- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:234.18-235.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德根据体色对动物的三分法(单色、多色但通体同色、斑驳),并区分了出于物种本性的变异与在胚胎生成阶段因受损情状而产生的变异。
" Τῶν δὲ ζῴων τὰ μέν ἐστι μονόχροα." Εἰς τρία διαιρεῖ τὰ ζῷα, πρῶτον μὲν εἰς τὸ μονόχροον, δεύτερον εἰς τὸ πολύχροον μέν, ὁλόχροον δέ, καὶ τρίτον εἰς τὸ ποικίλον. καὶ λέγει μονόχροα εἶναι ὧν τὸ γένος ὅλον ἓν χρῶμα ἔχει. πᾶν γὰρ τὸ γένος τῶν κοράκων καὶ πᾶς κόραξ μέλας· οὐ γάρ εἰσιν οἱ μὲν τῶν κοράκων μέλανες οἱ δὲ πυρροὶ καὶ ἄλλοι λευκοί, ἀλλὰ πάντες, ὡς εἴρηται, μέλανες. ἔστιν οὖν γένος, τουτέστιν εἶδος, μονόχροον, οὗτινος τὰ ἄτομα πάντα, εἰς ἃ διαιρεῖται, ἓν ἔχει χρῶμα·1 οὐδὲν γὰρ τῶν ἀτόμων τῶν ὡς εἰς εἶδος τὸν λέοντα ἀναγομένων ἐστὶ λευκὸν ἢ μέλαν, ἀλλὰ πάντα πυρρά. ὡς γὰρ οἱ αὐτοὶ τῷ εἴδει πάντες οἱ λέοντες, οὕτω καὶ τὰ τούτων χρώματα ταὐτά ἐστι τῷ εἴδει· πᾶν γὰρ πυρρὸν χρῶμα παντὶ πυρρῷ χρώματι ταὐτὸν τῷ εἴδει. πολύχροα δὲ καὶ ὁλόχροα λέγει εἶναι ὧν τὸ μὲν γένος ἤτοι τὸ εἶδος μή ἐστι μονόχροον, τῶν δ’ ὑπ’ αὐτὸ ἀτόμων ἕκαστον ὁλόχροον, διαφόροις δὲ χρώμασι, οἷον ὅδε ὁ βοῦς ἐστιν ὅλος μέλας καὶ ὅδε ὅλος λευκός. καὶ λέγεται ὁ μέλας ὁλόχρως, ὅτι ἑνὶ χρώματι ὅλον αὐτοῦ τὸ σῶμα κέχρωσται· οὐ γὰρ τὸν μὲν ἕνα μηρὸν ἔχει μέλανα, τὸν δ’ ἄλλον λευκόν (οὕτως γὰρ ἂν ποικίλος ἦν), ἀλλ’ ἅπας ἐστὶ μέλας· ὁμοίως δὲ καὶ ὁ λευκός. εἰσὶ δὴ τὰ μὲν ἄτομα ὁλόχροα (οὐ πάντα δὲ ἀλλά τινα), τὸ δὲ εἶδος τῶν βοῶν πολύχρων· τὰ γὰρ ἐν αὐτῷ ἄτομα διαφόροις χρώμασι κέχρωσται. τὰ δὲ εἰσι, φησί, ποικίλα. διελὼν οὖν εἰς ταῦτα τὰ ζῷα ἐπήγαγε μεταβάλλει δὲ τὰ ὁλόχροα πολλῷ μᾶλλον τῶν μονοχρόων. ἔστι δὲ τὸ λεγόμενον ἴσον τῷ τὰ μὲν ὁλόχροα μεταβάλλουσιν εἰς ἄλληλα (καὶ γὰρ μελαίνονται οἱ λευκοὶ βόες καὶ οἱ μέλανες λευκαίνονται), τὰ δὲ μονόχροα οὐ μεταβάλλονται, εἰ μὴ διὰ πάθος· οὐδεὶς γὰρ λέων ἀπὸ πυρροῦ μετέβαλέ ποτε εἰς μέλαν ἢ εἰς ἄλλο τι χρῶμα ἕτερον ὂν παρὰ τὸ πυρρόν, ἀλλὰ κἂν μεταβάλλῃ, διὰ πάθος, ὡς εἴρηται. οὐ μόνον δὲ τὰ ὁλόχροα μεταβάλλει εἰς ἄλληλα, ἀλλὰ καὶ τὰ ποικίλα· ταῦτα γὰρ εἶπε μεμιγμένα ἐξ ἀμφοτέρων· ἐκ γὰρ λευκοῦ καὶ μέλανος τὰ πλεῖστα τῶν ποικίλων. εἰπὼν δὲ ὅτι μεταβάλλει τὰ ὁλόχροα πολλῷ μᾶλλον τῶν μονοχρόων, τὴν αἰτίαν τοῦ μεταβάλλειν ἐπήγαγεν εἰπὼν διὰ τὸ ὅλῳ γένει ὑπάρχειν ἐν τῇ φύσει τὸ 〈μὴ〉 μίαν ἔχειν χρόαν.2 ἐπειδὴ γὰρ ἐν τῇ φύσει τοῦ τῶν βοῶν εἴδους ὑπάρχει τὸ μὴ μονόχροον εἶναι, οὐδὲν κωλύει μεταβάλλειν τὰς χρόας. τὰ δὲ μονόχροα τοὐναντίον οὐ μεταβάλλει· οὐ γάρ ἐστιν ἐν τῇ φύσει αὐτῶν τὸ πολλῶν χρωμάτων εἶναι δεκτικήν.3 λέγει δὲ ὦφθαι πέρδικα λευκήν· τοῦτο δὲ λέγοι ἂν περὶ τῶν ἀγρίων· ἥμεραι γὰρ πολλαί εἰσι λευκαί, ἐξ ἐπιτεχνήσεως δέ, οἶμαι, τῶν περὶ αὐτὰς σπουδαζόντων. λέγει δὲ τὴν μεταβολὴν τῶν μονοχρόων ἐν τῇ γενέσει γίνεσθαι· εὐθὺς γὰρ γινομένων καὶ ὄντων ἢ ἐν τῇ ὑστέρᾳ ἢ ἐν τῷ ᾠῷ, μικροῦ τινος γεγονότος πάθους εὐθὺς διαστρέφεται καὶ μεταβάλλει.
