← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§229.4-230.32

植物落叶与人类秃顶的类比及脱发机理

注疏亚里士多德《论动物生成》783b22–783b28,菲洛波庞阐述了植物落叶与人类秃顶的类比、本性极寒的脑因排精耗散温热湿气而致脱发的机理,以及秃顶仅发生于头部前部、妇女、男童与去势者不秃的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14

" Γίνεται δὲ τοῖς φυτοῖς ἐν τῷ χειμῶνι τὸ πάθος· αὕτη γὰρ ἡ μεταβολὴ κυριωτέρα τῆς ἡλικίας." Ἡλικίαν λέγει τὸ γῆρας, μεταβολὴν δὲ τὸν χειμῶνα. ἔστι δὲ τὸ λεγόμενον ‘τὸ φυλλορροεῖν καὶ οἱονεὶ φαλακροῦσθαι γίνεται τοῖς φυτοῖς ἐν τῷ χειμῶνι· κυριώτερος γὰρ ὁ χειμὼν καὶ μᾶλλον δύναται ποιεῖν τὰ φυτὰ φυλλορροεῖν ἤπερ τὸ γῆρας τοὺς ἀνθρώπους φαλακροῦσθαι’.1 οὐκ ἔστι γὰρ τοσοῦτον τὸ γῆρας αἴτιον τοῦ φαλακροῦσθαι τοὺς ἀνθρώπους, ὅσον ὁ χειμὼν τοῦ τὰ δένδρα φυλλορροεῖν. ἐν δὲ τῇ λέξει τῇ καὶ τοῖς φωλεύουσι δὲ τῶν ζῴων οὐ τοῦτο λέγει, ὡς ἄν τῳ δόξειεν, ὅτι ὁ χειμών ἐστιν αὐτοῖς αἴτιος τοῦ πτερορρυεῖν, ἀλλ’ ὅτι καὶ τούτοις τοῦ πτερορρυεῖν αἴτιον ἡ ἔνδεια τῆς ὑγρότητος τῆς θερμῆς. [τότε δὲ τοῖς τοιούτοις τὴν φύσιν μᾶλλον.] " Φύσει γάρ ἐστιν ὁ ἐγκέφαλος ψυχρότατος." Τὴν αἰτίαν διὰ τούτων λέγει τοῦ διὰ τί οὐδεὶς φαλακροῦται πρὸ τοῦ καιροῦ τῶν ἀφροδισίων. οὐδεὶς γὰρ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς αὑτοῦ ἡλικίας φαλακροῦσθαι ἀπάρχεται, ἀλλὰ μετὰ τὸν καιρόν, εἴθ’ ὁ τεσσαρεσκαιδέκατός ἐστιν εἴθ’ ὁ ἐφεξῆς τούτῳ, ἐν ᾧ φυσικῶς ἄρχεται ἀφροδισιάζειν, μετὰ τοῦτον δὴ καὶ ἡ τοῦ φαλακροῦσθαι τέως ἀρχὴ γίνεται, πληροῦται δὲ καὶ τὸ τέλος λαμβάνει προϊόντος τοῦ χρόνου. διὰ τί οὖν μετὰ τὸν καιρὸν τῶν ἀφροδισίων ἡ φαλάκρα ἄρχεται γίνεσθαι, ῥητέον ὧδε· ἐπειδὴ ἡ γονὴ περίττωμα δέδεικται τῆς ἐσχάτης τροφῆς, ἡ δὲ ἐσχάτη τροφὴ ὑγρὰ καὶ θερμή, δῆλον ὅτι οἱ ἀφροδισιάζοντες ἐν ἐνδείᾳ εἰσὶ τῆς θερμῆς ὑγρότητος διὰ τὴν τῆς γονῆς ἀπόκρισιν. εὔλογον δήπου τὸν ἐγκέφαλον φύσει ψυχρότατον ὄντα πρώτως τῶν ἄλλων μορίων αἰσθάνεσθαι τοῦ πάθους τούτου· τὰ γὰρ ἀσθενῆ τῶν μορίων καὶ φαύλως ἔχοντα μικρᾶς αἰτίας καὶ ῥοπῆς γεγονυίας εὐθὺς τρέπεται εἰς ὃ πέφυκεν. ὁ δὲ ἐγκέφαλος εἰ καὶ φύσει ψυχρός ἐστιν, ὅμως ἔχει τινὰ θερμότητα ὑπὸ τῶν περιεχόντων αὐτὸν μικρῶν φλεβίων· ὥστε ἡνίκα γένηται μικρά τις αἰτία, ἐξίσταται τῆς τοιαύτης θερμότητος καὶ τρέπεται εἰς ὃ πέφυκεν. ὥστε ἄν τις ἀναλογίσηται ὅτι αὐτός τε ὁ ἐγκέφαλος ὀλιγόθερμός ἐστιν2 (ὀλίγη γὰρ ἡ χορηγουμένη αὐτῷ θερμότης ὑπὸ τῶν προσεχῶς ῥηθέντων φλεβίων), καὶ ἔτι μᾶλλον ὀλιγοθερμότερον τὸ τῆς κεφαλῆς δέρμα διά τε τὴν ἀπὸ τοῦ ἐγκεφάλου ἐγγινομένην αὐτῷ ψυχρότητα καὶ τὸν περιέχοντα ἡμᾶς ἀέρα, καὶ ἔτι μᾶλλον ὀλιγοθερμοτέραν τὴν τῶν τριχῶν φύσιν τῆς τοῦ δέρματος φύσεως, εἰ δὴ ὁ μὲν ἐγκέφαλος ψυχρὸς ὢν τότε μᾶλλόν ἐστι ψυχρός, καὶ τούτου τὸ δέρμα ψυχρότερον, καὶ τοῦ δέρματος μᾶλλον ψυχροτέρα ἡ τῶν τριχῶν φύσις, ὅσον ἀφέστηκε τῆς ἀρχῆς πλέον τῶν ἄλλων (ἀρχὴ δ’ ὡς πολλάκις εἴρηται ἡ καρδία), εὐλόγως ἂν δόξειε τοῖς σπερματικοῖς, τουτέστι τοῖς πλείστην ἀφιεῖσι γονήν, περὶ ταύτην τὴν ἡλικίαν 〈συμβαίνειν〉 φαλακροῦσθαι. ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· τοῖς σπερματικοῖς περὶ ταύτην τὴν ἡλικίαν ψυχρότατος γίνεται ὁ ἐγκέφαλος διὰ τὸ εἶναι τὴν ἐξερχομένην γονὴν ὑγρὰν καὶ θερμήν· τούτου δὲ ψυχροῦ γεγονότος, ἔτι μᾶλλον τὸ δέρμα ψυχρότερον γίνεται, καὶ ἔτι μᾶλλον τούτου ἡ τῶν τριχῶν φύσις, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐν ἐνδείᾳ αὐτὰς εἶναι τότε ὑγρᾶς καὶ θερμῆς τροφῆς. ὥστε ἀνάγκη πίπτειν· τὸ γὰρ ζῆν καὶ εἶναι αὐταῖς ἐστιν ἐν τῷ τοιαύτην τρέφεσθαι τροφήν, ὑγράν φημι καὶ θερμήν. εἰπὼν δὲ δι’ ἣν αἰτίαν οὐ γίνονται φαλακροὶ πρὸ τῶν ἀφροδισίων, ἀλλ’ ὅτε ἀφροδισιάζουσιν, ἐπάγει διὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ τῆς κεφαλῆς τὸ πρόσθιον μόνον γίνονται φαλακροί, καὶ τῶν ζῴων οἱ ἄνθρωποι μόνοι. φαλακροῦνται μὲν οὖν τὸ πρόσθιον, ὅτι ἐνταῦθα ὁ ἐγκέφαλος, ὁ αἴτιος τοῦ γίνεσθαι τὰς φαλάκρας, μόνος δὲ ὁ ἄνθρωπος, ὅτι πολὺ πλεῖστον οὗτος ὑγρότερόν τε καὶ ψυχρότερον τῶν ἄλλων ζῴων ἔχει τὸν ἐγκέφαλον. αἱ δὲ γυναῖκες οὐ φαλακροῦνται δι’ ἣν αἰτίαν οὐδ’ οἱ παῖδες· οὔτε γὰρ ὁ παῖς προίεται γόνιμον σπέρμα οὔτε τὸ θῆλυ. τὸ γὰρ καταμήνιον ἄγονον ἄνευ τῆς ἀπὸ τοῦ ἄρρενος ἐκκρίσεως, ἡ δὲ φαλάκρα γίνεται διὰ πρόεσιν γονίμου σπέρματος. ὑστερογενεῖς δὲ τρίχας λέγει τὰς ἐν τῇ γένυϊ, τὰς ἐν τῇ ἥβῃ, τὰς ἐν τοῖς στέρνοις, τὰς παραπλησίους, μάλιστα δὲ τὰς ἐν τῇ γένυϊ. πήρωσιν δὲ λέγει τὴν τῶν ὄρχεων ἐκτομήν· πήρωσις γάρ τις καὶ ἡ τούτων ἐκτομή.

