← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§222.29-224.9

听觉通道与心脏及言语和学习的关联

斐洛庞奴斯注解了亚里士多德《动物之生成》第5卷第2章(781a23)关于听觉的论述,阐明听觉器官的通道最终通向心脏,并论述了这与言语表达、学习以及打哈欠时听力受阻的生理联系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#1

" Ἡ μὲν οὖν τῆς ἀκοῆς, ἐπεὶ τὸ αἰσθητήριον ἀέρος." Λείπει τὸ αἴσθησις, ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον ‘ἡ μὲν οὖν τῆς ἀκοῆς αἴσθησις’. ἔστι δὲ τὸ τῆς λέξεως συνεχὲς ‘ἐπεί ἐστι τὸ αἰσθητήριον ἀέρος, ταύτῃ περαίνει ᾗ τὸ πνεῦμα τὸ σύμφυτον ποιεῖται ἐνίοις μὲν τὴν σφύξιν, ἐνίοις δὲ τὴν ἀναπνοὴν καὶ ἐκπνοήν. σφύξιν δὲ λέγει τὴν τῶν ἀρτηριῶν κίνησιν, ἣν κινοῦνται καὶ νοσοῦσι καὶ ὑγιαίνουσιν ἡμῖν.1 ἀλλὰ καὶ τὸ ἀναπνεῖν διὰ τῆς καρδίας καὶ ἐκ τῆς καρδίας ἐστίν· αὕτη γάρ ἐστιν ἡ τὸν πνεύμονα κινοῦσα, εὐρύνουσά τε καὶ συστέλλουσα. πῶς δὲ αὐτὸν κινεῖ καὶ ἐξ αὐτῆς εὐρύνεταί τε καὶ συστέλλεται, ἐροῦμεν, ὅτε λέγει καὶ αὐτός, διὰ τί τῶν ζῴων τὰ μέν ἐστι βαρύφωνα, τὰ δὲ ὀξύφωνα. εἴη δὴ ἂν τὸ λεγόμενον ὑπὸ τῆς λέξεως τοιοῦτον· ἡ τῆς ἀκοῆς αἴσθησις, τουτέστιν ἡ ἐγγινομένη ἡμῖν ὑπὸ τῶν ἀκουστῶν αἴσθησις, ταύτῃ περαίνει, ὅπου τὸ πνεῦμα τὸ σύμφυτον τοῖς μὲν σφύξιν καὶ σφυγμὸν ἔχουσι ποιεῖται τὴν σφύξιν, τοῖς δὲ μὴ σφυγμὸν ἔχουσι ποιεῖται τὴν ἀναπνοήν. ὅπου οὖν ἐστι τὸ σύμφυτον πνεῦμα, μᾶλλον δὲ ὅπου ἐστὶν ἡ ἀρχὴ τοῦ συμφύτου πνεύματος (ἔστι δὲ ἐν τῇ καρδίᾳ) ἐκεῖσε περαίνει καὶ ἡ τῆς ἀκοῆς αἴσθησις. πᾶσαι γὰρ αἱ αἰσθήσεις ἄχρι τῆς καρδίας τὴν ἐκ τῶν αἰσθητῶν ἐγγινομένην ἐν αὐταῖς κίνησιν διαπορθμεύουσι, διὰ τὸ καὶ τὴν αἰσθητικὴν ψυχὴν ἐν αὐτῇ ἱδρῦσθαι· ὅτι δὲ καὶ ἡ λογικὴ ἐν τῇ καρδίᾳ ἵδρυται, δέδεικται ἐν ἄλλοις. τοῖς μὲν οὖν ἔχουσι καὶ πνεύμονα καὶ σφύξιν καὶ τὸ ἀναπνεῖν καὶ τὸ σφύζειν ἐκ τῆς καρδίας γίνεται, τοῖς δὲ μὴ σφύζουσι μόνον τὸ ἀναπνεῖν. ἡ δὲ μάθησις, φησί, γίνεται διὰ τὸ περαίνειν τὴν ἄκουσιν ἐν τῇ καρδίᾳ. ἔστι δέ τις λόγος ὁ κατασκευάζων ἄχρι τῆς καρδίας κατιέναι τὴν τῆς ἀκοῆς αἴσθησιν τοιοῦτος· ὅθεν ὁ λόγος καὶ ἡ ἀπόκρισις ἐξέρχεται τοῦ ἀκουσθέντος, ἀνάγκη καὶ τὸν ἀκουσθέντα ἐκεῖσε κατέρχεσθαι.2 ἀλλὰ μὴν ἡ ἀπόκρισις ἐκ τῆς καρδίας ἐξέρχεται· ἀνάγκη ἄρα τὸν ἀκουσθέντα ἐκεῖσε κατέρχεσθαι. ὅτι δὲ ἡ ἀπόκρισις ἐκ τῆς καρδίας, κατεσκεύασεν οὕτως· ἡ ἀπόκρισις λόγος, ὁ λόγος φωνή, ἡ φωνὴ ψόφος τις, ὁ ψόφος ἐκ τοῦ πνεύμονος καὶ τῆς καρδίας (ὡς γὰρ εἴρηται, ἐκ τῆς καρδίας τῷ πνεύμονι τὸ εὐρύνεσθαι καὶ συστέλλεσθαι)· ἡ ἀπόκρισις ἄρα ἐκ τῆς καρδίας. ὥστε εἰ ἡ ἀπόκρισις ἐκ τῆς καρδίας, εἰς αὐτὴν ἄρα καὶ ἡ ἀκοὴ κάτεισιν. ὥστε οὐδὲν ἄλλο ἀντιφθέγγεται ἢ ὅπερ ἤκουσε· πᾶν γὰρ ὃ ἄν τις λέγῃ, ἤκουσε τοῦτο, εἰ μὴ νῦν, ἀλλὰ χθές, εἰ μὴ χθές, ἀλλὰ τὴν πρὸ ἐκείνης, καὶ ἁπλῶς εἰπεῖν πᾶν ὅ τις ἂν λέγῃ, τοῦτο ἤκουσέ ποτε. οἱ γὰρ ἐνεοὶ καὶ ἄλαλοι διὰ τοῦτο βωβοί, διὰ τὸ μὴ ἀκούειν· ἐκ γενετῆς γὰρ κωφοὶ ὄντες καὶ μὴ ἀκούοντες οὐ μεμαθήκασι λέγειν, περὶ ὧν εἴρηται ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν. χαρακτῆρα δὲ λέγει τὴν ἐν τῷ κηρῷ ἀπὸ τῆς δακτυλίου σφραγῖδος ἐκτύπωσιν. ὥσπερ οὖν σφραγίς τις ἐν τῇ καρδίᾳ κατελθὸν τὸ ἀκουσθὲν πάλιν τοιοῦτον ἄνεισιν, οἷον κατῆλθε. καὶ πνευματικὸν δὲ μόριον τὴν καρδίαν λέγει, τελευτὴν δὲ αἰσθητηρίου τῆς ἀκοῆς τὸ τέλος λέγει τοῦ πόρου, δι’ οὗ ἡ ἀκοὴ ἄχρι τῆς καρδίας κάτεισι. καὶ διὰ τὸ τελευτᾶν τὸν τοιοῦτον πόρον ἐν τῇ καρδίᾳ ἐν ᾗ τὸ πνεῦμα, οὐκ ἀκούομεν χασμώμενοι· ἢ ἐκπνέοντες· ἀνιόντος γὰρ πνεύματος παχέος ἐκ τῆς καρδίας διὰ τοῦ τοιούτου πόρου, ὅτε χασμώμεθα, καὶ προσπίπτοντος τῷ ὠτίῳ (τοῦτο γὰρ εἶπεν ὄργανον) σείεται τὸ ἐν αὐτῷ ἐγκατῳκοδομημένον πνεῦμα, ἐξ οὗ συμβαίνει μὴ ἀκούειν ἡμᾶς.

