- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:225.18-227.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者结合皮肤的厚薄疏密以及滋养毛发的湿气性质(油脂性或水性),阐释了毛发粗细长短的成因(782a24)。随后澄清了“皮越厚毛越粗”这一命题的逻辑结构,并探讨了直发与卷发的形成机制(782b5)。
" Παχύτητος μὲν οὖν καὶ λεπτότητος αἴτιον μάλιστα τὸ δέρμα." Τοῦ μὲν οὖν παχείας καὶ λεπτὰς εἶναι τὰς τρίχας, ἐπιμήκεις τε καὶ βραχείας αἴτιον τὸ δέρμα,1 συναίτιον δὲ ἡ τῆς ὑγρότητος ἀφ’ ἧς τρέφονται διαφορά. ἂν μὲν γὰρ ᾖ τὸ δέρμα παχὺ καὶ μανὸν καὶ ἡ ἀναθυμιωμένη ἀτμὶς λιπαρά, ἐξ ἧς ἀτμίδος λιπαρᾶς καὶ τοῦ ἐν αὐτῇ γεώδους τρέφονται αἱ τρίχες, γίνονται παχεῖαι καὶ ἐπιμήκεις, παχεῖαι μὲν διά τε τὴν εὐρύτητα τῶν πόρων (τὸ γὰρ πλῆθος δηλωτικόν ἐστι τῆς εὐρύτητος· μεγάλοι γὰρ καὶ εὐρεῖς οἱ πόροι τῶν μανῶν), παχεῖαι μὲν οὖν διά τε τὸ πλῆθος τῶν πόρων καὶ διὰ τὸ πάχος τοῦ δέρματος· πολὺ γὰρ ἐν τῷ παχεῖ δέρματι τὸ γεῶδες, ὑφ’ οὗ τε καὶ τῆς ἀναγούσης αὐτὸ ἀτμίδος τρέφονται αὗται. τὸ γὰρ γεῶδες χωρὶς ἀτμίδος οὐδέποτε ἄνεισιν, ὡς ἐν τῷ πρώτῳ τῶν Μετεώρων εἴρηται, ἀλλὰ μεμιγμένον μετ’ αὐτῆς. διὰ μὲν οὖν τοὺς πόρους καὶ τὸ πάχος τοῦ δέρματος παχεῖαι γίνονται· διὰ δὲ τὸ λιπαρὸν λαμβάνουσι μέγεθος. τὸ γὰρ λιπαρὸν οὐκ εὐξήραντον· οὐ γὰρ ἀναξηραίνεται τάχιον οὔτε ὑπὸ τοῦ περιέχοντος ἀέρος οὔτε ὑπὸ τῆς ἐμφύτου τῶν τριχῶν θερμότητος (πᾶν γὰρ τὸ τρεφόμενον ἔχει ἔμφυτον θερμότητα, τὸ μὲν μᾶλλον, τὸ δ’ ἧττον), μὴ ἀναξηραινομένου δὲ τοῦ λιπαροῦ αὔξονται. ἂν δὲ ᾖ τὸ δέρμα λεπτὸν καὶ ἡ ἀναθυμίασις ὑδατώδης, γίνονται λεπταὶ καὶ βραχεῖαι, λεπταὶ μὲν διὰ τὴν πυκνότητα τῶν πόρων (συμπεπιλημέναι γὰρ ἐξέρχονται) καὶ διὰ τὴν ὀλιγότητα τοῦ γεώδους, δι’ οὗ μάλιστα τρέφονται (τρέφει γὰρ αὐτὰς καὶ τὸ ὑγρόν, ἀλλὰ μᾶλλον τὸ γεῶδες), βραχεῖαι δὲ διὰ τὸ τάχιον ἀναξηραίνεσθαι τὸ ὑγρόν. ὥσπερ γὰρ ἐπὶ τῶν ὑφ’ ἡμῶν ὁρωμένων ἄν τὸ κατερχόμενον ὕδωρ ἐκ τῶν κεράμων ἐν ταῖς βροχαῖς ὕδωρ μένῃ, ἄχρι τῆς γῆς κάτεισιν, ἂν δὲ παγὲν καὶ ἀναξηρανθὲν κρύσταλλος γένηται, οὐκ ἄχρι τῆς γῆς κάτεισιν, ἀλλ’ ἄχρι τινός, καὶ ἵσταται, οὕτω καὶ ἐπὶ τῶν τριχῶν ἂν μὲν ᾖ τὸ ὑγρὸν ὑφ’ οὗ τρέφονται λιπαρόν, ἔοικε τῷ ῥέοντι ὕδατι καὶ διὰ τοῦτο αὔξονται ἐπὶ πολύ, ἂν δὲ ὑδατῶδες, τῷ ἀναξηρανθέντι καὶ κρυστάλλῳ γεγονότι. ἂν δ’ ᾖ τὸ δέρμα παχὺ καὶ πυκνὸν καὶ τὸ ὑγρὸν λιπαρόν, γενήσονται ἐπιμήκεις μὲν διὰ τὸ λιπαρόν, λεπτότεραι δὲ τῶν φυομένων ἐκ τοῦ παχέος καὶ μανοῦ, παχύτεραι δὲ τῶν φυομένων ἐκ τοῦ λεπτοῦ καὶ πυκνοῦ, λεπτότεραι μὲν ἐκείνων διὰ τὴν πυκνότητα τῶν πόρων, παχύτεραι δὲ τούτων διὰ τὴν παχύτητα τοῦ δέρματος. ἂν δὲ ᾖ τὸ δέρμα πυκνὸν καὶ λεπτόν, καὶ τὸ ὑγρὸν λιπαρόν, γενήσονται λεπτόταται καὶ ἐπιμήκη, διὰ μὲν τὴν λεπτότητα καὶ πυκνότητα τοῦ δέρματος λεπταί, διὰ δὲ τὴν λιπαρότητα ἐπιμήκεις· καὶ ἐπὶ τῶν ἄλλων ἀντιθέσεων οὕτως. ἡ μὲν οὖν τῶν λεγομένων, οἶμαι, διάνοια αὕτη· τὰ δὲ κατὰ τὰς λέξεις ὧδέ πως ἔχει. ὅλως μὲν οὖν, φησί, τὸ δέρμα γεῶδές ἐστιν· ἐπιπολῆς γὰρ ὂν ἐκτὸς τῶν σαρκῶν ὥσπερ τις ἐπιφάνεια κεῖται· ἐπιπολῆς οὖν ὑπάρχον ἐξατμίζοντος τοῦ ὑγροῦ στερεὸν γίνεται. εἴρηκε γὰρ καὶ ὅτε περὶ γενέσεως αὐτοῦ ἔλεγεν ἐν τῷ δευτέρῳ βιβλίῳ, ὅτι ἐξατμιζομένου τοῦ ἀνάγοντος τὸ γεῶδες ὑγροῦ, καταλιμπανομένου τοῦ γεώδους οὐ παντός, ἀλλ’ ὅσον ἔχει γλισχρότητα, καὶ ψυχομένου πήγνυται καὶ γίνεται δέρμα. αἱ δὲ τρίχες γίνονται ἐκ τοῦ δέρματος· ἐξατμίζοντος γὰρ τοῦ ἐν αὐτῷ ὑγροῦ ἐν τῇ ἐξατμίσει συνίσταται ὑπὸ τῆς φύσεως ἀρχή τις τριχῶν, οἷον ὥσπερ τινὲς βραχύταται ῥίζαι, καὶ οὕτω κατ’ ὀλίγον αὔξονται ἐκ τοῦ καθ’ ἑκάστην ἐξατμιζομένου ὑγροῦ καὶ τοῦ ἐν αὐτῷ γεώδους.
“因此,粗与细的原因主要在于皮肤。” 毛发的粗与细以及长与短,其原因在于皮肤,而毛发赖以滋养的湿气的差异则是共同原因。因为如果皮肤既厚且疏松,升腾的蒸气呈油脂性——毛发正是由这种油脂性蒸气及其中的土性成分所滋养的——它们就会变得又粗又长:粗是由于毛孔的宽阔(因为数量显示着宽阔;疏松之物的毛孔是大而宽的),所以粗是由于毛孔的数量与皮肤的厚度;因为在厚的皮肤中土性成分很多,毛发正是由这土性成分和将它携带上升的蒸气所滋养的。因为正如在《气象学》第一卷中所说,土性成分若无蒸气绝不会上升,而是与蒸气混合在一起[上升]的。因此由于毛孔和皮肤的厚度,毛发变粗;而由于油脂性,它们获得长度。因为油脂性的东西不易干燥;它既不会被周围的空气迅速晒干,也不会被毛发生来的热迅速烤干(因为凡受滋养者皆有生来的热,有的多些,有的少些),在油脂性不被烤干的情况下,毛发便生长。但若皮肤薄而升腾的气呈水性,毛发就会变细变短:细是由于毛孔的致密(因为它们是挤压在一起长出的),也是由于毛发主要赖以滋养的土性成分的稀少(湿气也滋养它们,但土性成分滋养得更多);短则是由于湿气干得更快。正如在我们所见的事物中,若在下雨时从瓦片落下的水保持为水,它就会一直落到地面,但若冻结干燥变成了冰,它就不会一直落到地面,而是在某处停住;在毛发的情形中也是如此,若滋养它们的湿气是油脂性的,它就类似流动的水,因此毛发大幅生长;但若是水性的,它就类似干燥且变成冰的水。若皮肤厚而致密,湿气是油脂性的,毛发由于油脂性将变得修长,但比长在厚而疏松皮肤上的毛发要细,比长在薄而致密皮肤上的毛发要粗:比前者细是由于毛孔的致密,比后者粗则是由于皮肤的厚度。若皮肤致密而薄,湿气呈油脂性,毛发将极其纤细且修长:由于皮肤的薄和致密而细,由于油脂性而修长;在其他对立组合中亦是如此。我想,所说内容的要旨就是如此;而依文句而言大致如下。他说,总的来说,皮肤是土性的;因为它处于肌肉之外的表层,宛如某种表面;因此它处于表层,当湿气蒸发时便凝为坚固之物。正如他在第二卷论及皮肤的生成时所说,当携带土性成分的湿气蒸发时,留下的并非全部土性成分,而仅是具有黏性的部分,冷却后凝固而成为皮肤。毛发则由皮肤产生;因为当其中的湿气蒸发时,在蒸发中自然构成了某种毛发的本原,宛如极微短的根,就这样由各自蒸发的湿气及其中的土性成分逐渐生长。
