- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:224.9-225.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注视亚里士多德《动物生成论》781a23及下文,探讨了听觉与视觉的类比、呼气与湿气对听觉的影响、耳与鼻孔结构对于远距离感知的机制、水生海豹无耳的缘由,以及针对毛发生长和太阳穴脱发文句的断句与义理阐释。
ὥσπερ γὰρ ἐπὶ τοῦ ὁρᾶν εἰ μὲν κινηθῇ τὸ κρυσταλλοειδὲς ἢ διαφανές, ὁρῶμεν, ἂν δὲ ᾖ ὑγρόν, οὐχ ὁρῶμεν, οὕτω καὶ ἐπὶ τοῦ ἀκούειν εἰ μὲν κινεῖται τὸ ἐν τοῖς ὠσὶ πνεῦμα ᾗ διηχές, ἀκούομεν, εἰ δὲ ᾖ πνεῦμα, οὐκ ἀκούομεν· δεῖ γὰρ ὡς πνεῦμα ἠρεμεῖν, εἰ μέλλει ἀκούσεσθαι. τοῦτο δὲ γίνεται καὶ ἐν τῷ ἐκπνεῖν· ἅμα γὰρ πνεῦμα ἐν τῷ ἐκπνεῖν ἔκ τε τῆς καρδίας πρὸς τὸ οὖς ἄνεισι καὶ πρὸς τοὺς μυκτῆρας ἐκ τοῦ πνεύμονος ἐκ τῆς καρδίας τὴν ἀρχὴν ἔχοντος. τὸ δὲ κινεῖται γὰρ κινοῦν τὸ ὄργανον1 ἀσφαλῶς πρόσκειται· κινεῖται γὰρ ὑπὸ τοῦ ἀνελθόντος ἐκ τῆς καρδίας πνεύματος, κινεῖ δὲ αὐτὸ τὸ ἐν αὐτῷ ἐγκατῳκοδομημένον πνεῦμα. ἀλλὰ καὶ ἐν ταῖς ὑγραῖς ὥραις παχέος πνεύματος πληρουμένη ἡ καρδία διὰ τὴν τῆς ὥρας ὑγρότητα, καὶ τὰ ὦτα τοιούτου πληροῦται διὰ τὸ γειτνιᾶν, ὡς εἴρηται, τοὺς πόρους τῆς ἀκοῆς τῇ καρδίᾳ· τὴν καρδίαν γὰρ εἶπε πάλιν ἀρχὴν πνευματικοῦ τόπου. ἔστι δὲ τὸ διὰ τὸ γειτνιᾶν τῇ ἀρχῇ τοῦ πνευματικοῦ τόπου ἴσον τῷ διὰ τὸ γειτνιᾶν τῇ ἀρχῇ τοῦ πνεύματος. τὸ δὲ γειτνιᾶν νῦν ἀντὶ τοῦ εἶναι εἴληπται· ἐν γὰρ τῇ καρδίᾳ τελευτᾷ καὶ τὸ τῆς ἀκοῆς αἰσθητήριον. τὸ μὲν οὖν τὰς διαφορὰς αἰσθάνεσθαι τῶν ψόφων καὶ ὀσμῶν ἐστιν ἐν τῷ τὸ αἰσθητήριον καὶ τὸν ἐν αὐτῷ ὑμένα εἶναι καθαρά, καθάπερ καὶ ἐπὶ τῆς ὄψεως εἴρηται, τοῦ δὲ πόρρωθεν αἰσθάνεσθαι αἴτιον τὸ προβολὴν ἔχειν καὶ ὀχετοὺς καὶ οἷον αὐλούς ἐστι, καθάπερ καὶ ἐπὶ τῆς ὄψεως. εἰσὶ δὲ τὰ ὦτα οἷον αὐλοὶ καὶ ὀχετοὶ καὶ σωλῆνες ἵππων, ὄνων, ἡμιόνων, ἐλάφων καὶ ἄλλων πολλῶν. τοῦτο δὲ καὶ ἐπὶ τῶν μυκτήρων συμβαίνει· ὅσων γὰρ οἱ μυκτῆρες μακροί, πόρρωθεν ταῦτα τῶν ὀσμῶν αἰσθάνονται. ἄνω γὰρ ὄντος τοῦ αἰσθητηρίου καὶ πόρρωθεν τῆς τῶν μυκτήρων ἀρχῆς (λέγω δὴ ἀρχὴν μυκτήρων τὸ χονδρῶδες αὐτῶν, ἐν ᾧ πρώτως προσβαλοῦσαι αἱ ὀσμαὶ ἀνέρχονται ἄνω πρὸς τὴν μήνιγγα, ἐν ᾗ τὸ αἰσθητήριον ὂν λαμβάνει καὶ διαπορθμεύει πρὸς τὴν καρδίαν) ἄνω δὴ ὄντος τοῦ αἰσθητηρίου οὐκ ἐῶσιν οἱ τῶν μυκτήρων πόροι τὰς τῶν ὀσμῶν διασπᾶσθαι κινήσεις. ἀπογεγεισσωμένα δὲ ὦτα λέγει τὰ μικρὰ καὶ προβολὰς ἔχοντα οἷον γεισσώματά τινα. ἐπεὶ δὲ τὰ ὦτα διὰ τὸ σώζειν τὴν τοῦ ἀέρος πόρρωθεν κίνησιν πρόσκεινται τοῖς πόροις, ἡ δὲ φώκη ἔνυδρον, ἐν δὲ τῷ ὕδατι ἀὴρ οὐκ ἔστιν, εὐλόγως οὐκ ἔχει ὦτα. καίτοι ἔδει ἔχειν ὡς τετράπουν καὶ ζωοτόκον· πᾶν γὰρ τετράπουν καὶ ζωοτόκον ἔχει ὦτα. οὐ μόνον δὲ οὔκ εἰσιν αὐτῇ χρήσιμα ἐνύδρῳ οὔσῃ πρὸς τὸ ἀκούειν, ἀλλὰ καὶ τοὐναντίον ἐκώλυον ἂν αὐτὴν ὅλως ἀκούειν πληρούμενα ὕδατος. τὰ δὲ περὶ τριχῶν σαφῆ, πλὴν ἐν τῇ λέξει τῇ καὶ γὰρ τὰ ἀκανθώδεις ἔχοντα τῶν τοιούτων ὑποστικτέον εἰς τὸ τοιούτων, εἶτ’ ἐπακτέον τὸ τριχῶν εἶδός τι ὑποληπτέον.2 λέγει δὲ τῶν τοιούτων τῶν ἐντὸς αὑτῶν ζωοτοκούντων. ὅτι δὲ καὶ ὁ ἄνθρωπος δασύνεται μᾶλλον τὴν κεφαλὴν πρεσβύτερος γεγονώς, δῆλον ἔκ τε τῶν ὀφρύων (δασυτάτας γὰρ ἔχουσι τὰς ὀφρῦς) καὶ ἐκ τῶν στέρνων· δασύτερα γὰρ αὐτὰ αὑτοῖς τότε μᾶλλον ἢ νέοις οὖσιν. ἐν δὲ τῷ φαλακροῦται δὲ οὐθεὶς οὔτε τούτους3 τὸ τούτους περὶ τῶν κροτάφων εἴρηται· οὐδεὶς γὰρ τοὺς κροτάφους φαλακροῦται.
