← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§218.8-219.33

眼睛颜色引起的昼夜视力差异与相关眼疾

基于亚里士多德《动物生成论》卷五第一章(779b34–780a14),菲洛波庞斯从透明性与水分运动的角度解释了蓝眼睛与黑眼睛在昼夜视力敏锐度不同的原因,并结合青光眼与夜盲症等眼疾,阐释了婴儿眼睛颜色随发育转变的机理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6

" Τὴν δ’ αὐτὴν αἰτίαν οἰητέον καὶ τοῦ τὰ μὲν γλαυκὰ μὴ εἶναι ὀξυωπά." Ὅτι μὲν οὖν οὐκ ὀξυωπὰ τὴν ἡμέραν τὰ γλαυκά, τὰ δὲ μελανόμματα τὴν νύκτα οὐκ ὀξυωπά (τὰ μὲν γὰρ μελανόμματα τὴν ἡμέραν ὀξυωπά, τὴν δὲ νύκτα οὐκ ὀξυωπά, τὰ δὲ γλαυκὰ τὴν ἡμέραν οὐκ ὀξυωπά, τὴν δὲ νύκτα ὀξυωπά) ὅτι μὲν οὖν ταῦθ’ οὕτως ἔχει, δῆλον· λέγει δὲ τὴν αἰτίαν ἑκατέρου τούτων. ὀλίγον γάρ, φησίν, ἔχοντα τὸ ὑγρὸν τὰ γλαυκὰ ὄμματα κινεῖται ὑπὸ τοῦ φωτὸς οὐ μόνον ᾗ διαφανές ἐστιν, ἀλλὰ καὶ ᾗ ὑγρόν. ἂν μὲν γὰρ κινηθῇ τὸ κρυσταλλοειδὲς τοῦ ὄμματος ᾗ διαφανές, ᾗ δὲ ὑγρὸν ἠρεμῇ, καλῶς ὁρᾷ ἡ ὄψις διὰ τὸ ἠρεμεῖν ᾗ ὑγρόν, ἂν δὲ κινηθῇ καὶ ᾗ διαφανὲς καὶ ᾗ ὑγρόν, οὐχ ὁρᾷ· κινουμένου γὰρ τοῦ ὑγροῦ ᾗ ὑγρὸν ὑπὸ τοῦ πολλοῦ φωτός, καὶ ταραττομένου ὃν τρόπον ὑπὸ τῶν ἀνέμων ἡ θάλασσα, ἐμποδίζει τὴν ὄψιν καὶ οὐκ ἐᾷ καλῶς ὁρᾶν. ὅρασις γάρ ἐστι κίνησις τοῦ κρυσταλλοειδοῦς ᾗ διαφανές, οὐ μὴν καὶ ᾗ ὑγρόν. ἐν δὲ τῇ νυκτὶ ὀλίγον ὂν τὸ φῶς (ἀμυδρὸν γὰρ τὸ εἰς ἡμᾶς φθάνον ἐκ τῶν ἀπλανῶν καὶ πλανωμένων ἀστέρων φῶς πλὴν τοῦ ἀπὸ τῆς σελήνης· τοῦτο γὰρ πλεῖον μὲν τοῦ ἀπὸ τῶν ἄλλων ἀστέρων φωτός, ἔλαττον δὲ πάνυ τοῦ ἀπὸ τοῦ ἡλίου) ὂν οὖν τὸ ἐν τῇ νυκτὶ φῶς ὀλίγον, ὂν δὲ καὶ τοῦ γλαυκοῦ ὄμματος ὀλίγον ὑγρόν, ᾗ μὲν διαφανὲς κινεῖται (πέφυκε γὰρ τὸ διαφανὲς ὑπὸ παντὸς φωτὸς κινεῖσθαι, μᾶλλον μὲν ὑπὸ τοῦ πλείονος, ἧττον δὲ ὑπὸ τοῦ ἐλάττονος) ᾗ δὲ ὑγρὸν οὐ κινεῖται· ὀλίγον γὰρ τὸ ἐν νυκτὶ φῶς ἢ ὥστε δύνασθαι κινεῖν αὐτὸ καὶ ᾗ ὑγρόν.1 διὰ ταύτην οὖν τὴν αἰτίαν τῆς μὲν ἡμέρας οὐχ ὁρᾷ ὁ γλαυκὸς ὀφθαλμὸς καλῶς, τῆς δὲ νυκτὸς μᾶλλον. ὁ δὲ μέλας τῆς ἡμέρας ὁρᾷ καλῶς, ὅτι ᾗ μὲν διαφανὲς τὸ ἐν αὐτῷ κρυσταλλοειδὲς κινεῖται, ᾗ δὲ ὑγρὸν διὰ πλῆθος οὐ κινεῖται· τῆς δὲ νυκτὸς οὐχ ὁρᾷ, ὅτι εἰ καὶ κινεῖται ᾗ διαφανὲς ἐν τῇ νυκτί, ἀλλὰ λίαν πάμπαν ἀμυδρῶς καὶ σχεδὸν οὕτως ἀμυδρῶς, ὥστε φήσαι ἄν τις μηδὲ κινεῖσθαι. τὸ δὲ ἅμα γὰρ καὶ δυσκίνητον ἐν τῇ ὅλως νυκτὶ γίνεται τὸ ὑγρὸν οὕτως ἀναγνωστέον ‘ἅμα γὰρ καὶ ὅλως τὸ ὑγρὸν ἐν τῇ νυκτὶ δυσκίνητον γίνεται’. ὥστε εἰ μέλλει καλῶς ἐν τῇ ἡμέρᾳ ὁρᾶν, δεῖ καὶ κινεῖσθαι τὸ ὑγρὸν καὶ μὴ κινεῖσθαι, κινεῖσθαι μὲν ᾗ διαφανές, μὴ κινεῖσθαι δὲ ᾗ ὑγρόν. οὐχ ὁρῶσι δὲ ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος ἰόντες διὰ τὸ κινεῖσθαι ἀτενίζουσιν εἰς τὸν ἥλιον τὸ ὑγρὸν ᾗ ὑγρόν·2 δεῖ οὖν αὐτῷ χρόνου, ἵνα παυθῇ τῆς κινήσεως. ὡς γὰρ τὰ κύματα τῆς θαλάσσης οὐκ εὐθὺς παυομένων τῶν ἀνέμων παύονται, οὕτω οὐδὲ τὸ κρυσταλλοειδὲς εὐθὺς τῷ εἰσελθεῖν ἡμᾶς ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος, λέγων νῦν σκότος τὸν ἐσκιασμένον τόπον.

