← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§227.12-229.3

毛发特性的机制与秃顶产生的原因

斐洛庞努斯通过扎根较浅以及质料的分配解释了野兔毛发柔软而粗的原因,并阐明了冷与热如何使毛发和植物硬化与凝固。随后他探讨了人类秃顶的原因,借助植物落叶的类比,说明了脑中温热(油脂性)湿气的匮乏如何导致毛发脱落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12

" Ἔτι δ’ ἔνια τῶν ζῴων μαλακὴν μὲν ἔχει τὴν τρίχα, ἧττον δὲ λεπτήν." Τοῦτο λίαν πανάληθες· αἱ γὰρ τῶν λαγωῶν τοιαῦται· παχεῖαι γὰρ καὶ μαλακαί, κἂν ἐμφαίνωνταί τινες μεταξὺ τῶν παχειῶν καὶ μαλακῶν πάνυ λεπτόταται, αἵτινες λεπτόταται οὐδὲ κυρίως εἰσὶ τρίχες· αἱ δὲ πλεῖσται κυρίως οὖσαι τρίχες παχεῖαι καὶ μαλακαί. εἰσὶ μὲν οὖν μαλακαί, διότι οὔκ εἰσιν ἄχρι τῆς σαρκὸς ἐρριζωμέναι, ἀλλ’ ἐπιπολῆς τοῦ δέρματος· ἐν αὐτῷ γὰρ τῷ δέρματί εἰσιν ἐρριζωμέναι, ἀλλ’ οὐκ εἰς βάθος, ὥστε ἅπτεσθαι καὶ τῶν σαρκῶν ὥσπερ αἱ τῶν ἄλλων ζῴων. καὶ διὰ τοῦτο ταχέως ἐκπίπτουσι· τὸ γὰρ τάχιον καὶ ῥᾷστα πίπτειν σημεῖον τοῦ μὴ εἰς βάθος αὐτὰς ἐρριζῶσθαι. ἐπιπολῆς οὖν οὖσαι καὶ διὰ τοῦτο ὀλίγον λαμβάνουσαι τὸ γεῶδες, πλεῖον δὲ τὸ ὑγρὸν μαλακαί εἰσι, παχεῖαι δέ, ὅτι ἀφελοῦσα ἡ φύσις ἐκ τοῦ μήκους προσέθηκε τῷ πάχει· οὐ γὰρ ἀρκεῖ ἡ ἀναγομένη ὕλη καὶ εἰς πάχος καὶ εἰς μῆκος. τὸ δὲ ἐπιπολῆς ἢ πέριξ ἐκ παραλλήλου κεῖται.1 ἀπὸ λίνων δὲ ξύσματα λέγει ἅπερ οἱ ἰατροὶ ἐπιτιθέασι τοῖς τραύμασι. λαβόντες γὰρ λίνειον ὕφασμα ἢ ἱμάτιον ξύουσι μαχαίρᾳ· ξυομένου δὲ ἐξέρχονται λεπτότατά τινα καὶ βραχύτατα ἐοικότα ταῖς ἐμφαινομέναις ἐν τοῖς λαγωοῖς λεπτοτάταις θριξί. ταῦτα οὖν τὰ ἐξερχόμενα ἐκ τοῦ λινείου ἱματίου τιθέασιν ἐν τοῖς τραύμασιν· ἅπερ οὐδὲ πλέκεσθαι δύνανται πάνυ ὄντα οὐκ ἐπιμήκη, ἀλλὰ βραχύτατα. λέγει δὲ καὶ τοὺς Σκύθας εἶναι μαλακότριχας, τὰ δὲ πρόβατα τοὐναντίον σκληρότριχα. καὶ οἱ μὲν Σκύθαι τοιοῦτοι διὰ τὴν προειρημένην αἰτίαν· ὑγροὶ γὰρ καὶ αὐτοὶ καὶ ὁ περιέχων αὐτοὺς ἀήρ, μάλιστα δὲ † διὰ τὸ εἶναι ὑγρότατος· τὰ δὲ πρόβατα δι’ ἃς λέγει σαφῶς αἰτίας. ποντίους δ’ ἐχίνους λέγει τοὺς θαλαττίους. στραγγουρία δὲ λέγεται ἣν οἱ πολλοὶ δυσουρίαν λέγουσι· τούτοις δὴ τοῖς στραγγουριῶσι τοὺς ποντίους ἐχίνους λεαίνοντες οἱ ἰατροὶ καὶ ὑγρῷ μιγνύντες διδόασι πίνειν. ἐπεὶ δὲ ὡς εἴρηται ἡ ψυχρότης σκληρύνει, εἰκότως καὶ τὰ ἄλλα τὰ φυόμενα (λέγων φυόμενα τὰ δένδρα) τὰ ἐν τοῖς προσβόρροις σκληρότερά ἐστι τῶν πρὸς νότον· τὰ γὰρ βόρεια μέρη ψυχρότερα τῶν νοτίων. ἐξατμίζεται δὲ τὸ ὑγρὸν ὑπὸ μὲν τοῦ θερμοῦ καθ’ αὑτό (ἐξερχομένου γὰρ τοῦ θερμοῦ συνεξέρχεται αὐτῷ καὶ τὸ ὑγρόν), ὑπὸ δὲ τοῦ ψυχροῦ κατὰ συμβεβηκός·2 καθ’ αὑτὸ μὲν γὰρ τὸ ψυχρὸν τὸ θερμὸν ἐξάγει, συμβαίνει δὲ τοῦ θερμοῦ ἐξαγομένου συνεξάγεσθαι τὸ ὑγρόν. καὶ τὰ μὲν ὑπὸ ψυχροῦ παγέντα ἐστὶ σκληρὰ καὶ πυκνά (τὸ γὰρ ψυχρὸν σκληρύνει καὶ πυκνοῖ), τὰ δ’ ὑπὸ θερμοῦ σκληρὰ καὶ μανά· τὸ γὰρ θερμὸν σκληρύνει μέν, οὐ πυκνοῖ δέ.

