← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§22.22-23.35

依据亲代相似性对精种全身论的反驳

斐洛波诺斯注解了亚里士多德《动物之生成》第一卷第十七章(722a3),阐明了针对精种来自全身的泛生论的第一条反驳。他论证指出,子代对亲代的相似性也出现在不可能排放精种的声音、步态和毛发上;并通过从雅典移植到帕特雷的核桃树枝的例证,说明来自全身的说法在植物繁殖中亦会导致荒谬的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Πρῶτον μὲν οὖν ὅτι οὐδὲν σημεῖον ἡ ὁμοιότης τοῦ ἀπιέναι." Θεὶς πάνυ σαφῶς τὰ ἐπιχειρήματα τέτταρα ὄντα τὸν ἀριθμόν, δι’ ὧν ἐδόκουν κατασκευάζειν οἱ τῆς δόξης ταύτης προϊστάμενοι ὅτι ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεται ἡ γονή, ὧν ἓν ἦν ὅτι εἰ μὴ ἀπὸ παντὸς τοῦ σώματος ἐξήρχετο, οὐκ ἂν ἦσαν ὅμοιοι τοῖς πατράσιν οἱ παῖδες, εὐθὺς ἐνίσταται πρὸς τοῦτο λέγων· ἐπεὶ γίνεται ἡ ὁμοιότης οὐ μόνον κατὰ τὸ πρόσωπον καὶ τὰς χεῖρας καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ κατὰ τὴν φωνὴν καὶ τὰς τρίχας καὶ τὴν βάδισιν (πολλοὶ γὰρ τῶν παίδων ἀπαραλλάκτως βαδίζουσιν ὥσπερ οἱ γονεῖς) ἐπεὶ οὖν γίνεται καὶ κατὰ τὰς τρίχας καὶ τοὺς ὄνυχας καὶ τὴν βάδισιν καὶ τὴν φωνὴν ὁμοιότης, ἀφ’ ὧν τριχῶν καὶ ὀνύχων καὶ φωνῶν καὶ βαδίσεων οὐδὲν ἔξεισιν ὅλως σπέρμα, γενήσεται καὶ κατὰ τὰ λοιπὰ μόρια ὁμοιότης καὶ γονῆς μὴ ἐξελθούσης ἀπ’ αὐτῶν.1 καὶ ἐπὶ τῶν φυτῶν δὲ ὁ αὐτὸς λόγος· δῆλον γὰρ ὅτι καὶ τούτοις ἀπὸ πάντων ἂν τῶν μερῶν ἀπήρχετο. ἐὰν γὰρ αἱ ὁμοιότητες τῶν παίδων πρὸς τοὺς γονεῖς γίνωνται διὰ τὸ ἀπὸ πάντων τῶν μερῶν αὐτοῖς ἀπέρχεσθαι σπέρμα, καὶ ἐπὶ τῶν φυτῶν τοῦτ’ ἂν γίνοιτο· γεννῶσι γὰρ καὶ αὐτά· οὐ γίνεται δέ. καὶ θεωρητέον, ὅπως τοῦτ’ ἐπὶ τούτων οὐ γίνεται. τέμνει τις κλάδον ἀπὸ τῆσδε τῆς ἐν Ἀθήναις οὔσης καρέας καὶ φυτεύσας αὐτὸν ἐν Πάτραις μετὰ δύο ἢ καὶ τρεῖς χρόνους γεννᾷ κάρυα, πάντῃ πάντως καὶ τῷ μεγέθει καὶ τῇ γεύσει καὶ τῇ χροιᾷ καὶ τοῖς ἄλλοις ἅπασιν ὅμοια ὄντα τοῖς γεγονόσι καρύοις ὑπὸ τῆς ἐν Ἀθήναις καρέας, ἀφ’ ἧς ὁ κλάδος ἐτμήθη. εἰ οὖν τὰ ἀπὸ τῆς ἐν Ἀθήναις οὔσης καρέας κάρυα,2 ἀφ’ ἧς ὁ κλάδος ἀφῃρέθη καὶ ἐν Πάτραις πεφύτευται, εἰ δὴ τὰ ἀπὸ τῆς ἐν Ἀθήναις καρέας κάρυα ὅμοιά εἰσιν ἀλλήλοις διὰ τὸ ἀπὸ πάντων τῶν τῆς καρέας μερῶν ἀπέρχεσθαι πρὸς ἅπαντα τὰ κάρυα σπέρμα, εἰσὶ δὲ καὶ τὰ ἀπὸ τοῦ ἐν Πάτραις κλάδου μεταφυτευθέντος γεγονότα ὅμοια τοῖς ἀπὸ τῆς ἐν Ἀθήναις καρέας καρύοις, δῆλον κατὰ τοὺς τούτων λόγους ὅτι ἀπὸ πάντων τῶν μερῶν τῆς καρέας σπέρμα ἀπῄει καὶ πρὸς τὰ ἐν τῷ κλάδῳ κάρυα καὶ διὰ τοῦτο γεγόνασιν ὅμοια τὰ ἐν τῷ κλάδῳ κάρυα τοῖς ἐν τῇ καρέᾳ καρύοις, ὅπερ ἐστὶ καταγέλαστον. πῶς γὰρ ἂν ἀπὸ Ἀθηνῶν εἰς Πάτρας ἀπῆλθε τὸ σπέρμα; καὶ ἄλλως, ἐπειδὴ ὅμοιά εἰσι τὰ τοῦ κλάδου καὶ τῆς καρέας κάρυα, ἀνάγκη κατὰ τοὺς ἐκείνων λόγους, ἐξ ὅσων τῷ ἀριθμῷ μερῶν ἀπῄει σπέρμα πρὸς τὰ ἐν τῇ καρέᾳ κάρυα, ἐκ τοσούτων τῷ ἀριθμῷ ἀπιέναι καὶ πρὸς τὰ ἐν τῷ κλάδῳ κάρυα· εἰ γὰρ μὴ ἐκ τοσούτων, ἀνόμοια ἂν εἴησαν καὶ κολοβά. ἀλλὰ μὴν τὰ τῆς καρέας μόρια πάνυ εἰσὶ πολλαπλάσια τῶν τοῦ κλάδου μερῶν. εἰ δὴ ἐπὶ τῶν φυτῶν αἱ ὁμοιότητες γίνονται οὐ διὰ τὸ ἀπὸ πάντων, ὡς δέδεικται, τῶν μερῶν ἀπέρχεσθαι σπέρμα, ἀλλὰ δι’ ἄλλο τι, ὅπερ αὐτὸς τί ποτέ ἐστι προϊὼν ἐρεῖ, καὶ ἐπὶ τῶν ζῴων ὁμοίως ἕξει. ἐν δὲ τῇ λέξει τὸ πολλὰ δὲ τὰ μὲν οὐκ ἔχει, τὰ δ’ ἀφέλοι τις ἄν λείπει τὸ μέρη·3 πολλὰ γὰρ τῶν φυτῶν οὐκ ἔχει μέρη, ὥσπερ εἴπομεν ἐπὶ τοῦ κλάδου, ὅσα ἔχει ἡ καρέα· ἀλλὰ καὶ ἀπὸ τῆς καρέας ἀφαιρεθέντος τοῦ κλάδου τὰ γεγονότα μετὰ τὴν ἀφαίρεσιν αὐτοῦ ὅμοιά εἰσι τοῖς γεγονόσι καὶ πρὸ τῆς ἀφαιρέσεως. ἀλλὰ καὶ ἐν τῇ γῇ εἴ τις καταχώσει κάρυον καὶ βλαστῆσαν γεννήσει ἡ βλάστη κάρυα, ὅμοια γίνεται τῷ καταχωσθέντι ἐν τῇ γῇ, οὐ μόνον κατὰ τὸν καρπόν, ἀλλὰ καὶ κατὰ τὸ περικάρπιον, ἀφ’ οὗ περικαρπίου ἐπιδήλως οὐδὲν ἄπεισιν.

