← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§241.25-243.13

气管与心脏力量决定声音高低的机理

注解亚里士多德《动物之生成》787a28–787b10,阐明牛犊与母牛发沉音而公牛发尖音的原因,分析气管宽窄与心脏力量的相互关系、声音因年龄、性别及疾病产生的变化,并论述肌腱与心脏张力如何决定声音高低。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.25

" Τὰ μὲν οὖν πλεῖστα νέα ὄντα καὶ θήλεα δι’ ἀδυναμίαν ὀλίγον κινοῦντα ἀέρα ὀξύφωνά ἐστιν." Θεὶς τὰς αἰτίας, καθ’ ἃς τὸ ὀξὺ καὶ βαρὺ φθέγγεσθαι συμβαίνει, λέγει διὰ τί τὰ μὲν τῶν νέων ὀξύφωνά ἐστι, τὰ δὲ βαρύφωνα, καί φησι ‘τὰ μὲν οὖν πλεῖστα τῶν νέων διὰ ἀδυναμίαν ὀλίγον κινοῦντα ἀέρα (οὐδὲ γὰρ δύναται πλῆθος κινῆσαι ἀέρος· στενὴ γὰρ ἡ τραχεῖα ἀρτηρία καὶ διὰ τοῦτο χωρῆσαι πολὺν ἀέρα οὐ δύναται, καὶ ἔτι ἀσθενὴς ἡ καρδία ἡ εἰσάγουσα καὶ ἐξάγουσα ἐν ταῖς εἰσπνοαῖς καὶ ἐκπνοαῖς τὸ πνεῦμα) κινοῦντα οὖν ὀλίγον ἀέρα καὶ ἥττονα τῆς οἰκείας δυνάμεως ὀξὺ φθέγγεται’. εἰ γὰρ καὶ ἀσθενής ἐστιν ἡ τῶν νέων ζῴων καρδία, ἀλλ’ οὖν πρὸς τὸν κινηθέντα ἀέρα ἰσχυρά ἐστιν. οἱ δὲ μόσχοι καὶ αἱ θήλειαι βόες βαρὺ φθέγγονται διὰ τὸ ἀσθενὲς ἔχειν τὸ μόριον, ἤτοι τὴν καρδίαν, ᾧ κινοῦσι τὸν ἀέρα. ἀσθενῆ οὖν ἔχοντα τὴν καρδίαν καὶ πολὺν κινοῦντα ἀέρα διὰ τὴν εὐρυχωρίαν τῆς τραχείας ἀρτηρίας (ταύτην γὰρ εἶπεν ἀγγεῖον δι’ οὗ πρῶτον φέρεται τὸ πνεῦμα) βραδέως κινοῦσιν αὐτὸν καί εἰσι διὰ τοῦτο βαρύφθογγα. ἔχουσι δὲ ἀσθενῆ τὴν καρδίαν οἱ μὲν μόσχοι διὰ τὴν ἡλικίαν (ἀσθενέστατα γὰρ τὰ νέα), αἱ δὲ βόες διὰ τὴν θηλύτητα· ἀσθενὲς γὰρ καὶ τὸ θῆλυ. οἱ δὲ ταῦροι καὶ εὐρυτάτην ἔχουσι τὴν ἀρτηρίαν καὶ πολὺν ἀέρα κινοῦσι, καὶ εἰκότως εἰσὶν ὀξύφωνοι· ἔχουσι γὰρ ἰσχυρὸν τὸ κινητικὸν μόριον, αὐτὴν λέγω τὴν καρδίαν, ἥτις διὰ τὴν ἰσχὺν ταχέως αὐτὸν κινεῖ. εἰπὼν δ’ ὅτι τὰ δὲ ὀλίγον διὰ τὸ ἀγγεῖον, δι’ οὗ πρῶτον φέρεται τὸ πνεῦμα, ἐπήγαγε τὸ τοῖς μὲν διάστημα ἔχειν μέγα,1 λέγων διάστημα τὴν εὐρύτητα. τοῖς μὲν οὖν μόσχοις, φησί, καὶ τοῖς βουσὶ συμβαίνει πολὺ κινεῖν ἀέρα διὰ τὸ ἔχειν διάστημα καὶ εὐρύτητα τὴν ἀρτηρίαν αὐτῶν· σπεύδει δὲ ἡ φύσις τοσοῦτον ἀέρα κινῆσαι, ὅσος τις δύναται πληροῦν αὐτήν, διὰ τὸ μηδὲν εἶναι κενόν.

