- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:21.13-22.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者纠正了渔民关于章鱼触手交配的误解,解释了昆虫交尾受精的特殊机制及雌性体型较大的现象,进而转向亚里士多德关于精液是双发还是单发、以及是否来自全身的探究。
ἐπεὶ δὲ κατὰ τὸν καιρὸν τοῦ συνδυασμοῦ ὁ πολύπους ὁ ἄρρην ἐν τῷ αὐλῷ τοῦ θήλεος εἰσάγων τὴν ἑαυτοῦ πλεκτάνην ἔδοξε τοῖς ἁλιεῦσι διὰ τῆς πλεκτάνης ποιεῖσθαι τὴν ὀχείαν καὶ ταύτῃ χρῆσθαι ἀντὶ αἰδοίου, ἐπήγαγεν ἡ δὲ τῆς πλεκτάνης τοῦ ἄρρενος διὰ τοῦ αὐλοῦ τῆς θηλείας δίεσις καὶ εἰσέλευσις οὐ χάριν ὀχείας γίνεται ἀλλ’ ἕνεκα συμπλοκῆς. ἔξω γὰρ καὶ πόρρω οὖσα αὕτη ἡ πλεκτάνη τοῦ πόρου, δι’ οὗ ἐναφίησι τὴν γονὴν πρὸς τὴν θήλειαν, πῶς ἂν εἴη ὄργανον χρήσιμον πρὸς τὴν γένεσιν; πόρον δὲ καὶ σῶμα ἐκ παραλλήλου τέθεικεν.1 ὅτι δὲ αἱ ἀκρίδες καὶ συνδυάζονται καὶ ἐξ ἀκρίδων γίνονται, ὁμοίως δὲ καὶ τὰ λοιπά, ἃ καταλέγει, πολλάκις ὦπται. Τῶν δ’ ἐντόμων, φησί, τὰ πλεῖστα ἐναντίως ἔχουσι τοῖς ἄλλοις. οὐ γὰρ ἀφίησι τὸ ἄρρεν γονὴν ἐπὶ τούτων εἰς τὸ θῆλυ, ἀλλ’ ἔμπαλιν τὸ θῆλυ κάτωθεν ἄνω πρὸς τὸν ἄρρενα δι’ αὐλοῦ· ἐν δὲ τῷ ἄρρενι συστὰν τὸ ἐναφεθὲν πάλιν ὑποστρέφει πρὸς τὸ θῆλυ, ἀφ’ οὗ καὶ ἐξῆλθε διὰ τοῦ αὐλοῦ. οὐ γὰρ πρότερον ἀπολύονται, πρὶν ἂν πρὸς τὸ θῆλυ ὑποστρέψῃ τὸ ἐξεληλυθὸς ἀπ’ αὐτοῦ.2 τοῦτο οὖν τὸ τὸ θῆλυ εἰς τὸ ἄρρεν ἐναφιέναι τὴν γονὴν τεθεωρηκέναι φησὶν ἐπὶ πολλῶν, καὶ τὸ ἀναβαίνειν μᾶλλον τὸ θῆλυ εἰς τὸ ἄρρεν. ἀλλὰ περὶ μὲν τούτων αὐτὸς ἐρεῖ πρὸς τῷ τέλει γενόμενος τοῦ παρόντος βιβλίου ἀκριβῶς, ὅπως γίνονται· ἡμεῖς δὲ ὅπερ ἐλέγομεν, ταῦτα μὲν ἐπὶ πολλῶν ἐθεάθη, ὥστε δὲ γένει διελεῖν καὶ εἰπεῖν ὡρισμένως ὅτι τουτὶ μὲν τὸ γένος ποιεῖ ταῦτα, τουτὶ δὲ οὐ ποιεῖ, οὔπω συνεώραται. Τὸ δὲ σχεδὸν δὲ τοῦτο καὶ ἐπὶ τῶν ᾠοτόκων ἰχθύων τῶν πλείστων ἐστὶ καὶ ἐπὶ τῶν τετραπόδων καὶ ᾠοτόκων συνεχές ἐστι τῷ τῶν δὲ συνδυαζομένων ἐν τοῖς πλείστοις τὰ θήλεα μείζω τῶν ἀρρένων ἐστί. τὸ δὲ τοῖς δὲ θήλεσι τὸ ταῖς ὑστέραις αὐτῶν ἀνάλογον μόριον καὶ τὰ ἑξῆς περὶ τῶν ἀναίμων εἴρηται. καὶ συμπεραίνεται λοιπὸν τὸν λόγον. Ἐφεξῆς δὲ τούτων λέγει πρῶτον περὶ γονῆς καὶ ἀπαγγέλλει ταῦτα λίαν σαφῶς· ἐν δὲ τῇ λέξει τῇ διὰ τοῦ αὐτοῦ λόγου, πότερον τὸ ἄρρεν καὶ τὸ θῆλυ προίεται ἄμφω ἢ θάτερον μόνον ὑποστικτέον εἰς τὸ μόνον,3 εἶτα ἐπακτέον τὸ καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται καὶ τὰ ἑξῆς. εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον· ὁ λόγος ὁ ζητῶν, πότερον τὸ θῆλυ καὶ τὸ ἄρρεν προίεται ἄμφω ἢ θάτερον μόνον, ὁ αὐτὸς μέλλει ζητῆσαι καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται τοῦ σώματος ἢ οὐκ ἀπὸ παντός· ἡ γὰρ θατέρου τούτοιν τοῖν προβλημάτοιν εὕρεσις καὶ τῆς θατέρου γνώσεως αἰτία γενήσεται. ἔτι, φησίν, ὥσπερ τοῦ ὅλου ζῴου ἐστί τι μόριον, ἐξ οὗ μορίου πρώτου γίνεται σπέρμα, εἴτε ἡ καρδία τοῦτό ἐστι τὸ μόριον εἴτε ὁ ἐγκέφαλος (ἔτι γὰρ ἄδηλόν ἐστι, δῆλον δὲ γενήσεται προϊοῦσιν) ὥσπερ οὖν ἐστιν ἐκ τούτου τοῦ μορίου σπέρμα, οὕτως ἂν εἴη καὶ ἐξ ἑκάστου τῶν ἄλλων. στίγμα δὲ λέγει ἐν τῷ βραχίονι, ἅπερ διὰ μέλανος καὶ τῆς ὑπὸ τῶν βελονῶν κεντήσεως ποιοῦσιν οἱ ναῦται καὶ ἄλλοι πολλοί. εἶναι δέ φησι Καλχηδόνιον τὸν ἔχοντα τὸ στίγμα.
