← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§236.27-238.8

依年龄与性别的声音尖沉及其原因

注解亚里士多德《动物生成论》第5卷第7章(786b12–25),以牛与人类为例阐释依年龄与性别的声音尖沉差异及其原因,并解决亚氏文本中关于导致运动迟速的原因究竟在于运动者(心脏或琴弦)还是被运动者(空气)的语法疑难与生理学机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.19

" Περὶ μὲν οὖν ὀξύτητος καὶ βαρύτητος τὴν αὐτὴν αἰτίαν οἰητέον εἶναι ἥνπερ ἐπὶ τῆς μεταβολῆς." Τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ἐκ τῆς ἀποδοθείσης αἰτίας τοῦ διὰ τί τὰ πρότερον ὄντα ὀξύφωνα ὕστερον βαρύφωνα γίνεται (νέα μὲν γὰρ ὄντα ὀξύτερον φθέγγεται, γεραιότερα δὲ βαρύτερον) ἐκ δὴ ταύτης δῆλον ἔσται καὶ διὰ τί τὰ μὲν ὀξύφωνά ἐστι καὶ οὐδέποτε μεταβάλλει, τὰ δ’ ἀεὶ βαρύφωνα. ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων τὰ νέα ὀξύτερον φθέγγεται τῶν μὴ νέων, ἐπὶ δὲ τῶν βοῶν ἔμπαλιν τὰ νέα οἱ καλούμενοι μόσχοι βαρυφωνότερά ἐστι τῶν πρεσβυτέρων βοῶν. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν θηλειῶν συμβέβηκεν· ἐν μὲν γὰρ τοῖς ἄλλοις γένεσι τὰ θήλεα ὀξύτερον φθέγγεται τῶν ἀρρένων, ἐπὶ δὲ τῶν βοῶν τοὐναντίον· αἱ γὰρ θήλειαι τῶν ἀρρένων (ἅπερ ἄρρενα ταύρους εἴρηκε) αἱ δὴ θήλειαι βαρύτερον φθέγγονται.1 ὅτι δὲ ἐν τοῖς ἄλλοις γένεσι τὰ θήλεα ὀξύτερον φθέγγονται τῶν ἀρρένων, μάλιστα, φησίν, ἐπίδηλον ἐπὶ τῶν ἀνθρώπων· μάλιστα γὰρ τούτοις ταύτην τὴν δύναμιν, τουτέστι τὸ ὀξὺ καὶ τὸ βαρύ, ἀποδέδωκεν ἡ φύσις. καὶ διὰ τί τούτοις μάλιστα, ἐδήλωσεν εἰπὼν διὰ τὸ λόγῳ χρῆσθαι μόνους τῶν ζῴων· τὰ γὰρ δηλοῦντα διὰ λόγου τὰ βουλήματα αὐτῶν ἀλλήλοις μᾶλλον χρῆται τῷ φθέγγεσθαι, τὸ 〈δὲ〉 μᾶλλον χρώμενον τῷ φθέγγεσθαι μᾶλλον χρῆται τῷ ὀξεῖ καὶ βαρεῖ. ἐπὶ δὲ τοῦ μᾶλλον χρωμένου τῷ ὀξεῖ καὶ βαρεῖ μᾶλλον δῆλόν ἐστι ποῖα ποίων ὀξυφωνότερα. ὅτι δὲ μᾶλλον οἱ ἄνθρωποι τῶν ἄλλων ζῴων χρῶνται τῷ φθέγγεσθαι, δῆλον· ἐκεῖνα γὰρ ἢ διὰ λύπην ἢ δι’ ἡδονὴν φθέγγονται, οἱ δ’ ἄνθρωποι καὶ διὰ ταῦτα καὶ δι’ ἄλλα πολλά.

