← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§240.1-241.24

音高与音量的区别及其决定因素

注解亚里士多德《动物之生成》787a2–18,论述声音的高低(沉与尖)与音量的大小(大声与小声)之间的区别,并论证音高并不取决于空气的绝对数量,而取决于推动力量与被运动空气之间的相对比例关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.22

" Ἀλλ’ ἐπειδή ἐστιν ἕτερον τὸ βαρὺ καὶ ὀξὺ ἐν φωνῇ μεγαλοφωνίας καὶ μικροφωνίας." Τὸ ἄτοπον διὰ τούτων ἐπαγαγεῖν βούλεται, λέγω δὴ τὸ μὴ δύνασθαι ἅμα βαρὺ καὶ μικρὸν φθέγξασθαι, εἰ τὸ κινούμενόν ἐστι μόνον αἴτιον τοῦ πάθους τούτου. πρότερον δὲ δείκνυσιν ὅτι τὸ βαρὺ καὶ ὀξὺ ἐν φωνῇ ἕτερόν ἐστι τῆς μεγαλοφωνίας καὶ μικροφωνίας δι’ ἔνστασιν δυναμένην φέρεσθαι τοιαύτην. εἶπε γὰρ ἄν τις ὅτι ἐπειδὴ τὸ βαρὺ καὶ μέγα ἐν φωνῇ ταὐτόν ἐστιν, εἰκότως οὐ δύναται ἅμα βαρὺ καὶ μικρὸν φθέγξασθαι. λέγει οὖν ὅτι οὐκ ἔστι ταὐτὸν τὸ βαρὺ τῇ μεγαλοφωνίᾳ οὐδὲ τὸ ὀξὺ τῇ μικροφωνίᾳ, ἀλλ’ ἕτερον (εἰσὶ γὰρ καὶ ὀξύφωνα μέγα φθεγγόμενα καὶ βαρύφωνα μικρὸν φωνοῦντα), ὁμοίως καὶ κατὰ τὸν μέσον τόνον, τουτέστι κατὰ τὴν συντονίαν· εἰσὶ γὰρ σύντονα καὶ μεγαλόφωνα καὶ μικρόφωνα, περὶ ὧν τίνι ἄν τις διορίσειεν (τουτέστι περὶ τῆς μεγαλοφωνίας καὶ μικροφωνίας) ἢ πάντως ὀλιγότητι καὶ πλήθει τοῦ ἀέρος,1 ὥστε λέγειν μεγαλόφωνα μὲν ἐν οἷς πολὺς ἐστιν ὁ κινούμενος ἀήρ, μικρόφωνα δὲ ἐν οἷς ὀλίγος; εἰ δὲ τοῦτο καὶ τὸ βαρὺ καὶ τὸ ὀξύ ἐστι κατὰ τὸν εἰρημένον διορισμόν, τουτέστι κατὰ τὸν αἰτιώμενον λόγον μόνον τὸν κινούμενον ἀέρα, συμβήσεται μηδὲν εἶναι βαρύφωνον μικρόφωνον μηδ’ ὀξύφωνον μεγαλόφωνον δι’ ἣν εἴπομεν αἰτίαν, ἀλλ’ ἔσται τὸ αὐτὸ βαρύφωνον καὶ μεγαλόφωνον ἢ ὀξύφωνον καὶ μικρόφωνον.

“但是,既然声音中的低沉与尖锐有别于大声与小声。” 他希望通过这些话引出荒谬的结论,我指的是:如果被运动者是这一性质的唯一原因,就不可能同时发出低沉且微弱的声音。但在此之前,他针对可能提出的如下反驳论证了声音中的沉与尖有别于大声与小声。因为有人可能会说,既然声音中的低沉与洪大是同一回事,那么理所当然不能同时发出低沉且微弱的声音。因此他说,低沉与大声并非同一回事,尖锐与小声也非同一回事,而是彼此有别(因为也有发出大声的尖音者,以及发出微声的沉音者),在中音上亦即按紧张的程度而言也是同样;因为紧张的声音中既有大声的也有小声的。关于这些(即关于大声与小声),人们还能凭什么来界定呢,难道不完全是凭空气的少与多吗?以至于会说,被运动的空气多的就是大声,少的就是小声。但如果这是如此,而低沉与尖锐也按照上述界定——即按照将原因仅仅归于被运动空气的说法——就会由于我们所说的原因导致没有任何沉音是小声的,也没有任何尖音是大声的,而是同一事物要么既是沉音又是大声,要么既是尖音又是小声。