“蓝眼睛视力不敏锐的原因也应当被认为是相同的。” 因此,蓝眼睛在白天视力不敏锐,而黑眼睛在夜间视力不敏锐(因为黑眼睛在白天敏锐而在夜间不敏锐,蓝眼睛在白天不敏锐而在夜间敏锐)——因此,这些情况确实如此,是显而易见的;并且他指出了这两者中每一者的原因。他说,因为蓝眼睛含有较少的水分,被光推动不仅就其为透明的而言,而且就其为水分而言也被推动。因为如果眼睛的水晶体就其为透明的而言被推动,而就其为水分而言保持静止,视觉便由于其就水分而言的静止而能看得清楚;但若它就透明的而言与就水分而言都被推动,便看不见。因为当水分就其为水分而言被强光推动,并以如同海被风扰动的方式受到搅乱时,就会妨碍视觉而不容许其看清。因为看是水晶体就其为透明的而言的运动,决不是就其为水分而言的运动。而在夜间由于光微弱(因为除了来自月亮的光之外,从恒星和行星传至我们的光是微弱的;月光虽比来自其他星辰的光多,但远少于来自太阳的光)——因此,夜间的光微弱,蓝眼睛的水分也较少,所以它就其为透明的而言被推动(因为透明之物本性上会被一切光推动,受较多的光推动较大,受较少的光推动较小),但就其为水分而言则不被推动;因为夜间的光太微弱,不足以就其为水分而言也推动它。因此出于这一原因,蓝眼睛在白天看不清,而在夜间看清得多。黑眼睛在白天则看得清楚,因为其内的水晶体就其为透明的而言被推动,而就其为水分而言则因其量多而不被推动;但在夜间它看不清,因为在夜间即使它就透明的而言被推动,也极其完全微弱,几乎微弱到有人会说根本未被推动的地步。而“因为同时水分在夜间一般而言变得难以移动”这一文本,应当这样读作:“因为同时水分一般而言在夜间变得难以移动”。因此若要在白天看清,水分既必须被推动,又必须不被推动:就其为透明的而言被推动,而就其为水分而言不被推动。而从阳光下走向黑暗中的人看不见,是因为对于凝视太阳的人而言,水分就其为水分而言被推动了;因此它需要时间以便从运动中止息下来。因为正如海浪不会在风停息时立刻停息,同样当我们从阳光下进入黑暗中时水晶体也不会立刻停息,他在此所说的“黑暗”是指处于阴影中的地方。