“首先,相似性根本不是[精种]脱离的证据。” 在极其清晰地陈述了四条论据之后——持这一观点的人借此论据似乎确立了精液来自整个身体,其中之一便是:若非来自整个身体,子女便不会与父亲相似——他随即对此提出反驳,说道:既然相似性不仅发生在面孔、双手及诸如此类的部位上,而且也发生在声音、毛发和步态上(因为许多子女的步态与其父母毫无二致),因此,既然在毛发、指甲、步态和声音上也发生相似性,而从这些毛发、指甲、声音和步态中根本不会有任何精种出来,那么在其余各个部分中,即使没有精液从它们中出来,也同样会产生相似性。而在植物身上同样的论证也成立;因为显然在它们身上〔精种〕本也会从所有部分脱离。因为如果子女对父母的相似性是由于精种从所有部分脱离给他们而产生的,那么在植物身上这也当发生;因为它们本身亦繁衍;然而这并没有发生。并且应当考察,这一点在它们身上是如何不发生的。有人从雅典现有的这棵核桃树上剪下一根树枝,将其种植在帕特雷,两三年后它便结出核桃,其在大小、滋味、色泽以及所有其他方面都完全且在各个维度上与雅典那棵被剪去树枝的核桃树所结出的核桃相似。因此,如果来自雅典那棵核桃树——树枝正是从它上面取下并种植在帕特雷的——的核桃,如果确实雅典那棵核桃树的核桃彼此相似是由于精种从核桃树的所有部分脱离到达所有核桃,而且从帕特雷移植的树枝上产生的核桃亦与雅典那棵核桃树的核桃相似,那么根据他们的论点,显然精种必然也从核桃树的所有部分脱离到达了树枝上的核桃,且正是因此树枝上的核桃才变得与核桃树上的核桃相似,而这是可笑的。因为精种怎能从雅典去往帕特雷呢?此外,既然树枝上的核桃与核桃树上的核桃相似,根据他们的论点,精种从核桃树脱离到达其核桃所涉及的部分数目有多少,脱离到达树枝上核桃所涉及的部分数目也必然有那么多;因为若非来自同等数目,它们就会是不相似且残缺不全的。然而,核桃树的部分显然远多于树枝的部分。因此,如果正如所表明的那样,植物身上的相似性并非由于精种来自所有部分而产生,而是由于其他某种原因——那究竟是什么,他自己在论述推进时将会说明——那么在动物身上情况亦将同样。而在“然而许多[部分]有些并不具有,有些则可能被除去”这一句文辞中,缺少了“部分”一词;因为许多植物并不具有核桃树所拥有的那么多部分,正如我们在树枝的例子中所言;而且在树枝从核桃树上除去之后,除去之后结出的果实与除去之前结出的果实亦是相似的。不仅如此,如果有人将一颗核桃埋在土里,其发芽后幼株结出核桃,它们不仅在果实上,而且在外皮上也与埋在土里的那颗相似,而显然并没有任何东西从外皮中脱离出来。

