δὲ κινοῦσα αὐτὴν ψυχὴ τῷ μουσικῷ καὶ ὅλως τῷ κινοῦντι τὰς χορδάς. τούτων οὕτως ἐχόντων ὥσπερ ἐπὶ τῆς χορδῆς τεταμένης οὔσης ἰσχυρὸς γίνεται ὁ φθόγγος, τοῦ λίθου δὲ ἀφαιρεθέντος ἀσθενής, οὕτω καὶ ἐπὶ τῶν ὄρχεων καὶ ὑστερῶν. νέοις μὲν γὰρ οὖσι τοῖς ζῴοις καὶ μικρῶν ὄντων τῶν ὄρχεων καὶ ἀβαρῶν, οὐ δύνανται τείνειν τὴν καρδίαν· μὴ τεινομένη δὲ ἀδυνατεῖ δι’ ἀσθένειαν πολὺν κινῆσαι ἀέρα· εἰ δὲ τοῦτο, ἀνάγκη ὀξύφωνα εἶναι καὶ τὰ νέα ἄρρενα καὶ τὰ νέα θήλεα. ὕστερον δὲ κατὰ τὴν ἡλικίαν, καθ’ ἣν δύναται τὸ σπέρμα ἐκκρίνειν, τῶν σπερματικῶν πόρων μεταβαλλόντων καὶ ἰσχυροτέρων γινομένων συμμεταβάλλουσιν αὐτοῖς καὶ οἱ ὄρχεις καὶ αἱ ὑστέραι καὶ γίνονται μείζους καὶ βαρύτεροι· τοιούτων δὲ γινομένων τείνεται μᾶλλον ἡ καρδία, ἐπεὶ καὶ ἐν τῇ νευρίνῃ χορδῇ ὅσον ἂν μείζονα ἀπαιωρήσῃς λίθον, μᾶλλον τείνεται· μᾶλλον δὲ τεινομένη δύναται πλείονα κινεῖν ἀέρα διὰ τὴν τῆς τάσεως ἰσχύν, πλείονα δὲ τοῦ ὃν ῥᾳδίως δύναται κινῆσαι. πρῶτον μὲν γὰρ ἀσθενὴς οὖσα ἐκίνει διὰ τὴν ἀσθένειαν ἐλάττονα τῆς οἰκείας δυνάμεως, ὑφ’ οὗ συνέπιπτεν ὀξὺ φθέγγεσθαι, ὕστερον δὲ μείζονα τῆς οἰκείας δυνάμεως * * βαρύ. ἤδη δὲ γηράσκουσι διὰ τὸ ἀνίεσθαι ἐν τῷ γήρει τοὺς πόρους κουφότεροι καὶ οἱ ὄρχεις καὶ αἱ ὑστέραι γίνονται, διὸ πάλιν ὀξυφωνοῦσιν. οἱ μόσχοι δὲ διὰ τὴν ἀρτηρίαν, ὥσπερ εἴρηται, πολὺν κινοῦσιν ἀέρα, ἀλλὰ διὰ τὸ μὴ εἶναι τὴν καρδίαν τεταμένην τῶν ὄρχεων κούφων ὄντων, βραδέως αὐτὸν κινοῦντες βαρὺ φθέγγονται· ὕστερον δὲ αὐξηθέντων τῶν ὄρχεων τείνεται, ὥστε τὸν αὐτὸν σχεδὸν καὶ ἴσον ἀέρα ἕλκουσα τῷ ἑλκομένῳ2 καὶ πρὸ τοῦ τοὺς ὄρχεις αὐξηθῆναι ταχέως αὐτὸν κινεῖ· τούτου δὲ οὕτω κινουμένου ἀνάγκη ὀξύτερον φθέγγεσθαι.