“因此绝大多数事物在幼小和雌性时,由于虚弱推动少量空气而发出尖音。” 在确立了发出尖音与沉音所依据的原因之后,他说明了为何幼小者中有的是尖音而有的是沉音,并说道:“因此绝大多数幼小者由于虚弱推动少量空气(因为它们无法推动多量空气;气管狭窄,因此无法容纳多量空气,加之在吸气与呼气中吸入和排出气息的心脏虚弱),于是由于推动少量且少于自身能力限度的空气,而发出尖音”。因为幼小动物的心脏即使虚弱,但相对于被推动的空气而言依然是强劲的。而牛犊和母牛之所以发出低沉的声音,是因为用来推动空气的器官即心脏虚弱。因此,由于心脏虚弱,且由于气管的宽阔而推动多量空气(因为他将气管称为“气息首先穿过的容器”),它们便缓慢地推动它,并因此是沉音的。牛犊由于年龄而心脏虚弱(因为幼小者最为虚弱),母牛则由于雌性而如此;因为雌性也是虚弱的。而公牛既拥有极其宽阔的气管,又推动多量空气,因而理所当然是尖音的;因为它们拥有强劲的推动器官,我指的是心脏自身,心脏凭借其力量迅速推动它。在说了“而另一些事物则由于气息首先穿过的容器而推动少量”之后,他补充了“在某些事物中具有大间距”这句话,用“间距”表示宽阔。因此他说,对于牛犊和牛而言,推动多量空气的现象之所以发生,是因为它们的气管具有间距与宽阔;而自然由于没有任何虚空,急于推动足以充满它的空气。

§5.26

"Τοῖς δ’ ἄλλοις εὐταμίευτον." Τουτέστι τοῖς δ’ ἄλλοις ἔνεστιν ἡ ἀρτηρία εὐταμίευτος, ἤγουν εὖ καὶ δι’ ὀλίγου ἀέρος πληρουμένη. πρότερον μὲν οὖν διὰ ταύτας τὰς αἰτίας εἰσὶν οἱ μὲν μόσχοι καὶ αἱ βόες βαρύφωνα, τὰ δὲ λοιπὰ τῶν νέων ὀξύφωνα· προϊούσης δὲ τῆς ἡλικίας καὶ τῶν μόσχων ταύρων γενομένων γίνονται ἐκ βαρυφώνων ὀξύφωνα διὰ τὸ ἰσχύειν τὴν καρδίαν. τὰ δ’ ἄλλα τοὐναντίον ἐξ ὀξυφώνων γίνεται αὐτὰ ἑαυτῶν βαρυφωνότερα, διὰ τὸ πλείονα ἀέρα κινεῖν τῆς οἰκείας δυνάμεως, τοῦτο δὲ ταὐτόν ἐστι τῷ διὰ τὸ πλείονα ἀέρα κινεῖν ἢ ὅσον δύναται ταχέως κινῆσαι. γίνονται δὲ διὰ τὰ αὐτὰ καὶ αἱ γυναῖκες αὐταὶ ἑαυτῶν βαρυφωνότεραι,2 τῶν δὲ ἀρρένων οὐδαμῶς, ὅτι δι’ ἀσθένειαν ὀλίγον κινοῦσι· πῶς δὲ δι’ ἀσθένειαν ὀλίγον κινοῦσαι ὀξύφωνοί εἰσιν, εἴρηται, ὅτι καίπερ τὴν καρδίαν ἀσθενῆ ἔχουσαι, ἀλλὰ ἰσχυρά ἐστι πρὸς τὸν ὑπ’ αὐτῆς κινούμενον ἀέρα. δι’ ἣν δ’ αἰτίαν αἱ γυναῖκες ὀξύφωνοί εἰσι, διὰ τὴν αὐτὴν ταύτην καὶ οἱ νοσοῦντες· ὀξὺ γὰρ καὶ οὗτοι φθέγγονται. οἱ δὲ γέροντες ὀξύφωνοι γίνονται διὰ τὸ ἤδη ἀνίεσθαι τὰ ἐκ τῆς καρδίας κινητικὰ νεῦρα.