“因此,关于声音的尖与沉,应当认为其原因正是与变化的情形相同的那一个。” 所说的话等同于:根据为原先为尖音者后来变为沉音者(因为年轻时发出更尖的声音,年老时则发出更沉的声音)所给出的原因,正根据这一原因,也将清楚为何某些是尖音者且从不改变,而另一些则始终是沉音者。在其他动物中,年轻者确实比非年轻者发出更尖的声音,但在牛身上则相反,被称为牛犊的幼牛比年长的牛声音更为沉厚。而这完全相同的事情也发生在雌性身上;因为在其他族类中,雌性比雄性发出更尖的声音,但在牛身上则相反;因为雌性比雄性(他把这些雄性称为公牛)——雌性确实发出更沉的声音。他说,在其他族类中雌性比雄性发出更尖的声音,这在人类身上尤为显著;因为自然把这种潜能,即尖与沉,主要赋予了他们。至于为何主要赋予他们,他通过说明这是因为在动物中唯有他们使用言论而表明了这一点;因为通过言论向彼此表明自己意图的人,更多地使用发声,而更多地使用发声的人,则更多地使用尖与沉。而在更多地使用尖与沉的人身上,何种人比何种人声音更尖就更为明显。至于人类比其他动物更多地使用发声,这是显而易见的;因为那些动物要么出于痛苦要么出于快乐而发声,而人类既出于这些也出于许多其他事情而发声。

§5.20

"Ἐπεὶ δὲ βαρὺ μέν ἐστιν ἐν τῷ βραδεῖαν εἶναι τὴν κίνησιν, ὀξὺ δὲ ἐν τῷ ταχεῖαν, τοῦ δὲ βραδέως καὶ ταχέως πότερον τὸ κινοῦν αἴτιον." Ἐν τῷ τοῦ δὲ βραδέως ὁ δέ σύνδεσμος διὰ τὸ παρέλκειν ἀναπόδοτον ποιεῖ φαίνεσθαι τὴν λέξιν·2 εἴη δ’ ἂν καταλληλότερον, εἰ ὑποστίξομεν εἰς τὸ ἐν τῷ ταχεῖαν, εἶθ’ ὡς ἀποδοτικὸν τοῦ ἐπεὶ δὲ ἐπάξομεν χωρὶς τοῦ δέ συνδέσμου τὸ τοῦ βραδέως καὶ ταχέως πότερον τὸ κινοῦν αἴτιον, ἵνα ᾖ τὸ πᾶν τοιοῦτον ‘ἐπεὶ δὲ βαρὺ μέν ἐστιν ἐν τῷ βραδεῖαν εἶναι τὴν κίνησιν, ὀξὺ δὲ ἐν τῷ ταχεῖαν, πότερόν ἐστιν αἴτιον τοῦ ὀξέος καὶ τοῦ βαρέος τὸ κινοῦν ἢ τὸ κινούμενον’; τοῦτο γὰρ ἀπορεῖται. οἷον φθέγγεται ἡ χορδὴ ἥδε βαρὺ βραδέως κινοῦσα τὸν ὑπ’ αὐτῆς πληττόμενον ἀέρα, ὀξὺ δέ, ὅταν ταχέως κινήσῃ· πότερον οὖν τούτων αἴτιον, ἆρ’ ὁ κινηθεὶς καὶ πληγεὶς ἀὴρ ἢ ἡ κινήσασα καὶ πλήξασα χορδή; καὶ ἐπὶ τῶν ζῴων ὁμοίως ἆρα ἡ κινήσασα καρδία ἢ ὁ κινηθεὶς ὑπ’ αὐτῆς ἀήρ; αὕτη γὰρ εὐρυνομένη συνευρύνει 〈τὸν πνεύμονα〉 διὰ τῶν ἀπ’ αὐτῆς εἰς τὸν πνεύμονα ἐρριζωμένων νεύρων καὶ ἕλκει εἰς ἑαυτὴν τὸν θύραθεν ἀέρα διὰ τῆς μεταξὺ τραχείας ἀρτηρίας καὶ τοῦ πνεύμονος· συστελλομένη δὲ συστέλλεται αὐτῇ καὶ ὁ πνεύμων, καὶ ἀκοντίζει ἐκτὸς τὸ εἰσελθὸν πνεῦμα. ἀκοντίζει δὲ αὐτὸ διὰ τοῦ πνεύμονος καὶ τῆς ἀρτηρίας· δι’ ὧν γὰρ εἰσήγαγεν αὐτό, διὰ τῶν αὐτῶν τοῦτο πάλιν ἀκοντίζει. εὐρύνεται μὲν οὖν καὶ ἡ καρδία καὶ ὁ πνεύμων ἐν τῇ ἀναπνοῇ, συστέλλονται δὲ ἐν τῇ ἐκπνοῇ. πότερον οὖν ὁ ἀκοντιζόμενος καὶ πληττόμενος καὶ κινούμενος ἀήρ ἐστιν αἴτιος τοῦ βαρέως ἢ ὀξέως φθέγγεσθαι τὰ ζῷα, ἢ ἡ ἀκοντίζουσα καὶ κινοῦσα καρδία; ὅτι δὲ τέως τὸ βαρὺ γίνεται ἐν τῷ βραδεῖαν εἶναι τὴν κίνησιν, τὸ δ’ ὀξὺ ἐν τῷ ταχεῖαν, σχεδὸν πᾶσι δῆλον.

