- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:232.12-233.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《动物生成论》784a11及以下内容,讨论作为白发成因的气汽腐化(霉)与白霜的对比、因疾病导致的白发、两鬓最先变白的原因,以及鹤的羽毛随衰老变黑的案例及其疑难的解决。
εἰπὼν δὲ ὅτι ἡ θερμότης πέττει τὴν τροφὴν ἐπαγγέλλεται περὶ τοῦ πῶς τοῦτο γίνεται καὶ ὅλως πῶς τρεφόμεθα εἰπεῖν ἐν τῷ Περὶ αὐξήσεως καὶ τροφῆς. ἐπειδὴ δὲ σήπεται καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἀνάγκη σήπεσθαι καὶ τὴν γεώδη ἀτμίδα, ὑφ’ ἧς αἱ τρίχες τρέφονται. καλεῖται δὲ ἡ τῆς γεώδους ἀτμίδος σῆψις, μᾶλλον δὲ ἡ σαπεῖσα γεώδης ἀτμὶς εὐρώς· τοιοῦτον δέ ἐστιν ὁ εὐρώς, οἷόν ἐστιν ὁ σαπεὶς ἄρτος ἐν τῷ θέρει, ὃν καλοῦσιν οἱ πολλοὶ μόχλην. γίνεται δὲ ἡ τῶν τριχῶν σαπεῖσα τροφὴ λευκή, ὅτι καὶ ὁ εὐρὼς λευκός. γίνεται δὲ εὐρὼς καὶ ἐν γῇ καὶ ἐν τοίχοις. γεώδη δὲ λέγει ἀτμίδα, διότι οὐδέποτε ἡ ἀτμὶς χωρὶς γεώδους τινὸς ἄνεισι. λέγει δὲ τὸν εὐρῶτα ἀντεστραμμένως καὶ ἐναντίως ἔχειν τῇ πάχνῃ· ἂν μὲν γὰρ παγῇ ἡ ἀτμὶς γίνεται πάχνη, εἰ δὲ σαπῇ, εὐρώς, διὸ καὶ ὁ εὐρὼς καὶ ἡ πάχνη οὐκ ἐν τῷ βάθει γίνονται τῆς γῆς, ἀλλ’ ἐπιπολῆς καὶ ἐν τῇ ἐπιφανείᾳ, διὰ τὸ καὶ τὴν ἀτμίδα, ἐξ ἧς ὁ εὐρὼς καὶ ἡ πάχνη, ἐπιπολῆς εἶναι. ἐν δὲ τῷ τῶν κωμικῶν ἐπαχθέντι τῷ γήρως εὐρῶτα 〈καὶ〉 πάχνην τὸ πάχνην καθ’ αὑτὸ κεῖται, οὕτως δ’ ἐπήγαγεν αὐτὸ ὡς εἰ ἔλεγεν ὅτι ποτὲ μὲν τὴν πολιὰν καλοῦσιν εὐρῶτα γήρως, ὁτὲ δὲ πάχνην γήρως. ἔστι γὰρ ἡ πολιὰ τῇ μὲν πάχνῃ ταὐτὸν τῷ γένει (λέγων γένος τὴν ὕλην καὶ τὸ ὑποκείμενον), τῷ δὲ εὐρῶτι ταὐτὸν τῷ εἴδει. ἡ μὲν γὰρ πάχνη τῷ γένει, τουτέστιν ἡ μὲν πολιὰ καὶ ἡ πάχνη ταὐτὸν τῷ γένει (ἀμφότερα γὰρ ἐκ τῆς ἀτμίδος), ὁ δὲ εὐρὼς τῷ εἴδει, τουτέστιν ὁ δὲ εὐρὼς καὶ ἡ πολιὰ ταὐτὸν τῷ εἴδει· σῆψις γὰρ ἀτμίδος καὶ ὁ εὐρὼς καὶ ἡ πολιά. σημεῖον δ’ ὅτι ἡ πολιὰ σῆψίς