“而对于其他事物则是易于节制调配的。” 这就是说,在其他事物中气管具有易于节制调配的性质,即能够很好地且凭少量空气而被充满。因此,起初由于这些原因,牛犊和母牛是沉音的,而幼小者中的其余事物则是尖音的;但随着年龄增长且牛犊长成公牛,由于心脏强劲,它们便从沉音变为尖音。而其他事物则相反,从尖音变为比自身以往更为低沉,这是由于推动多于自身固有能力之空气的缘故,这等同于推动多于其所能迅速推动之量的空气。由于同样的原因,女性也变得比自身以往更为低沉,但绝非比男性更低沉,因为由于虚弱她们推动得少;但她们如何由于虚弱推动少量空气却发出尖音,此前已经讲过:因为尽管她们的心脏虚弱,但相对于被它推动的空气而言是强劲的。女性由于何种原因而发出尖音,患病者也完全由于这同一种原因而如此;因为这些人也发出尖音。而老年人之所以变为尖音,是因为从心脏发出的运动肌腱已经松弛。

§5.27

"Ἔστι μὲν οὖν πᾶσιν ἡ ἰσχὺς ἐν τοῖς νεύροις." Ὅτι μὲν γὰρ ἡ ἰσχὺς ἐν τοῖς νεύροις πᾶσίν ἐστι καὶ διὰ τῶν νεύρων ἡ κίνησις πάντων τῶν μορίων τοῖς ἐναίμοις ζῴοις γίνεται, καὶ ὅτι τῶν νεύρων πάντων ὥσπερ καὶ τῶν φλεβῶν ἡ καρδία ἐστὶν ἀρχή, πολλάκις ἤδη εἴρηται. ταῦτα δὲ προείληπται αὐτῷ ὑπὲρ τοῦ ἀποδοῦναι3 τὴν αἰτίαν καθ’ ἣν τὰ ἐκτεμνόμενα ὀξὺ φθέγγεται. ἔστι μὲν δή, ὥσπερ εἴρηται, πᾶσιν ἡ ἰσχὺς ἐν τοῖς νεύροις, καὶ διὰ τοῦτο ἀκμάζοντα ἰσχύει μᾶλλον, ὅτι καὶ τὰ νεῦρα ἐν τῇ ἀκμῇ ἰσχυρότερά εἰσιν. ἄναρθρα δὲ τὰ νέα καὶ ἄνευρα εὐλόγως· ἐπειδὴ γὰρ τὰ ἄρθρα νεύροις συνέχονται, ὅταν ἀσθενῇ ταῦτα, ἀνάγκη καὶ τὸ ζῷον τὸ ἐν τούτοις ἔχον τὸ ἰσχύειν ἄναρθρον εἶναι. τοῖς μὲν οὖν νέοις, φησίν, οὔπω ἐπιτέταται ἡ καρδία οὐδὲ ἰσχύει καὶ τόνον ἔχει· τί δὲ τοῦτό ἐστι, μετ’ ὀλίγον εἰσόμεθα. τῶν δὲ γηραιῶν ἤδη ἀνίεται ὁ τόνος.

“因此在所有事物中力量都在于肌腱。” 因为在所有事物中力量都在于肌腱,且对于有血动物而言一切肢体的运动都通过肌腱产生,并且如同一切血管一样一切肌腱的本原、始原都是心脏,这些此前已经屡次谈及。而这些是他为了说明被阉割者发出尖音的原因而预先设定的。因此,正如所说,在所有事物中力量都在于肌腱,并因此处于盛年者力量更强,因为肌腱在盛年也更为强劲。而幼小者关节松弛、缺乏筋力是合乎情理的;因为关节既然由肌腱维系,当这些肌腱虚弱时,在这些肌腱中拥有力量的动物自身必然也是关节松弛的。因此他说,在幼小者中,心脏尚未被绷紧,也不强劲和具有张力;而这是什么,我们稍后便会知晓。而在老年人中,张力已经松弛了。

语法注3 条
  1. 5.25ἐπήγαγε τὸ τοῖς μὲν διάστημα ἔχειν μέγα

    带冠词的不定式短语 τὸ ... ἔχειν 作动词 ἐπήγαγε 的直接宾语。中性冠词 τό 将整个短语 τοῖς μὲν διάστημα ἔχειν μέγα(“在某些事物中具有大间距”)名词化,用以引出亚里士多德的原句。

  2. 5.26αὐταὶ ἑαυτῶν βαρυφωνότεραι

    比较级 βαρυφωνότεραι 支配反身代词属格 ἑαυτῶν 作为比较属格,与主格强调代词 αὐταί 相应。这构成自身前后状态的对比结构(“比自身以往更为低沉”),而非与其他主体作比较。

  3. 5.27ταῦτα δὲ προείληπται αὐτῷ ὑπὲρ τοῦ ἀποδοῦναι

    配合完成时被动态 προείληπται,与格 αὐτῷ 充当施动者与格(“由他预先设定”)。其后的 ὑπὲρ τοῦ ἀποδοῦναι 由介词 ὑπέρ 加上带属格冠词的不定式构成,表示目的(“为了说明……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:241.25-243.13