由于在交尾时雄性章鱼将其触手伸入雌性的水管中,使得渔民们以为它是通过触手进行交配并以此代替生殖器官,因此他接着说:“雄性触手通过雌性水管的穿入和进入并非为了交配,而是为了纠缠。”因为这一触手既然位于其向雌性排放精液的管道之外且相距甚远,它又怎能成为用于繁衍的有用器官呢?他是把“管道”与“身体”并列放置的。而蝗虫既进行交尾且由蝗虫产生,以及他所列举的其他生物亦是如此,这些情况已被多次观察到。他说:“大部分昆虫的情况与其余动物相反。”因为在它们身上,雄性并不向雌性排放精液,相反是雌性通过导管由下而上朝向雄性[排放];而在雄性体内凝聚的排出物,又再次返回到它通过导管所由出的雌性体内。因为在从雌性体内排出的东西返回雌性体内之前,它们绝不分开。因此他说,在许多情况下都观察到了雌性向雄性排放精液这一点,以及雌性更多地骑在雄性上面。但关于这些情况,他本人在到达本书末尾时将准确阐明它们是如何产生的;而我们所说的则是,这些现象虽在许多生物中被观察到,但要按属类加以划分并明确指出这一属类如此、那一属类不如此,却尚未被完全查明。而“这在大部分卵生鱼类以及四足卵生类中也几乎是如此”这一句,紧接着“在交尾的动物中,大部分情况下雌性大于雄性”。而“在雌性中,与其子宫相当的部分”及下文,是针对无血动物而说的;于是他最后总结了讨论。在此之后,他首先论述精液,并极其清晰地陈述了这些内容;而在“根据同样的论据,是雄性与雌性两者都排放,抑或仅有一方”这句文辞中,应当在“仅有一方”处标上停顿,然后再接续“以及是否来自全身”等等。其含义当如下所示:探究雌雄两者皆排放抑或仅有一方排放的论据,同一论据亦将探究是否来自整个身体或非来自整个身体;因为这两个探究课题中任一者的发现,亦将成为认知另一者的原因。此外,他说,正如在整个动物中存在某个部分,精种最先从该部分产生,无论这部分是心脏还是大脑(因为这尚不清楚,但随着论述推进将会明了)——正如从该部分有精种一样,从其余各个部分亦会有精种。而他所说的在手臂上的“印记”,是指水手和许多其他人借助墨水和针刺所做的那种刺青。他说拥有该印记的人是一位迦克墩人。
- 1.5ἐκ παραλλήλου τέθεικεν
短语 ἐκ παραλλήλου 作为副词性短语,意为“并列地”或“同义地并置”。注疏者指出亚里士多德在原文中将“管道”(πόρος)与“身体”(σῶμα)作为对等或并列的表述置于一处。
- 1.5οὐ γὰρ πρότερον ἀπολύονται, πρὶν ἂν πρὸς τὸ θῆλυ ὑποστρέψῃ τὸ ἐξεληλυθὸς ἀπ’ αὐτοῦ
主句带有否定词 οὐ πρότερον,从属从句由 πρὶν ἄν 引导并搭配虚拟式(ὑποστρέψῃ),构成典型的“直到……才……”时间句结构。主句主语为交尾中的昆虫(复数),从句主语为名词化的中性完成时分词 τὸ ἐξεληλυθός(“排出之物”,即精液/分泌物)。
- 1.5ὑποστικτέον εἰς τὸ μόνον
动形容词 ὑποστικτέον(“应当加上下句点/逗号”)接表示位置界限的介词短语 εἰς τὸ μόνον。这是注疏中指示标点断句的专门用法,意即“应当在 μόνον 一词处断开/加标点”。