“因此,它们用于推动气息的这个部分紧绷,如同被拉紧的肌腱之弦。” 他再次把它们用于推动气息的部分称为心脏。而被强力拉紧的事物更能进行击打,这一点由那些强力拉紧并发出至尖之音的弦,以及那些比未强力拉紧的弓将箭射出远得多的弓所表明。而所谓“腱性力量”,他指的是实脉,它们虽不是肌腱,但具有腱性且在自然本性上接近肌腱。在叙述了这些之后,必须说明亚里士多德的整个意图,依据这一意图,我们认为牛犊与母牛发出沉音,而其他事物在幼小时是尖音,后来则变得比自身以往更为低沉,再到衰老时又变得更为尖锐;此外还必须说明为何被阉割者向雌性的声音转变。睾丸与子宫连接于输精管道,输精管道出自实脉,而这条实脉的始原出自心脏。这条实脉在心脏推动声音的部分拥有始原,这便是它的右心室。因此,这样的实脉从心脏的右心室发端,而在这一心室中也存在着肌腱,灵魂通过它使心脏扩张并收缩,并连同心脏一起扩张和收缩产生声音的肺。因此,由于推动产生声音的肺的肌腱就在这个部分,而实脉也在此拥有始原,所以说“其始原出自通过推动心脏并连同心脏推动肺而推动并产生声音的心脏部分”是恰当的。由于心脏具有腱性且是一切肌腱的始原,说它推动肌腱,抑或说肌腱是它的运动原因,毫无区别。因此,睾丸连接在输精管道上,犹如拉紧琴弦的重石和垂石,他用“垂石”指代妇女们为了拉紧经线而附在经线上的双手,或者指石头;因为织布的妇女们为了拉紧经线而在经线上悬挂某些石头。因此,既然睾丸和子宫连接在管道上,管道连接在实脉上,实脉连接在心脏上,那么睾丸、管道和实脉便类似于拉紧琴弦的石头,心脏类似于被拉紧的琴弦,而推动它的灵魂则类似于乐师,总体上类似于拨动琴弦的人。情况既然如此,就像琴弦在被拉紧时声音变得强劲,而石头被移去后声音变得微弱一样,在睾丸和子宫的情形中也是如此。因为在动物幼小时,睾丸既小又轻,不能拉紧心脏;而不被拉紧的心脏由于虚弱无法推动多量空气;若如此,年轻的雄性和年轻的雌性必然都是尖音的。但后来在能够排出种子的年龄,当输精管道发生改变并变得更强健时,睾丸和子宫也随之共同改变,变得更大更重;当它们变成这样时,心脏便被更强地拉紧,因为即使在腱之弦上,你所悬挂的石头越大,它被拉紧得越厉害;而被拉紧得越厉害,它便由于张力的力量能够推动更多的空气,且多于它所能轻易推动的量。因为起初由于虚弱,它出于虚弱而推动少于自身固有能力的量,由此导致发出尖音,而后来[由于推动]多于自身固有能力的量[而发出]沉音。然而当它们已经衰老时,由于年老时管道松弛,睾丸和子宫都变得较轻,因此它们再次成为尖音。而正如所说,牛犊由于气管而推动多量空气,但由于睾丸轻而心脏未被拉紧,它们缓慢地推动空气因而发出低沉的声音;后来当睾丸增大后心脏被拉紧,以至于它吸入与睾丸增大之前所吸入的几乎相同且等量的空气,却能迅速地推动它;而当空气被这样推动时,必然发出更为尖锐的声音。

语法注2 条
  1. 5.28ἰσχὺν δὲ νευρώδη λέγει τὰς φλέβας

    动词 λέγει(意指、称作)带双宾格(ἰσχὺν νευρώδη 与 τὰς φλέβας)。应理解为“他用‘腱性力量’指代实脉”。

  2. 5.28ὥστε τὸν αὐτὸν σχεδὸν καὶ ἴσον ἀέρα ἕλκουσα τῷ ἑλκομένῳ

    与格 τῷ ἑλκομένῳ 与表示相等的形容词 ἴσον(以及 τὸν αὐτόν)相呼应,充当关系与格(补足语),意为“吸入与[此前]所吸入之物几乎相同且等量的空气”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:243.14-244.36