“此外,有些动物的毛发柔软,但不太细。” 这极其真实;因为兔子的毛发便是如此;它们既粗又软,即便在粗软的毛发之间显现出一些极纤细的毛(这些极纤细的毛甚至不能算作严格意义上的毛发),但大多数严格意义上的毛发仍是既粗且软的。它们柔软,是因为它们并非扎根深至肌肉,而是在皮肤的表层;因为它们扎根在皮肤本身之中,却未达触及肌肉的深度,不像其他动物的毛发那样。因此它们迅速脱落;脱落得更快且最易,是它们扎根不深的一个标记。因此,处于表层并因而在获取土性成分较少而获取湿气较多的情况下,毛发是柔软的;而粗则是由于自然从长度中削减而补益于厚度;因为升腾的质料不足以兼顾粗与长。“在表层或四周”这一表述是作为并列同义语放置的。他所说的“亚麻刮屑”,正是医生敷在伤口上的东西。因为[医生们]拿来亚麻织物或斗篷,用小刀刮取;在刮削时,便掉落出一些极纤细且极短小的碎屑,类似兔子身上显现出的极细之毛。因此,他们将这些从亚麻斗篷上脱落的东西敷在伤口上;这些东西由于毫不修长且极其短小,甚至无法用于编织。他还说斯基泰人毛发柔软,而绵羊则相反,毛发坚硬。斯基泰人如此是出于前述的原因;因为他们自身和环绕他们的空气都是湿润的,尤其是因为空气最为湿润;而绵羊如此则是由于他清楚阐明的原因。他所谓的“海中海胆”,指的是海里的海胆。被称为“排尿痛”的,正是大多数人所说的排尿困难;医生们便将海胆磨碎并与液体混合,给这些患排尿痛的人饮用。既然如前所说寒冷使事物变硬,理所当然地,位于向北方向生长的其他植物(他以“生长之物”指树木)比向南方向的更坚硬;因为北方比南方更寒冷。湿气被热在自身本性上蒸发(因为当热离去时,湿气亦随之离去),而被冷则是在偶性上被蒸发;因为冷在自身本性上驱逐热,但在热被驱逐时,湿气便伴随被驱逐。由冷凝固之物是坚硬且致密的(因为冷使之硬化且致密),而由热凝固之物则是坚硬且疏松的;因为热虽使之硬化,却不使之致密。