§5.23

"Αἴτιον δ’ ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τὰ μὲν ἁπλῶς λέγεται, τὰ δὲ πρὸς ἄλληλα." Αἴτιον, φησί, τοῦ μηδέποτε εἶναι βαρύφωνον μικρόφωνον, ἀλλὰ πᾶν εἴ τι βαρύφωνον, καὶ μεγαλόφωνον, εἴπερ τὸ κινούμενόν ἐστι μόνον αἴτιον, ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τὰ μὲν ἁπλῶς λέγεται, τὰ δὲ πρὸς ἄλληλα, καὶ μεγαλόφωνά ἐστιν ἐν τῷ ἁπλῶς εἶναι μέγα τὸ κινούμενον, μικρόφωνα δὲ ἐν τῷ εἶναι ὀλίγον, βαρύφωνα δὲ καὶ ὀξύφωνα ἐν τῷ πρὸς ἄλληλα. ἂν γὰρ καὶ ὀλίγον εἴη τὸ κινούμενον, ὅμως δ’ ὑπερέχον τοῦ κινοῦντος, ἀνάγκη φέρεσθαι βραδέως, εἰ δὲ τοῦτο, καὶ βαρὺ φθέγγεσθαι. οὐ γὰρ μόνον δεῖ σκοπεῖν ἁπλῶς εἰ ὀλίγον τὸ κινούμενον, ἀλλ’ εἰ ὀλίγον καὶ πρὸς τὴν κινοῦσαν δύναμιν καὶ ἰσχύν.

“而原因是:大与小、多与少,有些是就自身绝对地说的,有些是相互相对而言的。” 他说,若是被运动者为唯一原因,就绝不会有沉音是小声的,而是一切沉音之物都必然是大声的,其原因在于:大与小、多与少,有些是就自身绝对地说的,有些是相互相对而言的;大声在于被运动者在绝对意义上是大,小声在于它是少,而沉音与尖音则在于相互之间的相对关系。因为即便被运动者是少的,然而若它超过了推动者,它就必然缓慢运行;若是如此,发出低沉的声音也是必然的。因为不仅要考察被运动者在绝对意义上是否少,还要考察相对于推动的潜能与力量而言是否也是少的。

§5.24

"Τὸ δ’ ἰσχῦον πρὸς τὴν ἰσχὺν ὁτὲ μὲν πολὺ κινοῦν βραδεῖαν ποιήσεται τὴν κίνησιν, ὁτὲ δὲ διὰ τὸ κρατεῖν ταχεῖαν." Τὸ λεγόμενον ἔσται δῆλον οὕτως εἰποῦσιν. ἔστω λόγου χάριν ὅτι τὸ μεῖζον, ὃ δύναται κινῆσαι ὁ Αἴας, εἴκοσίν ἐστι μεδίμνων σίτου. οὗτος τούτους μὲν βραδέως κινήσει (ἐν τούτοις γὰρ περιώρισται τὸ μέγιστον τῆς αὐτοῦ ἰσχύος), τοὺς δὲ δέκα ταχέως καὶ ἔτι τοὺς πέντε μᾶλλον. ἔστι δὲ Αἴαντος ἀσθενέστερος ὁ Θερσίτης· κείσθω οὖν ὅτι καὶ ὧν δύναται κινεῖν τὸ μέγιστόν εἰσι τέτταρες μέδιμνοι. οὗτος οὖν κινήσει καὶ τοὺς δύο, ἀλλὰ τούτους μὲν ἀνάλογον τῷ Αἴαντι τάχιον, τοὺς δὲ τέσσαρας βραδέως. τὸ γὰρ τὰ μὲν πλείω κινοῦντα τῆς δυνάμεως βραδεῖαν ποιεῖ τὴν κίνησιν οὐκ ἔστι δηλωτικόν,2 ὡς ἄν τῳ δόξειεν, ὅτι πλείω ἢ ὁ Αἴας τῶν εἴκοσιν ἢ ὁ Θερσίτης τῶν τεσσάρων κινήσει (κεῖται γὰρ ταῦτα τὰ μείζονα εἶναι ὧν δύνανται κινεῖν) ἀλλ’ ἔστι τὸ λεγόμενον ταὐτὸν τῷ τὰ πλείω κινοῦντα τῶν ὧν δύνανται ῥᾷστα κινεῖν· ὥρισται γὰρ καὶ τοῦτο. κινήσει μὲν οὖν καὶ τοὺς πέντε ῥᾷστα ὁ Αἴας μεδίμνους καὶ τοὺς ὀκτώ, ἀλλ’ οὐ καὶ τοὺς δέκα καὶ ὀκτὼ ἴσως ῥᾷστα. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν φθεγγομένων πάντῃ ὁμοίως ῥητέον· τὰ μὲν οὖν πλείω κινοῦντα ἀέρα τοῦ ῥᾷστον κινηθησομένου βραδεῖαν ποιοῦντα τὴν κίνησιν βαρὺ φθέγγεται, τὰ δὲ δι’ ἀσθένειαν ὀλίγον κινοῦντα, τουτέστι τὰ δι’ ἀσθένειαν ἧττον κινοῦντα τῆς σφῶν δυνάμεως, ταχέως. εἰ γὰρ καὶ ἀσθενὴς ἡ κινοῦσα δύναμις, ἀλλά γε διὰ τὸ ὑπερέχειν τοῦ κινουμένου ταχέως αὐτὸ κινήσει. θεὶς δὲ ταῦτα λέγει ὅτι τοῦ τινὰ μὲν τῶν νέων ὀξύφωνα εἶναι, τινὰ δὲ βαρύφωνα (τούτου γάρ ἐστι δηλωτικὸν τὸ μήτε ἄρα πάντα τὰ νέα ὀξύφωνα μήτε βαρύφωνα), ὁμοίως καὶ τοῦ τινὰ τῶν πρεσβυτέρων βαρύφωνα, τινὰ δὲ ὀξύφωνα, καὶ ἔτι τινὰ μὲν τῶν θηλειῶν τοιαῦτα, τινὰ δὲ ὀξύφωνα, τούτων οὖν πάντων καὶ τῶν σαφῶς καταλεγομένων αἰτία ἡ ἐναντιότης τοῦ κινοῦντος καὶ κινουμένου.

“而具有力量者相对于力量,有时推动多量而使运动缓慢,有时则由于占据主导而使运动迅速。” 若这样说明,所说的事情就会清楚。假定为了论证起见,大埃阿斯所能推动的较大量是二十麦斗小麦。他将缓慢推动这些(因为他的力量的最大限度被限定在这些之中),但推动十麦斗就会迅速,推动五麦斗就更是如此。而忒耳西忒斯比大埃阿斯更为虚弱;那么假定在他所能推动的事物中最大量是四麦斗。于是他也能推动两麦斗,但比起大埃阿斯来按比例推动得更快,而推动四麦斗则缓慢。因为“推动超过力量的事物使运动缓慢”这句话,并不如某人可能认为的那样表明大埃阿斯推动超过二十麦斗或忒耳西忒斯推动超过四麦斗(因为已经假定这些是他们所能推动的最大量),而是所说的话等同于“推动多于他们所能最容易推动之物的事物”;因为这一点也是被限定了的。因此大埃阿斯最容易地推动五麦斗和八麦斗,但大概不可能同样最容易地推动十八麦斗。正如在这些事例中一样,在发声的事物上也必须完全同样地说明:推动多于最容易被推动之量的空气者,通过使运动缓慢而发出低沉的声音;而由于虚弱推动少量者,即由于虚弱推动少于自身力量者,则迅速[推动而发出尖音]。因为即使推动的力量虚弱,但由于超过了被运动者,它仍会迅速推动它。在确立了这些之后,他说:关于幼小者中有的是尖音而有的是沉音(因为“因此并非所有幼小者都是尖音或沉音”这句话正是说明这一点的),同样关于年长者中有的是沉音而有的是尖音,此外关于雌性中有的是如此[即沉音]而有的是尖音,关于所有这些以及明确列举出的现象,其原因乃是推动者与被运动者的相反相对性。

语法注2 条
  1. 5.22περὶ ὧν τίνι ἄν τις διορίσειεν (τουτέστι περὶ τῆς μεγαλοφωνίας καὶ μικροφωνίας) ἢ πάντως ὀλιγότητι καὶ πλήθει τοῦ ἀέρος

    这是一个由疑问代词 τίνι 与 ἄν 加祈愿语气 διορίσειεν 构成的修辞性反问句,与后文的 ἢ πάντως ὀλιγότητι καὶ πλήθει 相呼应,表示强烈的肯定断言:“除了完全凭借空气的少与多之外,人们还能凭什么来界定呢?”工具与格 τίνι 在语法上与 ὀλιγότητι καὶ πλήθει 一致对应。

  2. 5.24τὸ γὰρ τὰ μὲν πλείω κινοῦντα τῆς δυνάμεως βραδεῖαν ποιεῖ τὴν κίνησιν οὐκ ἔστι δηλωτικόν

    带有中性定冠词的整个引语小句(τὸ ... βραδεῖαν ποιεῖ τὴν κίνησιν)充当主语,谓语为 οὐκ ἔστι δηλωτικόν。句中的 τὰ μὲν πλείω κινοῦντα τῆς δυνάμεως 为中性复数分词短语,带有比较属格 τῆς δυνάμεως(“推动超过能力的事物”)。注释家指出此处并非指超过最大极限能力,而是指超过最容易推动的负荷。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:240.1-241.24