语法注3 条
  1. 1.6καὶ γονῆς μὴ ἐξελθούσης ἀπ’ αὐτῶν

    带有否定词 μή 的独立属格结构,与 καί 呼应表示让步(“即使没有精液从它们中出来”)。由于带有普遍或假设的意味,故使用 μή 而非 οὐ。

  2. 1.6εἰ οὖν τὰ ἀπὸ τῆς ἐν Ἀθήναις οὔσης καρέας κάρυα, ἀφ’ ἧς ὁ κλάδος ἀφῃρέθη καὶ ἐν Πάτραις πεφύτευται, εἰ δὴ τὰ ἀπὸ τῆς ἐν Ἀθήναις καρέας κάρυα

    一种复起结构(epanalepsis),条件连词 εἰ 在插入的关系从句(ἀφ’ ἧς...)之后以 εἰ δή 的形式重新引出。句法骨架为:该条件从句与并列的 εἰσὶ δέ 从句一同构成前提,主句结论自 δῆλον κατὰ τοὺς τούτων λόγους ὅτι... 开始。

  3. 1.6λείπει τὸ μέρη

    动词 λείπει 与以中性单数冠词 τό 引述中性复数名词 μέρη 的 τὸ μέρη 搭配,用以指出引文中省略的内容。这是注解家的程式化表达,意指在亚里士多德的原文从句中,句法上省略了“部分”(μέρη)这一成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:22.22-23.35