- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:235.23-236.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者通过基于微小性的一组三段论解释了处于生成中的动物容易受变异影响的原因,辨析了本性之白与病理之白的机理,阐明舌头属于外部部分,并论述了蜜蜂毛色单色的成因与匀称调声音的定义。
ὥσπερ γὰρ τοδὶ τὸ μικρὸν καὶ βραχύτατον ξύλον εὐφθαρτότερόν ἐστι πολὺ τοῦ μεγάλου, οὕτω καὶ ἐπὶ τῶν ζῴων τὸ μικρὸν εὔφθαρτον καὶ εὐκίνητον· τὸ δὲ γινόμενον μικρόν. ἔστιν οὖν ὁ συλλογισμὸς τοιοῦτος ‘τὸ γινόμενον μικρόν, πᾶν μικρὸν εὔφθαρτον, τὸ γινόμενον ἄρα εὔφθαρτον’. τὸ δὲ ἐν μικρῷ γὰρ ἡ ἀρχὴ τοῖς γινομένοις1 ἴσον ἐστὶ τῷ πᾶν τὸ γινόμενον ἐν τῇ ἀρχῇ καὶ τῷ χρόνῳ, καθ’ ὃν γίνεται, μικρόν ἐστιν, ὕστερον δὲ αὔξει καὶ εἰς ἐπίδοσιν ἔρχεται. ὥσπερ δὲ τὸ φύσει λευκὸν δέρμα διαφέρει τοῦ διὰ νόσον (εἴρηται γὰρ πρότερον ὅτι ἐν τῇ καλουμένῃ λεύκῃ νόσῳ τὸ μὴ λευκὸν δέρμα λευκὸν γίνεται, διὰ δὲ τὸ δέρμα καὶ αἱ τρίχες), οὕτω καὶ ἐν ταῖς θριξὶ διαφέρει ἥ τε λευκὴ διὰ νόσον θρὶξ καὶ ἡ διὰ φύσιν. λευκὴ μὲν οὖν ἐστι διὰ φύσιν ἡ τῶν βοῶν, τῶν κύκνων καὶ αἱ λοιπαί, διὰ νόσον δὲ ἥ τε πολιὰ (οἷα σῆψιν γάρ) καὶ ἡ διὰ τὴν καλουμένην λεύκην νόσον. καὶ τὰς μὲν φύσει λευκὰς ποιεῖ ἡ φυσικὴ θερμότης, τὰς δὲ διὰ νόσον ἡ ἀλλοτρία σήπουσα τὸ ἐν αὐταῖς ὑγρόν. ἐγκατακλειόμενος γὰρ ἐν ταῖς θριξὶ καὶ ἐν πᾶσιν ἐν ὅσοις ἐγκατακλείεται ὁ ἀτμιδώδης ἀὴρ λευκὸς ὢν καὶ θερμὸς φύσει παρέχεται φύσει αὐταῖς τὸ λευκόν. διὸ καὶ ὅσα μὴ μονόχροά ἐστι τὰς ὑπὸ τὴν γαστέρα τρίχας λευκοτέρας ἔχει τῶν ἐν τῷ λοιπῷ σώματι τριχῶν· θερμότερος γὰρ οὗτος ὁ τόπος διὰ τὸ ἐν αὐτῷ κεῖσθαι τὴν κοιλίαν θερμὴν οὖσαν. λέγει δὲ καὶ τὴν γλῶτταν τῶν ποικίλων ποικίλην εἶναι εὐλόγως· ἐπειδὴ γὰρ τὸ ὅλον δέρμα ποικίλον ἐστίν, εὔλογον καὶ τὸ τῆς γλώττης δέρμα ποικίλον εἶναι. οὐ γάρ ἐστιν ἡ γλῶττα, εἰ καὶ σκεπάζεται τῷ στόματι, τὶ τῶν ἐντός, οἷά εἰσιν πνεύμων, τὸ ἧπαρ καὶ ἁπλῶς πάντα τὰ ἐντός (οὐδὲν γὰρ τῶν τοιούτων ἔχει δέρμα), ἀλλὰ δεῖ ὑπολαμβάνειν αὐτὴν ὥσπερ ἓν μόριον τῶν ἐξωτερικῶν· εἰσὶ δ’ ἐξωτερικὰ μόρια χεῖρες, πόδες, ὦμοι, τὰ ὅμοια. τὸ γὰρ σκεπάζεσθαι αὐτὴν ὑπὸ τοῦ στόματος οὐδὲν κωλύει μὴ εἶναί τι τῶν ἐντός·2 οὐ γὰρ πᾶν τὸ σκεπόμενον τῶν ἐντός ἐστιν, ἀλλ’ ἔστι τινὰ σκεπόμενα τῶν ἐκτός. τὸ δὲ μείζων γὰρ διαφορὰ αὕτη τῆς κατὰ τὴν ἡλικίαν τροπῆς3 ταὐτόν ἐστι τῷ πρότερον ῥηθέντι. ἔλεγε γὰρ ὅτι μᾶλλον αἱ ὧραι δύνανται τοῦ γήρως εἰς χρωμάτων μεταβολάς. μονόχροοι δέ εἰσιν αἱ μέλιτται, ὅτι οὐ ποικίλη αὐτῶν ἡ τροφὴ ἀλλὰ μονοειδής· μόνον γὰρ τὸ μέλι ἐσθίουσιν, αἱ δ’ ἀνθρῆναι καὶ τοῦτο καὶ ἄλλα τινά. ὅτι δὲ εὔτονα λέγει τὰ μεταξὺ ὀξυφώνων καὶ βαρυφώνων4 (εἰσὶ γὰρ ἃ οὔτε ὀξύφωνά εἰσιν οὔτε βαρύφωνα), ἐδήλωσε διὰ τοῦ καὶ πρὸς ἀμφοτέρας ἔχοντα τὰς ὑπερβολὰς συμμέτρως, λέγων ὑπερβολὰς τὸ ὀξὺ καὶ τὸ βαρύ, πρὸς ἃ συμμέτρως ἔχει τὸ εὔτονον. εὔτονον γάρ ἐστιν οὗ εὐτόνως τείνεται ἡ φωνὴ καὶ μήτε ὀξέως μήτε βαρέως. ὅτι δὲ ἡ μεγάλη φωνὴ ἑτέρα ἐστὶ τῆς βαρείας καὶ ἡ μικρὰ τῆς ὀξείας, ἐρεῖ προϊών.