正如在视觉的情形中,如果晶状物或透明体被推动,我们就看见,但若它是[单纯的]流体,我们就看不见;在听觉的情形中也是如此:如果耳中的精气作为共鸣物而被推动,我们就听见,但若它是[作为自身的]精气,我们就听不见;因为如果它要听闻,作为精气它必须保持静止。而这在呼气时也会发生;因为在呼气时,精气同时从心脏上升到耳朵,并从以心脏为本原的肺部上升到鼻孔。而“因为器官在推动的同时被推动”这一文句是准确附加上去的;因为它被从心脏上升的精气所推动,而它自身又推动筑于其内的精气。而且在潮湿的季节里,由于季节的湿气,心脏充满了浓浊的精气,耳朵也由于听觉通道正如所言紧邻心脏而充满此类精气;因为他又称心脏为“精气之地的本原”。而“由于紧邻精气之地的本原”,等同于“由于紧邻精气的本原”。这里的“紧邻”是用来代替“处于其中”的;因为听觉的感觉器官亦终止于心脏之中。因此,感知声响与气味的差异,在于感觉器官及其内部的膜保持纯净,正如在视觉情形中所说的那样;而能够自远方感知的缘由,则在于拥有突出部、导管以及类似管子的构造,正如在视觉情形中一样。对于马、驴、骡、鹿和许多其他动物而言,耳朵就像是管子、导管和水槽。而这在鼻孔的情形中也是如此;凡是鼻孔修长的动物,都能从远处感知气味。因为感觉器官处于高处,且远离鼻孔的本原(我所说的鼻孔本原是指其软骨部分,气味最初触及此处后向上升至脑膜,存在于膜中的感觉器官接收气味并将其传递给心脏)——由于感觉器官确实处于高处,鼻孔的通道便不容许气味的运动被涣散。而他所谓的“檐状耳”,是指小而带有如同某种屋檐般突出部的耳朵。既然耳朵附着于通道是为了保存来自远方空气的运动,而海豹是水生的,水中没有空气,故而它理所当然没有耳朵。然而作为四足且胎生的动物,它本该拥有耳朵(因为凡是四足胎生的动物都有耳朵)。但是耳朵对于身为水生的它不仅无助于听闻,反而会因充满水而彻底妨碍它听闻。关于毛发的事情是明白的,只是在“因为在此类动物中长有刺的”这句文句中,应当在“此类动物中”处作一顿挫,然后接着读“应当被认为是某种毛发”。他所谓的“此类动物中”,是指在自身内部胎生的动物。至于人年纪渐长时头部毛发更为浓密,这从眉毛(因为他们有极其浓密的眉毛)和胸部就可以清楚看出;因为此时这些部位比起他们年轻时更为浓密。而在“没有人会在这些部位也变秃”中,“在这些部位”是就太阳穴而言的;因为没有人会在太阳穴处变秃。
- 5.9κινεῖται γὰρ κινοῦν τὸ ὄργανον
引述亚里士多德原文文句。被动动词 κινεῖται(被推动)与主动现在分词 κινοῦν(推动着/通过推动)并置,注疏者将其解释为双重因果关系:器官一方面被来自心脏的外来精气被动推动,另一方面其自身又主动推动其内部构筑的精气。
- 5.9ὑποστικτέον εἰς τὸ τοιούτων, εἶτ’ ἐπακτέον τὸ τριχῶν εἶδός τι ὑποληπτέον
关于断句与文本读法的指令。指示在文句 καὶ γὰρ τὰ ἀκανθώδεις ἔχοντα τῶν τοιούτων 中的 τῶν τοιούτων 之后进行句读(顿挫),并接着连读后文的谓词部分 τριχῶν εἶδός τι ὑποληπτέον(“应当被认为是某种毛发”)。
- 5.9οὔτε τούτους
指明亚里士多德原文中指示代词 τούτους(阳性宾格复数)的指代对象。注疏者根据解剖学语境确定其指的是太阳穴(τῶν κροτάφων,源自阳性名词 κρόταφος)。
