- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:230.33-232.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《动物之生成》784a11处的内容,对比了由季节支配的植物重生叶片及鸟类换羽与由年龄决定的不可逆的人类秃顶,并分析了疾病与衰老各自导致白发的成因。
" Τοῦ δὲ τὰ μὲν φωλεύοντα πάλιν δασύνεσθαι καὶ τὰ φυλλοβολήσαντα πάλιν φύειν φύλλα." Ἐπειδὴ γάρ, ὡς εἴρηκε πρότερον, καὶ ἡ φυλλοβόλησις καὶ ἡ πτερορρύησις φαλάκραι εἰσίν, ἡ μὲν ὀρνίθων, ἡ δὲ δένδρων, ὁρῶμεν δὲ ὅτι καὶ αἱ πτερορρυήσασαι ὄρνιθες πάλιν δασύνονται καὶ τὰ φυλλοβολήσαντα πάλιν φύει φύλλα, φαλακρὸς δ’ οὐδεὶς οὐδέποτε κομήτης γέγονε, τὴν αἰτίαν ἑκατέρου τούτων διὰ τούτων ἐκτίθεται. αἴτιον οὖν, φησίν, ὅτι τοῖς μὲν φυτοῖς καὶ ὄρνισιν αἱ ὧραί εἰσι τροπαί (λέγων ὥρας ἔαρ, μετόπωρον, χειμῶνα καὶ θέρος), ὥστ’ ἐπεὶ αἱ ὧραι μεταβάλλουσιν, ἀνάγκη ταύταις συμμεταβάλλειν καὶ αὐτά, καὶ ἐπὶ τούτῳ πάλιν καὶ τὰ δένδρα φύει καὶ αἱ ὄρνιθες δασύνονται, τοῖς δ’ ἀνθρώποις οὐκ εἰσὶν αἱ ὧραι τροπαὶ τοῦ σώματος, ἀλλ’ αἱ τοιαῦται ἡλικίαι· ὃν γὰρ λόγον ἔχει τὸ ἔαρ ἐν δένδροις καὶ ὄρνισι, τοῦτον ἡ ἀκμὴ ἐν ἀνθρώποις. ἐπειδὴ οὖν οὔκ εἰσιν αὐτοῖς αἱ ὧραι τροπαὶ τοῦ σώματος, ἀλλ’ αἱ ἡλικίαι, αὗται δ’ οὐ μεταβάλλουσιν (οὐ γὰρ μεταβάλλει γῆρας εἰς νεότητα ὥσπερ θέρος εἰς μετόπωρον) εἰκότως οὐδὲ τὰ διὰ τὰς ἡλικίας πάθη μεταβάλλει. ζητήσειε δ’ ἄν τις, πῶς τὸ γῆρας ἀναλογεῖ χειμῶνι· ὁ μὲν γὰρ χειμὼν ψυχρὸς καὶ ὑγρός, τὸ δὲ γῆρας ψυχρὸν καὶ ξηρόν. ἢ ὁ μὲν χειμὼν κατὰ συμβεβηκός ἐστιν ὑγρός1 (συμβαίνει γὰρ ψύξεως οὔσης συνίστασθαι τὸν ἀέρα εἰς ὕδωρ), ἐπεὶ ὁ χειμὼν φύσει ἐστὶ ψυχρὸς καὶ ξηρός. ἀλλὰ καὶ τὸ γῆρας κατὰ συμβεβηκός ἐστιν ὑγρόν· ξηρὸν μὲν γὰρ γίνεται τὸ γῆρας διὰ τὸ ἔχειν ἡμᾶς ἐν τῇ τοιαύτῃ ἡλικίᾳ ἔνδειαν τῆς συμφύτου θερμότητος, ἐπεὶ ὅτι γε πλήρεις ἐσμὲν τότε τῆς ἐκ τῶν περιττωμάτων ὑγρότητος, παντί που δῆλον· φλεγματικώτατοι γὰρ καὶ περιττωματικώτατοι οἱ γηραιοί. * * * τοῖς δ’ ἀνθρώποις οὐδὲν πλὴν τῶν πολιῶν, οὐ τῶν διὰ γῆρας, ἀλλὰ τῶν διὰ νόσον· πολλῶν γὰρ γεγόνασιν αἱ τρίχες λευκαὶ οὐ διὰ τὸ γῆρας, ἀλλὰ διὰ τὸ νοσῆσαι νόσον ἣν καλοῦσι λεύκην. γίνεται γὰρ ἐν ταύτῃ τῇ νόσῳ καὶ τὸ τῆς κεφαλῆς δέρμα λευκόν, ὕστερον δὲ ὑγιανάντων πάλιν γεγόνασι μέλαιναι.2 λέγει οὖν ὅτι τοῖς μὲν ἄλλοις ζῴοις τοῦ μονοχρόους ἔχειν τὰς τρίχας ἢ ποικίλας αἴτιον τὸ δέρμα, τοῖς δ’ ἀνθρώποις τοῦ μὲν λευκὰς γίνεσθαι ἐν τῇ καλουμένῃ νόσῳ λεύκῃ αἴτιον καὶ τούτοις τὸ δέρμα, τῶν δὲ γινομένων ἐν τῷ γήρᾳ πολιῶν οὐκ αἴτιον τὸ δέρμα, ἀλλ’ ἕτερόν τι, ὅπερ ἤδη ῥηθήσεται. τοῖς οὖν ἀνθρώποις, φησί, τῶν μὲν διὰ νόσον γενομένων πολιῶν αἴτιον τὸ δέρμα, τῶν δὲ διὰ γῆρας οὐκ αἴτιον. καὶ ἂν μὲν ᾖ τὸ δέρμα λευκόν, ὥσπερ ἐν τῇ λεύκῃ νόσῳ, ἕπεται καὶ τὸ τὰς τρίχας λευκὰς εἶναι· ἐὰν δὲ αὗται ὦσι λευκαί, οὐκ ἀκολουθεῖ τὸ καὶ τὸ δέρμα λευκὸν εἶναι· τῶν γὰρ γηραιῶν αἱ μὲν τρίχες λευκαί, τὸ δὲ δέρμα οὐ λευκόν. αἴτιον δὲ τοῦ ἐν τῇ εἰρημένῃ νόσῳ λευκαίνεσθαι τὰς τρίχας ὅτι ἐκ τοῦ δέρματος φύονται· λευκοῦ γὰρ τότε τοῦ δέρματος ὄντος ἀνάγκη συμμεταβαλεῖν αὐτῷ καὶ τὰς τρίχας. λέγει δὲ τὴν λευκότητα τῶν ἐν τῷ γήρᾳ γινομένων πολιῶν γίνεσθαι δι’ ἔνδειαν τῆς τῶν τριχῶν θερμότητος, ὥσπερ καὶ ἡ φαλάκρα. διαφέρει δὲ ὅτι ἡ μὲν φαλάκρα ἐγίνετο κυρίως καὶ πρώτως δι’ ἔνδειαν ὑγρότητος θερμῆς, ἡ δὲ πολιὰ δι’ ἔνδειαν μόνης θερμότητος. καὶ ἐπεὶ τὴν εἰς ἕκαστον μόριον ἀφικνουμένην τροφὴν πέττει ἡ κατὰ φύσιν ἐν αὐτῷ οὖσα θερμότης, ἡ δὲ ἐν ταῖς θριξὶν οὖσα φυσικὴ θερμότης ἀσθενής ἐστι τότε καὶ πάμπαν ἀδρανής, ὥστε μηδὲ δύνασθαι πέττειν τὴν εἰσιοῦσαν ὑγρότητα, σήπεται αὕτη ἡ ὑγρότης ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος καὶ γίνεται οἷον εὐρώς τις. ἡ γὰρ σῆψις, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων εἴρηται, ὑπὸ ἀλλοτρίας γίνεται θερμότητος.