因为正如这根微小而极短的木料比大木料远更容易毁坏,在动物身上,微小的东西也同样容易毁坏且容易动摇;而正处于生成过程中的东西是微小的。因此,三段论是这样的:“正处于生成过程中的东西是微小的;凡微小的都容易毁坏;因此,正处于生成过程中的东西容易毁坏。”而“因为对于正在生成的事物而言,始基处于微小之中”这一表述,等同于说“凡正在生成的事物在其起点以及它生成的时期内都是微小的,但随后增长并达到完满发育”。正如天然白色的皮肤不同于因病变白的皮肤(因为前面已经说过,在被称为白癜风的疾病中,不白的皮肤变白,由于皮肤的缘故毛发也变白),在毛发中,因病变白的毛发与出于本性的毛发也同样有差别。因此,牛、天鹅以及其余者的毛发是出于本性而为白色的,而灰白毛发(因为它是某种腐败)以及因被称为白癜风的疾病而产生的毛发则是因病而为白色的。天生的热使那些天然白色的毛发生成,而外来的[热]则产生因病变白的毛发,使其内的湿气腐烂。因为封闭在毛发内以及封闭在所有能封闭它的事物之中的蒸气性空气,由于本性上是白且温热的,便出于本性赋予它们白色。因此,凡非单色的动物,其腹部下方的毛发都比身体其余部分的毛发更白;因为这个部位由于温热的胃部位于其中而更热。他还说,斑驳动物的舌头也是斑驳的,这是合乎道理的;因为既然整个皮肤都是斑驳的,舌头的皮肤也是斑驳的就很合理。因为舌头即便被口腔遮蔽,也并不是内部器官之一,如肺、肝以及统统所有的内部器官(因为这类部分没有一个具有皮肤),而是必须将它理解为如同外部部分之中的一个部分;而外部部分则是手、足、肩以及诸如此类的部分。因为被口腔遮蔽这一点丝毫并不妨碍它不是内部部分之一;因为并不是所有被遮蔽的东西都属于内部部分,而是外部部分中也有某些是被遮蔽的。而“因为这一差异大于依年龄的转变”这句,与前文所说的相同。因为他曾说,季节对于颜色的转变比衰老具有更大的力量。蜜蜂是单色的,是因为它们的食物并不杂,而是单一形式的;因为它们只吃蜜,而胡蜂既吃蜜也吃某些别的东西。至于他把尖音者与沉音者之间的中间物称为“匀称调之物”(因为存在既非尖音亦非沉音之物),他是通过附加上“并且对两种过度保持适度”来表明的,他把尖与沉称为过度,而匀称调之物对它们保持适度。因为匀称调之物就是其声音被匀称地张紧、既非尖亦非沉之物。至于洪亮的声音不同于沉厚的声音,而微弱的声音不同于尖锐的声音,他将在下文中阐明。
- 5.18τὸ δὲ ἐν μικρῷ γὰρ ἡ ἀρχὴ τοῖς γινομένοις
带冠词的词组 τὸ ... 以引自亚里士多德原文的分句为主语,后接 ἴσον ἐστὶ τῷ ...(相当于……)。其中的 γάρ 是所引用原文内部的连词。
- 5.18οὐδὲν κωλύει μὴ εἶναί τι τῶν ἐντός
动词 κωλύω(妨碍)后接由否定词 μή 否定的不定式补足语从句,意为“丝毫不妨碍它不是内部部分之一”。这里的否定词与主句否定形成呼应,论证遮蔽并不代表它属于内部。
- 5.18τὸ δὲ μείζων γὰρ διαφορὰ αὕτη τῆς κατὰ τὴν ἡλικίαν τροπῆς
此处中性单数冠词 τὸ 再次将亚里士多德的原句(包含 γάρ)名词化充当主语,其谓语为 ταὐτόν ἐστι τῷ πρότερον ῥηθέντι(与前文所说的相同)。
- 5.18ὅτι δὲ εὔτονα λέγει τὰ μεταξὺ ὀξυφώνων καὶ βαρυφώνων
整个 ὅτι 从句充当主动词 ἐδήλωσε(表明)的宾语名词从句。语序上前置了 ὅτι 从句,随后的介词短语 διὰ τοῦ ... 则指明其用以表明这一点的表述。