§5.13

"Φαλακροῦνται δ’ ἐπιδήλως οἱ ἄνθρωποι μάλιστα τῶν ζῴων." Τὴν αἰτίαν διὰ τούτων λέγει, πῶς φαλακροῦνται οἱ ἄνθρωποι. φωλεύοντας δὲ ὄρνιθας λέγει τοὺς ἐπῳάζοντας. τὸ δὲ κατὰ μέρος μὲν ἀπορρεῖ καὶ τὰ φύλλα τοῖς φυτοῖς πᾶσι δυνάμει τοιοῦτόν ἐστι· πάντων τῶν φυτῶν καὶ τῶν ἀειφύλλων καὶ τῶν φυλλοβολούντων κατὰ μέρος ἀπορρεῖ τὰ φύλλα καὶ οὐχ ἅμα πάντα, ἀλλὰ τῶν μὲν ἀειφύλλων ἅμα τῷ ἀπορρεῦσαι φύλλον εὐθὺς βλαστάνει ἕτερον, καὶ διὰ τοῦτο εἰσιν ἀείφυλλα, ἐπὶ δὲ τῶν φυλλοβολούντων τοῦτο οὐ συμβαίνει. καὶ ἐπὶ τῶν κομητῶν ὁμοίως κατὰ μέρος πίπτουσιν αἱ τρίχες αὐτῶν, ἀλλὰ πάλιν φύουσιν ἕτεραι. ἐπὶ δὲ τῶν φαλακρῶν πίπτουσι μὲν ὁμοίως κατὰ μέρος, ἀλλὰ διὰ τὸ μὴ φύειν ἄλλας γίνονται φαλακροί. αἴτιον δὲ τοῦ φαλακροῦσθαι ἡ ἔνδεια τῆς θερμῆς ὑγρότητος. ἐπεὶ γὰρ ὁ θάνατος ψυχρὸν καὶ ξηρόν, δῆλον ὡς ἡ ζωὴ ὑγρὸν καὶ θερμόν· ὅταν οὖν ἔνδεια γένηται θερμῆς3 ὑγρότητος ἐν τῷ ἐγκεφάλῳ (ἔχει γάρ τινα ὁ ἐγκέφαλος θερμότητα, ὡς εἶπεν ἐν τῷ Περὶ ζῴων μορίων, ἐκ τοῦ νωτιαίου μυελοῦ καὶ μετ’ ὀλίγον ἐρεῖ) ὅταν οὖν γένηται ἔνδεια ὑγρότητος θερμῆς, τοιαύτης δὲ ὑγρότητος θερμῆς, ἐξ ἧς πεφύκασιν αἱ τρίχες τρέφεσθαι, τρόπον τινὰ ἀποθνήσκουσι καὶ πίπτουσι. θερμὸν δέ, φησί, καὶ ὑγρόν ἐστι τὸ λιπαρόν· τὸ γὰρ λιπαρόν, ὡς πολλάκις εἴρηται, εὐπεψία τίς ἐστιν, ἡ δὲ εὐπεψία ὑπὸ θερμότητος· ὥστε τὸ λέγειν ἔνδειαν ὑγρότητος θερμῆς ταὐτόν ἐστι τῷ λέγειν ἔνδειαν ὑγρότητος λιπαρᾶς.

“在所有动物中,人类显而易见最容易秃顶。” 他通过这些话阐明了人类如何秃顶的原因。他所谓的“潜伏之鸟”,指的是孵卵的鸟。而“在所有植物中叶子亦部分地脱落”在意义上等于:在一切植物中,无论是常绿植物还是落叶植物,叶子都是部分地脱落而非一次性全部脱落;但在常绿植物中,当一片叶子脱落的同时,另一片叶子立即萌发,因此它们是常绿的;而在落叶植物中,这并不发生。在毛发茂密的人身上,他们的头发同样部分地脱落,但又会长出新的头发。在秃顶的人身上,头发同样部分地脱落,但由于不再长出新的头发,他们便成为了秃顶。秃顶的原因在于温热湿气的匮乏。因为既然死亡是冷且干的,生命显然是湿且热的;因此,当脑中产生温热湿气的匮乏时(因为脑正如他在《论动物部分》中所言且稍后亦将论述的那样,从脊髓中获得某种热),因此,当温热湿气发生匮乏,且是毛发依其本性赖以滋养的那种温热湿气匮乏时,毛发在某种方式上便会死亡并脱落。他说,油脂性之物是热且湿的;因为油脂性之物正如屡次言及的那样,是某种良好的消化成熟,而良好的消化成熟是由热促成的;因此,说“温热湿气的匮乏”,等同于说“油脂性湿气的匮乏”。

语法注3 条
  1. 5.12ἐκ παραλλήλου κεῖται

    注解者对紧接在前的引用语“ἐπιπολῆς ἢ πέριξ”(在表层或四周)的修辞学说明,表明由ἤ连接的两词是作为并列同义语放置的,而非表示互斥的选择。

  2. 5.12ἐξατμίζεται δὲ τὸ ὑγρὸν ὑπὸ μὲν τοῦ θερμοῦ καθ’ αὑτό ... ὑπὸ δὲ τοῦ ψυχροῦ κατὰ συμβεβηκός

    对照结构“ὑπὸ μὲν τοῦ θερμοῦ καθ’ αὑτό ... ὑπὸ δὲ τοῦ ψυχροῦ κατὰ συμβεβηκός”。后半句承前省略并补入谓语动词ἐξατμίζεται。热直接携湿气外出故为“自身本性上”,而冷驱逐热连带使湿气外出故为“偶性上”。

  3. 5.13ὅταν οὖν ἔνδεια γένηται θερμῆς ὑγρότητος ἐν τῷ ἐγκεφάλῳ ... ὅταν οὖν γένηται ἔνδεια ὑγρότητος θερμῆς

    复述再开结构(resumptive),在长插入句(ἔχει γάρ τινα ὁ ἐγκέφαλος θερμότητα...)之后重复了ὅταν οὖν...。此时间/条件从句的主句结论最终落在文末前的“τρόπον τινὰ ἀποθνήσκουσι καὶ πίπτουσι”(在某种方式上死亡并脱落)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:227.12-229.3