“至于潜伏动物再次变得毛发浓密,落叶之物再次萌发叶片,”因为正如他先前所言,落叶与脱毛皆是秃顶,前者属于树木,后者属于鸟类,而我们看到脱毛的鸟类再次变得羽毛浓密,落叶之物再次萌发叶片,却从未有秃顶之人重新变得长发繁茂,故他通过这些文句阐明了这两者各自的原因。他说,原因在于,对植物和鸟类而言,各个季节乃是[身体的]转变(他以季节指春、秋、冬、夏),因此,既然季节发生变化,它们自身亦必然伴随季节共同变化,正因如此,树木再次萌发生长,鸟类再次羽毛浓密;而对人类而言,季节并非身体的转变,此类年龄阶段才是;因为春季在树木和鸟类中所具有的比例,正是在人类中壮年所具有的比例。因此,既然对他们而言季节并非身体的转变,而是年龄阶段才是,且这些年龄阶段并不[逆向]转变(因为老年不会像夏季转变为秋季那样转变为青年),合乎情理的是,因年龄阶段而产生的诸受动亦不转变。但有人或许会探问,老年如何对应于冬季;因为冬季是寒冷且湿润的,老年却是寒冷且干燥的。抑或是,冬季只是附带地是湿润的(因为在寒冷发生时,空气碰巧凝结为水),既然冬季在自然本性上乃是寒冷且干燥的。然而老年亦附带地是湿润的;因为老年的变干,是由于我们在这一年龄阶段处于固有热量的匮乏之中,既然我们那时充满了源于残余物的湿气,这对于任何人而言都是显而易见的;因为老年人最为多痰,且最为多残余物。[……]然而在人类中,除了白发之外没有任何东西[再次转变],且这并非指因衰老而生的白发,而是因疾病而生的白发;因为在许多人身上,毛发变白并非由于衰老,而是由于患上了一种他们称之为白斑的疾病。因为在此疾病中,头皮亦变白,而后在他们恢复健康时,毛发再次变黑。因此他说,对其他动物而言,皮肤是其毛发具有单一颜色或杂色的原因,而对人类而言,在所谓的白斑病中毛发变白,对他们而言皮肤亦是原因,但在衰老中所产生的白发,皮肤并非原因,而是另一事物,即下文即将言及者。他说,因此对人类而言,因疾病而产生的白发,其原因是皮肤,而因衰老而产生的白发,皮肤并非原因。而且,如果皮肤是白的,正如在白斑病中那样,毛发亦是白的便随之成立;但若毛发是白的,皮肤亦是白的并不必然跟随成立;因为在老年人中,毛发是白色的,皮肤却不是白色的。而在上述疾病中毛发变白的原因,在于它们是从皮肤中生长出来的;因为既然那时皮肤是白的,毛发亦必然伴随它一同转变。他又说,在衰老中所产生的白发之白,正如秃顶一样,是由于毛发热量的匮乏而产生的。但其差别在于:秃顶主要是且首要地因湿热之气的匮乏而产生,而白发则是仅因热量的匮乏而产生。既然各部分中依自然本性存在的热消化进入该部分的滋养,而在那时毛发中所存在的自然之热软弱且完全无力,以致于甚至不能消化渗入其中的湿气,这种湿气便被环境之热所腐化,并变成某种霉烂之物。因为正如在《气象论》第四卷中所说,腐化乃是由外来之热所引起的。
- 5.16ἢ ὁ μὲν χειμὼν κατὰ συμβεβηκός ἐστιν ὑγρός
连词 ἤ 用于引导对前一句中所提出的疑难(ζητήσειε δ’ ἄν τις...)的解答,采取设问自答的语气,意为“抑或是……/或者其实是因为……”。
- 5.16ὑγιανάντων πάλιν γεγόνασι μέλαιναι
ὑγιανάντων 为独立属格结构,其逻辑主语为前文代指病患的 πολλῶν(阳性属格),而主句的主语则是阴性复数名词 αἱ τρίχες(毛发),两者的主语不同,故采用独立属格。