“在动物之中,有些是单色的。” 他将动物区分为三类:第一区分为单色的,第二区分为兼有多色却通体一色的,第三区分为斑驳的。他说,整个属拥有一种颜色的,就是单色的。因为乌鸦的整个属以及每一只乌鸦都是黑的;因为并不是乌鸦中有些是黑的、有些是赤褐色的、另一些是白的,而是如前所述,全都是黑的。因此,单色的属,也就是种,是其所区分出的所有个体都拥有一种颜色的属;因为归入狮子这一物种的个体中,没有一个是白或黑的,而全都是赤褐色的。正如所有的狮子在种上相同,它们各自的颜色在种上也是同一的;因为每一种赤褐之色与每一种赤褐之色在种上都是同一的。另一方面,他说兼有多色且通体一色的,是其属或种并非单色,但归于其下的各个个体却通体一色、颜色却各不相同者,例如这头牛通体全黑,而那头牛通体全白。黑牛被称为通体一色,是因为它的整个身体染上了一种颜色;因为它并不是一只大腿为黑而另一只大腿为白(若如此,它就会是斑驳的了),而是整个都是黑的;白牛也是同样。可见,这些个体(并非全部而是某些)是通体一色的,但牛的物种却是兼有多色的;因为处于其内的个体被着上了互不相同的颜色。而有些动物,他说,是斑驳的。因此,在将动物区分为这些之后,他附加上说:“通体一色的比单色的更多地转变。”所说的内容等于说:通体一色的相互转变(因为白牛变黑,黑牛变白),而单色的若非由于某种情状则不转变;因为没有任何一头狮子曾从赤褐色转变为黑色或赤褐色之外的某种别的颜色,即使转变,如前所说,也是由于某种情状。并且不仅通体一色的相互转变,斑驳的也相互转变;因为他说过这些是由两者混合而成的;因为大多数斑驳之物都是由白色与黑色构成的。在说明了通体一色的比单色的更多地转变之后,他附加上了转变的原因,说道:“由于不拥有单一的毛色乃是本性上属于整个属的。”因为既然不是单色乃是本性上属于牛这一物种的,就没有任何东西妨碍它们转变毛色。与此相反,单色的则不转变;因为能容纳多种颜色并不属于它们的本性。他还说曾有人见过白色的石鸡;但这话他大概是针对野生的说的;因为被驯养的石鸡许多是白色的,但我认为,那是出于热衷于此道之人的技术手段。他说单色动物的转变发生在生成之中;因为在它们刚开始生成且或在子宫中或在卵中之时,某种微小的情状一生起,便立刻受到扭曲而发生转变。
- 5.18οὗτινος τὰ ἄτομα πάντα, εἰς ἃ διαιρεῖται, ἓν ἔχει χρῶμα
关系代词 οὗτινος 为属格,修饰其从句中的主语 τὰ ἄτομα πάντα(“它的所有个体”),先行词为 γένος, τουτέστιν εἶδος;其中插入的 εἰς ἃ διαιρεῖται 则是以 τὰ ἄτομα 为先行词的关系从句。
- 5.18τὸ 〈μὴ〉 μίαν ἔχειν χρόαν
带定冠词的不定式短语 τὸ 〈μὴ〉 μίαν ἔχειν χρόαν 作不定式 ὑπάρχειν 的主语。否定词 μὴ 为校勘者所补,正如紧随其后的解释(τὸ μὴ μονόχροον εἶναι)所示,此处意为“不具有单一毛色”。
- 5.18οὐ γάρ ἐστιν ἐν τῇ φύσει αὐτῶν τὸ πολλῶν χρωμάτων εἶναι δεκτικήν
主语为带定冠词的不定式短语 τὸ ... εἶναι δεκτικήν。形容词 δεκτικήν 采用阴性单数宾格,是一种破格现象,在意义上受前文阴性名词 φύσις(本性)的影响。
