← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§233.26-234.17

腐化说之论证与毛发受覆变白及预防

评注者解释了亚里士多德《动物生成论》785a25关于白发源于湿气腐化而非枯干的观点,并以外来之热与冷为据,阐明了被遮盖的毛发更快变白以及涂抹油水混合物能防止变白的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.17

" Ὅτι δὲ γίνεται ἡ πολιὰ σήψει τινί, καὶ οὐκ ἔστιν, ὥσπερ οἴονταί τινες, αὔανσις, σημεῖον τοῦ προτέρου ῥηθέντος." Δύο ἦσαν αἱ λεγόμεναι δόξαι περὶ τῆς γενέσεως τῶν πολιῶν, μία μὲν ἡ λέγουσα ὅτι σήψει τινὶ τοῦ ἐν αὐταῖς ὑγροῦ γίνεται, ἥτις ἐστὶν Ἀριστοτέλους, ἄλλη δὲ ὅτι αὔανσίς ἐστι. καὶ πιστοῦται τὴν οἰκείαν ὁ δαιμόνιος οὗτος δόξαν ἐκ τῶν συμβαινόντων ταῖς θριξίν. εἰπὼν δὲ ὅτι σήψει τινὶ γίνεται ἡ πολιὰ καὶ οὐκ ἔστιν αὔανσις, ἐπήγαγε σημεῖον δὲ καὶ πίστις τοῦ πρότερον ῥηθέντος, τουτέστι τοῦ ὅτι σήψει τινὶ γίνεται ἡ πολιά, τὸ τὰς σκεπαζομένας τρίχας θᾶττον πολιοῦσθαι.1 ἐπειδὴ γὰρ ἡ σῆψις, ὡς ἐν τοῖς Μετεώροις εἴρηται, ὑπὸ ἀλλοτρίας γίνεται θερμότητος, εὐλόγως αἱ σκεπαζόμεναι σήπονται· ἡ γὰρ σκέπη τοῦ πίλου θερμότητα ποιεῖ. ἓν μὲν οὖν σημεῖον τοῦ σήψει γίνεσθαι τοῦτο, ἄλλο δὲ τὸ μιγνυμένου τοῦ ἐλαίου μετὰ τοῦ ὕδατος, εἶτα ἐναλειφομένων ὑπὸ τοῦ μίγματος τούτου τῶν σκεπαζομένων τριχῶν, μὴ πολιοῦσθαι ταχέως.2 ἐπειδὴ γάρ, ὡς ἐλέγομεν, ὑπὸ ἀλλοτρίας θερμότητος ἡ σῆψις γίνεται, τὸ δὲ ὕδωρ ψυχρόν, ἐκκρούει τὴν ἀπὸ τῶν πίλων καὶ καλυμμάτων θερμότητα καὶ οὐκ ἐᾷ σῆψαι τὸ ἐν ταῖς θριξὶν ὑγρόν. τὸ δὲ ἔλαιον ἐμμιγνύουσιν, ἵνα κατέχῃ τῇ οἰκείᾳ γλισχρότητι τὸ ὕδωρ καὶ μὴ ἐᾷ ξηραίνεσθαι, τουτέστι διαπνεῖσθαι ἢ ἐξαεροῦσθαι. δείξας οὖν οὕτω ὅτι σήψει τινὶ γίνονται αἱ πολιαί, δείκνυσι λίαν σαφῶς ὅτι οὐκ ἔστιν αὔανσις. ὅτι δὲ αἱ πόαι καὶ βοτάναι ἀπαυαινόμεναι λευκαίνονται, δῆλον· χλωραὶ γὰρ οὖσαι πράσινοί εἰσι, ξηρανθεῖσαι δὲ λευκαὶ μὲν οὐχ ἁπλῶς, ὅμως λευκότεραι. λέγει δὲ ὅτι τὸ τῶν ἀνθρώπων δέρμα ὑπὸ ἡλίου καὶ πνεύματος γίνεται μέλαν, οὐ συμμεταβάλλουσι δὲ αὐτῷ αἱ τρίχες. ἐπὶ δὲ τῶν ἄλλων ζῴων αἱ μὲν τρίχες συμμεταβάλλουσι τῷ δέρματι, τὸ δὲ δέρμα δὲ ὑπὸ ἡλίου καὶ πνευμάτων οὐ μεταβάλλει διὰ παχύτητα.