“在植物中,这种受动发生在冬季;因为这种变化比年龄更具支配力。” 他以“年龄”指老年,以“变化”指冬季。所表达的意思是:“植物的落叶和所谓秃顶发生在冬季;因为冬季比老年更具支配力,且与其说老年致使人类秃顶,不如说冬季更有能力致使植物落叶”。因为老年作为人类秃顶之原因的程度,并不如冬季作为树木落叶之〔原因〕那么大。而在“在潜伏动物中亦然”这句文句中,他并不是像某些人所认为的那样,说冬季是它们掉毛脱毛的原因,而是说对于它们而言,羽毛脱落的原因同样是温热湿气的匮乏。[而在那时,在此类本性之物中发生得更为显著。]“因为在自然本性上,脑是最冷的。” 他通过这些话阐明了为何没有人会在性交时期之前秃顶的原因。因为没有人在自己年龄的第十二个年头就开始秃顶,而是在那一时期之后——无论是在第十四年还是在紧随其后的年份,即他依自然本性开始进行性交的时候——正是在此之后,秃顶的端倪才暂且产生,并随着时间的推移而完满并达到终局。那么,为什么秃顶在性交时期之后开始发生,应当如此陈述:既然精液已被证明是最终滋养的残余物,而最终滋养是湿润且温热的,显然,进行性交者由于精液的排出而处于温热湿气的匮乏之中。本性上最冷的脑先于其他各部分感知到这种受动,这当然是合乎情理的;因为各部分中软弱且处于不良状态者,一旦发生微小的原因和倾斜,便立即转向其依本性所归属的状态。脑虽依本性是冷的,却仍借助环绕它的细小微静脉而拥有某种热;因此,一旦产生某种微小的原因,它便脱离这种热,转向其依本性所归属的状态。因此,如果有人考虑到:脑本身热量微少(因为由刚才提及的微静脉提供给它的热是微少的),头皮由于从脑产生于其中的寒冷以及环绕我们的空气而热量更加微少,毛发的本性比头皮的本性热量还要更加微少——如果脑本是冷的,在那时变得更冷,头皮比脑更冷,而毛发的本性比头皮更冷,其更冷的程度正如它比其他部分距离始基(如屡次言及的那样,始基乃是心脏)更为遥远——那么,似乎合乎情理的是,多精者,即排放最多精液的人,在这一年龄段周围〈发生〉秃顶。因此,论证的概括如下:对于多精者,在这一年龄段周围,由于排出的精液是湿润且温热的,脑变得最冷;在它变得寒冷之后,头皮变得更加寒冷,毛发的本性比头皮变得更加寒冷,而这等同于它们在那时处于湿热滋养的匮乏之中。因此必然脱落;因为对它们而言,活着和存在就在于以此种滋养——我指的是湿润且温热的滋养——来得到滋养。在说明了为何不在性交之前秃顶、而是在进行性交时才秃顶的原因之后,他接着指出:“出于同样的原因,唯独头的前部秃顶,而在所有动物中唯有人类秃顶。”前部秃顶,是因为引发秃顶的原因——脑——就在那里;唯有人类秃顶,是因为人类比其他动物拥有远为湿润且寒冷的脑。而妇女不秃顶的原因与男童不秃顶的原因相同;因为男童不排出能育的精种,雌性亦不排出。因为月经若无来自雄性的分泌物便是不育的,而秃顶是由于排出能育的精种而引起的。他所说的“后生之毛”,指的是下颔上的毛、阴部的毛、胸部的毛以及类似的毛,尤其是下颔上的毛。他所说的“残疾”,指的是切除睾丸;因为切除睾丸亦是一种残疾。

语法注2 条
  1. 5.14κυριώτερος γὰρ ὁ χειμὼν καὶ μᾶλλον δύναται ποιεῖν τὰ φυτὰ φυλλορροεῖν ἤπερ τὸ γῆρας τοὺς ἀνθρώπους φαλακροῦσθαι

    在由 ἤπερ 引导的比较结构中,主句的动词短语 δύναται ποιεῖν 承前省略(“与其说老年[有能力致使]人类秃顶”)。其中 τοὺς ἀνθρώπους φαλακροῦσθαι 构成依附于 ποιεῖν 的带不定式宾格结构(使役)。

  2. 5.15ὥστε ἄν τις ἀναλογίσηται ὅτι αὐτός τε ὁ ἐγκέφαλος ὀλιγόθερμός ἐστιν

    全句构成一个长大的条件句并带有破格修辞(anacoluthon)。ὥστε ἄν τις ἀναλογίσηται(由虚拟式+ἄν 开启的条件从句)统辖三个 ὅτι 从句;随后由 εἰ δή 从句重述前提,最终导向主句 εὐλόγως ἂν δόξειε(祈愿式+ἄν)。编者补入的不定式 〈συμβαίνειν〉 与 φαλακροῦσθαι 连用,使句意完整。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:229.4-230.32