ἐστιν ὑγρότητος, ὅτι καὶ πολλοῖς ἐν νόσοις ἐλευκάνθησαν αἱ τρίχες οὐ μόνον διὰ τὸ εἶναι σεσημμένον ὑπὸ τῆς νόσου τὸ ἀναδιδόμενον εἰς αὐτὰς ἐκ τοῦ σώματος ὑγρόν (πολὺ γὰρ ἐν τοῖς σώμασι καὶ ἑκάστῳ τῶν μορίων ἐν ταῖς νόσοις ἐστὶ τὸ τοιοῦτον περίττωμα), ἀλλὰ καὶ διὰ τὸ συννοσεῖν καὶ αὐτὰς τῷ λοιπῷ σώματι καὶ μὴ δύνασθαι πέττειν. σαφῶς δὲ διὰ τί πρῶτον οἱ κρόταφοι λευκαίνονται, ἀπαγγέλλει. τὸ δὲ μέσος γὰρ ὢν ὁ τόπος ἀμφοτέρων ἐκτὸς ἀμφοτέρων τῶν παθημάτων ἐστὶν ἴσον ἐστὶ τῷ1 οὔτε γὰρ δύνανται πέττειν ὡς τὰ ὄπισθεν οὔτε μὴ ῥᾴδιον σήπεσθαι ὡς τὰ ἔμπροσθεν, ἀλλὰ ῥᾳδίως μὲν σήπεται, οὐ πέττεται δέ. τὸ δὲ λεγόμενον ὑπὸ τοῦ Ὁμήρου στίχου τοιοῦτόν ἐστι ‘μάλιστα δὲ καίριός ἐστιν ἡ πληγὴ ἐν τῷ κρανίῳ τῶν ἵππων, ἵνα τρίχες ἐμπεφύκασι’. τῶν δὲ γεράνων πρότερόν εἰσι τὰ πτερὰ λευκὰ διὰ τὸ ἔχειν πολὺν ἀέρα· ὁ γὰρ ἀὴρ διαφαινόμενος λευκότητα ποιεῖ, ὥσπερ ἐν τῷ ἀφρῷ· ὕστερον δὲ γηράσκουσι τοῦ μὲν θερμοῦ τοῦ ποιοῦντος τὴν λευκότητα ἐκλείποντος διὰ τὸ γῆρας, τοῦ δὲ ὑγροῦ πλεονάζοντος διὰ τὸ μὴ καλῶς πέττειν ἐν τῷ γήρει ἀναφαίνεται μέλανα. διὰ πλῆθος γὰρ ὑγροῦ ἐλέγομεν καὶ τοὺς ὀφθαλμοὺς φαίνεσθαι μέλανας, γλαυκοὺς δὲ δι’ ὀλιγότητα. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὡς εἰ δι’ ἔνδειαν θερμοῦ φαίνονται μέλανα τὰ πτερά, εἴρηται δὲ ὅτι, ἐπὰν ἐκλείψῃ τὸ θερμόν, σήπεται τὸ ἐν ταῖς θριξὶν ὑγρὸν καὶ γίνεται ὁ εὐρώς, ὃς ποιεῖ τὰς τρίχας λευκάς, ἔδει μάλιστα μὴ μέλανα φαίνεσθαι τὰ πτερά, ἀλλὰ λευκά, ἐπήγαγε τὸ πλέον τε γηρασκόντων εἶναι τὸ ὑγρὸν ἐν τοῖς πτεροῖς ἢ ὥστε εὐσηπτότερον εἶναι,2 ὡς εἰ ἔλεγεν εἰκὸς ἦν σήπεσθαι καὶ τὸ ἐν τοῖς πτεροῖς ὑγρὸν ἐκλείποντος τοῦ θερμοῦ, ὥσπερ καὶ τὸ τῶν τριχῶν, καὶ φαίνεσθαι λευκὰ τὰ πτερά, οὐ σήπεται δὲ διὰ τὸ πλῆθος· τὸ γὰρ πολὺ οὐκ εὔσηπτον’.