"Διὸ ὅλως μὲν τὰ παχυδερμότερα παχυτριχώτερα τῶν ζῴων." Τὸ ἑξῆς καὶ κατάλληλον τῆς λέξεως τοιοῦτον ἂν εἴη·2 διὸ ὅλως μὲν τὰ παχυτριχώτερα τῶν ζῴων παχυδερμότερα, οὐ μὴν καὶ πάντα τὰ παχυδερμότερα παχυτριχώτερα τῶν λεπτοδέρμων· ὁ γὰρ βοῦς παχυδερμότερος μὲν χοίρου, λεπτοτριχώτερος δέ. ἔστι μὲν οὖν τὸ λεγόμενον δυνάμει ‘καθόλου μὲν οὖν εἰπεῖν, εἴ τι παχύτριχον, τοῦτο παχύδερμον, οὐ μὴν εἴ τι παχύδερμον, καὶ παχύτριχον’. τὸ δὲ οὐ μέντοι τὰ μάλιστα μᾶλλον3 ἴσον ἐστὶ τῷ οὐ μέντοι τὰ μάλιστα παχύδερμα μᾶλλον παχύτριχα. διὰ τοῦτο γὰρ καὶ αἱ ἐν τῇ κεφαλῇ ἡμῶν τρίχες παχύτεραι τῶν ἐν ταῖς χερσὶ καὶ ποσὶ καὶ στέρνοις ἀναφυομένων τριχῶν, ὅτι καὶ τὸ τῆς κεφαλῆς δέρμα παχύτερον καὶ μανότερον τοῦ λοιποῦ δέρματος. ὅτι δὲ καὶ ὑγρότερον, δῆλον· ὁ γὰρ ἐγκέφαλος ὑγρότατος. ἀναμεμιγμένου δὲ ὄντος τοῦ θερμοῦ μετὰ τοῦ γεώδους καὶ τοῦ μὲν γεώδους φερομένου ὡς γεώδους κάτω, τοῦ δὲ θερμοῦ ἄνω, οὖλαι αἱ τρίχες γίνονται· εὐθεῖαι δὲ γίνονται διὰ τὸ ῥεῖν ἐν αὐταῖς τὸ ὑγρόν, ἀλλ’ οὐ στάζειν· τὸ γὰρ στάζον βραχέως φέρεται δι’ ὀλιγότητα.
“因此总的来说,皮更厚的动物毛发更粗。” 文句连续且合宜的结构应当是这样的:“因此总的来说,毛发更粗的动物皮更厚,但这绝非指所有皮更厚的动物都比皮薄的动物毛发更粗;因为牛的皮比猪厚,但毛发却更细。”因此,所说的内容实际上等于:“普遍来说,若有物毛发粗,则此物皮厚;但并非若有物皮厚,就亦毛发粗。”而“然而并非最如此者便更如此”,等同于“然而并非皮最厚者毛发更粗”。正因如此,我们头部的毛发比手、足、胸部长出的毛发更粗,是因为头部的皮肤比其余部分的皮肤更厚且更疏松。至于它更为湿润也是显而易见的;因为脑最为湿润。当热与土性成分混合在一起,土性成分作为土性向下运动,而热向上运动时,毛发就变为卷发;而变为直发则是由于湿气在其内部流动而非滴落;因为滴落之物因其量少而只能行进极短距离。
- 5.10Τοῦ μὲν οὖν παχείας καὶ λεπτὰς εἶναι τὰς τρίχας, ἐπιμήκεις τε καὶ βραχείας αἴτιον τὸ δέρμα
在带冠词的不定词短语 Τοῦ... εἶναι τὰς τρίχας 中,表语形容词 παχείας καὶ λεπτὰς 与 ἐπιμήκεις τε καὶ βραχείας 共享同一个不定词 εἶναι,整个短语作为 αἴτιον 的补足成分(“毛发粗与细以及长与短的原因”)。
- 5.11Τὸ ἑξῆς καὶ κατάλληλον τῆς λέξεως τοιοῦτον ἂν εἴη
注解者指出,引文中的原命题(“皮厚者毛粗”)存在反例(如牛与猪),因此就文句符合逻辑的合理结构(τὸ κατάλληλον)而言,应当将主谓项作逻辑换位理解:凡毛粗者必皮厚,但皮厚者未必毛粗。
- 5.11τὸ δὲ οὐ μέντοι τὰ μάλιστα μᾶλλον
此注针对亚里士多德原文极度简略的短语 οὐ μέντοι τὰ μάλιστα μᾶλλον 进行补充说明,指明省略的成分为 παχύδερμα 和 παχύτριχα,即“并非最[皮厚的]就更[毛粗]”。