“白发是通过某种腐化而生成的,并且正如某些人所认为的那样,并非枯干,这是前述说法的证据。” 关于白发的生成,曾有两种被提及的意见:一种意见认为白发是通过毛发内部湿气的某种腐化而生成的,这是亚里士多德的意见;另一种意见则认为它是枯干。这位非凡的人物便从发生于毛发上的现象来证实他自己的意见。在说明了白发是通过某种腐化生成而非枯干之后,他补充说,而且前述说法——即白发是通过某种腐化生成——的证据与论据,就是这一事实:被遮盖的毛发更快变白。因为正如在《气象学》中所言,腐化是由外来的热造成的,所以被遮盖的毛发腐化是合乎情理的;因为毡帽的遮盖制造了热。因此,这是白发通过腐化生成的一个证据;另一个证据是,当油与水混合,继而被遮盖的毛发被这种混合物涂抹时,毛发不会迅速变白。因为正如我们所说,腐化是由外来的热造成的,而水是冷的,能够击退来自毡帽与遮盖物的热,不让毛发中的湿气腐化。而他们混入油,是为了让油凭借自身的黏性留住水分,不让它干涸,也就是不让它蒸发或化气。以此方式证明了白发是通过某种腐化生成之后,他极其明晰地证明了它并非枯干。草类与草本植物枯萎时变白,这是显而易见的;因为它们鲜活时是草绿色的,而干燥后虽非绝对的白色,但无论如何更白了。他说,人的皮肤因日晒和风吹而变黑,但毛发并不随之共同改变。然而在其他动物身上,毛发随皮肤共同改变,但皮肤本身因其厚度而不随日晒和风吹改变。

语法注2 条
  1. 5.17ἐπήγαγε σημεῖον δὲ καὶ πίστις τοῦ πρότερον ῥηθέντος, τουτέστι τοῦ ὅτι σήψει τινὶ γίνεται ἡ πολιά, τὸ τὰς σκεπαζομένας τρίχας θᾶττον πολιοῦσθαι

    动词 ἐπήγαγε(补充道)引出其后以 σημεῖον δὲ 开头的整个分句作为直接引述或阐释。由主格形式 πίστις(宾格为 πίστιν)可知,这是一个省略了系动词(ἐστί)的名词句,其中 σημεῖον ... καὶ πίστις τοῦ πρότερον ῥηθέντος 为主格表语(“前述说法的证据与论据[是]”),带有中性定冠词的不定式短语 τὸ ... πολιοῦσθαι 为主格主语(“被遮盖的毛发更快变白这一事实”)。

  2. 5.17ἄλλο δὲ τὸ μιγνυμένου τοῦ ἐλαίου μετὰ τοῦ ὕδατος, εἶτα ἐναλειφομένων ὑπὸ τοῦ μίγματος τούτου τῶν σκεπαζομένων τριχῶν, μὴ πολιοῦσθαι ταχέως

    承接前句 ἓν μὲν οὖν σημεῖον τοῦ σήψει γίνεσθαι τοῦτο(这是白发通过腐化生成的一个证据),此处 ἄλλο 省略了 σημεῖον(另一个[证据]是……)。带冠词的不定式短语 τὸ ... μὴ πολιοῦσθαι ταχέως(不会迅速变白)构成主干,其内部由表示时间先后的 εἶτα(继而)连接了两个属格独立结构(μιγνυμένου τοῦ ἐλαίου... 与 ἐναλειφομένων... τῶν σκεπαζομένων τριχῶν)作为先决条件嵌入其中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:233.26-234.17