“既然沉的声音在于运动迟缓,而尖的声音在于运动迅速,而对于迟缓与迅速而言,究竟是运动者为原因[还是被运动者为原因]。” 在“而对于迟缓而言”这一句中,连词“而(δέ)”由于多余冗赘,使得该表述显得缺乏正句(无正句结构);但若我们在“在于迅速”处作一顿挫,然后作为“既然(ἐπεί)”的正句,不带连词“而(δέ)”引出“对于迟缓与迅速而言,究竟是运动者为原因”,结构就会更为通顺,以便整体成为这样:“既然沉的声音在于运动迟缓,而尖的声音在于运动迅速,那么究竟是运动者还是被运动者是尖与沉的原因呢?”因为所困惑探究的正是这一点。例如,这根琴弦在迟缓地推动被它击打的空气时发出沉音,而在迅速推动时则发出尖音;那么这两者中究竟哪个是原因,是被推动并被击打的空气,还是进行推动并进行击打的琴弦?在动物身上也同样,是进行推动的心脏,还是被它推动的空气?因为心脏在舒张时,通过从它根植入肺部的腱带使[肺]一同舒张,并通过介于中间的气管与肺部将外来的空气吸入自身;而在收缩时,肺也随它一同收缩,并将进入的气向外射出。心脏通过肺与气管射出它;因为通过什么通道引入它,便通过完全相同的通道再次将它射出。于是,心脏与肺在吸气时都舒张,在呼气时都收缩。那么,究竟是被射出、被击打且被推动的空气是动物发出沉音或尖音的原因,还是进行射出与推动的心脏是原因?不过,暂时而言,沉音在于运动迟缓,而尖音在于运动迅速,这对几乎所有人而言都是清楚的。

语法注2 条
  1. 5.19αἱ γὰρ θήλειαι τῶν ἀρρένων (ἅπερ ἄρρενα ταύρους εἴρηκε) αἱ δὴ θήλειαι βαρύτερον φθέγγονται

    由于插入了括号从句(ἅπερ ἄρρενα ταύρους εἴρηκε),主语 αἱ θήλειαι 借助语气词 δή 进行了重述(复现)。起初的 αἱ γὰρ θήλειαι τῶν ἀρρένων 奠定了主语与表示比较的属格,在插入语之后重新连接到限定动词 βαρύτερον φθέγγονται。

  2. 5.20Ἐν τῷ τοῦ δὲ βραδέως ὁ δέ σύνδεσμος διὰ τὸ παρέλκειν ἀναπόδοτον ποιεῖ φαίνεσθαι τὴν λέξιν

    此处指出了亚里士多德原文引文(786b25)中的脱节/无正句现象(ἀναπόδοτον)。注解者认为 τοῦ δὲ βραδέως 中的 δέ 是冗赘的(παρέλκων),指出若省去该 δέ,则以 πότερον 开头的疑问子句即可作为原因从句 ἐπεὶ δέ 的主句归结(ἀποδοτικόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:236.27-238.8