“于是听觉的[感觉],由于感觉器官属于空气。” 此处省略了“感觉”一词,以便全文成为“于是听觉的感觉”。而原文连续的语句是:“由于感觉器官属于空气,它便终止于那先天精气在某些动物中引起脉搏、在另一些动物中引起吸气与呼气的地方。”他所谓的“脉搏”,是指动脉的运动,我们无论在患病还是健康时动脉都在进行这种运动。但吸气也是通过心脏并出自心脏的;因为正是心脏在推动肺部,使其扩张与收缩。至于心脏如何推动肺部以及肺部如何出自心脏而扩张与收缩,当他自己讨论为何有些动物声音低沉、有些声音尖锐时,我们也将予以阐明。因此,文句所表达的意思当是如此:听觉的感觉,即由可听事物在我们之中产生的感觉,终止于先天精气在拥有脉搏与跳动的动物中产生脉搏、在不拥有跳动的动物中产生呼吸的地方。因此,凡先天精气所在之处,或者说凡先天精气本原所在之处(而它就在心脏之中),听觉的感觉也终止于那里。因为所有的感觉都将感觉对象在自身中引起的运动一直传递到心脏,这是由于感知灵魂也安置在心脏之中;而理知灵魂同样安置在心脏之中,这一点在别处已有证明。因此,对于兼有肺部与脉搏的动物而言,呼吸与脉动皆出自心脏;而对于不搏动的动物而言,则仅有呼吸出自心脏。他说,学习的发生正是由于听觉在心脏中终止。有这样一个确立听觉的感觉直降至心脏的论证,内容如下:对所听之事的言论与回答所出自的地方,听到的言论也必然下降到那里;然而回答出自心脏;因此听到的言论必然下降到那里。至于回答出自心脏,他是这样确立的:回答是言论,言论是声音,声音是某种声响,而声响出自肺部与心脏(因为正如所说,肺部的扩张与收缩乃是出自心脏);因此回答出自心脏。所以,如果回答出自心脏,听觉也必然降入心脏之中。由此可见,人所应声复述的无非就是自己所听到的东西;因为无论某人说了什么,他若不是方才听到,便是昨天听到,若非昨天,便是前天,简而言之,无论某人说了什么,他都必定曾经听到过。因为哑巴与不能说话的人之所以失语,正是由于不能听闻;他们因先天耳聋且无法听闻,故而未曾学会说话,关于这些在《论感觉及其对象》中已有述及。而他所谓的“印痕”,是指指环印章在蜡上留下的印模。因此,听到的东西宛如某种印章一般降入心脏后,又以当初降下时同样的样态重新升起。他又称心脏为“精气器官”,并把听觉直降至心脏所经通道的末端称为听觉“感觉器官的终点”。而正由于这样一条通道终止于精气所在的心脏,我们在打哈欠或呼气时便听不见;因为当我们打哈欠时,浓浊的精气从心脏通过这样的通道上升并冲击小耳(这正是他所说的“器官”),筑于其中的精气受到震荡,从而导致我们无法听闻。

语法注2 条
  1. 5.9ἣν κινοῦνται καὶ νοσοῦσι καὶ ὑγιαίνουσιν ἡμῖν

    关系代词 ἣν 是指代先行词 τὴν τῶν ἀρτηριῶν κίνησιν 的同族宾格(表示内在动作结果的宾格),用作动词 κινοῦνται 的同族宾语。而 ἡμῖν 则是关涉与格(所属与格),与分词 νοσοῦσι καὶ ὑγιαίνουσιν 连用,表示“就我们而言,无论患病还是健康时[动脉都如此运动]”。

  2. 5.9ἀνάγκη καὶ τὸν ἀκουσθέντα ἐκεῖσε κατέρχεσθαι

    阳性单数分词 τὸν ἀκουσθέντα 是不定式 κατέρχεσθαι 在带不定式的宾格结构中的逻辑主语,承接上文的 ὁ λόγος 而补出被修饰词 λόγον(即“听到的言论”)。虽然前文的 τοῦ ἀκουσθέντος 可以被理解为中性(“所听到的事物”),但此处特意采用阳性单数,以与心脏发出的言论(ὁ λόγος)形成严格对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:222.29-224.9