在说明了热消化滋养之后,他许诺将在《论生长与滋养》中讨论这是如何发生的,以及我们整体上是如何获得滋养的。既然空气与水都会腐化,毛发赖以滋养的土质气汽亦必然会腐化。土质气汽的腐化,或者说腐化了的土质气汽,被称为霉;霉就像夏天腐坏的面包一样,常人称之为白霉。毛发腐坏的滋养之所以变白,是因为霉亦是白色的。霉在地面上与墙壁上都会生成。他说土质气汽,是因为气汽绝不会在没有任何土质成分的情况下上升。他说霉与白霜处于颠倒且相反的对应状态;因为气汽若凝冻则成为白霜,若腐化则成为霉,因此霉与白霜并非生成于大地的深处,而是在表面与表层生成,因为霉与白霜所源自的气汽亦处于表层。而在引自喜剧诗人的短语“老年的霉[与]白霜”中,“白霜”是单独置放的,但他附加上它,就如同他在说:有时人们将白发称为“老年的霉”,有时则称为“老年的白霜”。因为白发与白霜在属上是相同的(他以属指质料与基底),但与霉在种上是相同的。也就是说,白霜在属上〔相同〕,即白发与白霜在属上相同(因为两者皆源自气汽),而霉在种上〔相同〕,即霉与白发在种上相同;因为霉与白发皆是气汽的腐化。白发是湿气的腐化,其证据在于:在许多人身上,毛发在患病期间变白,不仅是因为从身体传输至毛发的湿气已被疾病腐化(因为在疾病中,此类残余物在身体及各部分中大量存在),而且亦因为毛发自身同身体的其余部分一同患病而无法消化。至于为何两鬓最先变白,他亦作了明晰的说明。而“因为该处处于两者之中间,故在两种状态之外”这一文句,等同于说“因为它们既不能像后部那样消化,亦非像前部那样不易腐化,而是容易腐化且不被消化”。荷马诗句所言乃是如此:“在马的头颅上生有毛发之处,打击尤为致命”。另一方面,鹤的羽毛早先是白色的,是因为含有大量空气;因为透显出来的空气造成白色,正如在泡沫中一样;但后来随着它们变老,制造白色的热因衰老而衰亡,而湿气因衰老中未能充分消化而过剩,羽毛便显现为黑色。因为我们曾说过,眼睛亦是由于湿气的大量而显现为黑色,由于湿气的稀少而显现为青灰色。然而,既然有人本会提出反驳说:若羽毛显现为黑色是由于热的匮乏,且已经说过每当热衰亡时毛发中的湿气便会腐化并产生霉,正是霉使毛发变白,那么羽毛尤不应显现为黑色,而应显现为白色,故他附加上了“随着衰老,羽毛中的湿气多于易于腐化的程度”,这如同他在说:“在热衰亡时,羽毛中的湿气亦理应如同毛发的湿气一样腐化,从而羽毛显现为白色;但由于量多,它并未腐化;因为量多之物不易腐化。”
- 5.16τὸ δὲ μέσος γὰρ ὢν ὁ τόπος ἀμφοτέρων ἐκτὸς ἀμφοτέρων τῶν παθημάτων ἐστὶν ἴσον ἐστὶ τῷ
中性定冠词 τὸ 将直接引用自亚里士多德文本(784b16–17)的整句(μέσος γὰρ ... ἐστίν)名词化为主语,并连接 ἴσον ἐστὶ τῷ(“等同于……”),其后跟随着注疏者对该引句的阐释性转述(οὔτε γὰρ δύνανται πέττειν...)。
- 5.16ἐπήγαγε τὸ πλέον τε γηρασκόντων εἶναι τὸ ὑγρὸν ἐν τοῖς πτεροῖς ἢ ὥστε εὐσηπτότερον εἶναι
主动词 ἐπήγαγε(“他附加上”)支配带有定冠词的宾格不定式短语(τὸ ... εἶναι,概括自亚里士多德784b26–28的文句)作为直接宾语。其内部的“πλέον ... ἢ ὥστε + 不定式”构成了比较结构,表示“多得不足以……/多于易于……的程度”。