§5.7

"Δηλοῖ δὲ τὸ ἀρρώστημα τῆς ὄψεως ἑκατέρας." Ὅτι ἡ μὲν γλαυκότης ὀλιγότης ἐστὶν ὑγρότητος ἢ ὑγροῦ, ἡ δὲ μελανία πλῆθος, δῆλόν φησι καὶ ἐκ τῶν συμβαινόντων ἀρρωστημάτων ἑκατέρῳ τούτων. τὸ μὲν γὰρ γλαύκωμα γίνεται μᾶλλον τοῖς γλαυκοῖς (τὸ γὰρ γλαύκωμα ξηρότης ἐστὶν ὀμμάτων· ξηραίνεται δὲ μάλιστα καὶ μᾶλλον τὸ ὀλίγον ὑγρόν), ὁ δὲ καλούμενος νυκταλώπηξ τοῖς μελανομμάτοις· γίνεται γὰρ διὰ πλῆθος ὑγροῦ, τοιοῦτος δὲ ὁ μέλας ὀφθαλμός. ὥσπερ δὲ αἱ ἀλεκτορίδες οὐχ ὁρῶσι τῇ νυκτί, οὕτως οὐδ’ οἱ τὸν νυκταλώπεκα νοσήσαντες. δεῖ δέ, φησί, ὁμαλὸν εἶναι τὸ δέρμα, ὅπως μὴ ἐπισκιάζῃ ῥυτιδούμενον· ἡ γὰρ ῥυτὶς σκιὰν ἐμποιεῖ. διὰ γὰρ τοῦτο καὶ τὰ τῶν λαμπτήρων δέρματα τείνουσιν ἱκανῶς, ἵνα μὴ ῥυτιδούμενα ἐκ τοῦ μὴ καλῶς τετάσθαι ἐμποδίζοι τὸ φῶς. λέγει δὲ πάντα τὰ παιδία ἐξ ἀρχῆς εἶναι γλαυκὰ δι’ ἔνδειαν ὑγρότητος· πρῶτον μὲν γὰρ ἐν τῇ γενέσει καὶ συστάσει τῶν ὀμμάτων πάμπολυ τὸ ἐν αὐτοῖς ὑγρόν, ὕστερον δὲ τελειωθεῖσιν ὀλίγον,3 ἐξ ὅσου δηλονότι συστῆναι δύναται γλαυκότης, καὶ μετὰ ταῦτα πάλιν πλεῖον τοῦ ἐν τῇ δευτέρᾳ μεταβολῇ. τὸ δὲ τὸ γὰρ λίαν λεπτὸν ἢ λίαν παχὺ τὴν αὐτὴν ἔχει δύναμιν ἴσον ἐστὶ τῷ ὥσπερ γὰρ τὸ λίαν παχὺ βραδέως πέττεται καὶ συνίσταται, οὕτω καὶ τὸ λίαν λεπτόν· διὰ τοῦτο γὰρ τὸ ὕδωρ οὐ πέττεται οὐδὲ συνίσταται. εἶεν ἂν οὖν τὰ τῶν παίδων ὄμματα γλαυκὰ καὶ δι’ ὀλιγότητα ὑγροῦ καὶ διὰ τὸ μὴ δύνασθαι πεφθῆναι διὰ λεπτότητα. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ὅταν μὲν ἡ φύσις ἀδυνατήσῃ ἀμφοτέρων τῶν ὀφθαλμῶν πέψαι καὶ συστῆσαι τὸ ὑγρόν, ἀμφότεροι γίνονται γλαυκοί, εἰ δὲ τοῦ μὲν πέψει, τοῦ δὲ μή, ἑτερόγλαυκος γίνεται ὁ ἄνθρωπος.

“两种视觉的疾患表明了这一点。” 他说,蓝色是水分或湿液的稀少,而黑色是其丰盈,这从发生在两者各自身上的疾患中也是显而易见的。因为青光眼更多发生在蓝眼睛者身上(因为青光眼是眼睛的干燥,而最容易且更受干燥的是少量的水分),而所谓的夜盲症则发生在黑眼睛者身上;因为它是由于水分过多而发生的,黑眼睛正是如此。正如母鸡在夜间看不见,患夜盲症的人同样也看不见。他说,皮膜必须是平滑的,以免因起皱而投下阴影;因为皱纹会产生阴影。也正是为此,人们才将提灯的皮膜拉得十分紧绷,以免因未拉紧而起皱阻碍光线。他说,所有的婴儿起初因缺水都是蓝眼睛;因为首先在眼睛的生成和构成中其内部的水分极多,但后来在那些发育完全者身上变少,显见是少到恰能构成蓝色的程度,而在这些之后又再次多于第二次转变时的状态。而“因为过薄或过厚具有相同的效果”这句文本等同于“因为正如过厚的物质受消化和凝固较慢,过薄的亦是如此”;因为水正是因此而不受消化也不凝固。因此婴儿的眼睛可能既因水分过少,也因其过于轻薄而无法消化,从而呈现蓝色。如果事情确实如此,那么当自然无力消化和凝固双眼的水分时,两眼就都会变成蓝色;但如果它消化了其中一只而未消化另一只,人就会变成单眼浅色的异色瞳。

语法注3 条
  1. 5.6ὀλίγον γὰρ τὸ ἐν νυκτὶ φῶς ἢ ὥστε δύνασθαι κινεῖν αὐτὸ καὶ ᾗ ὑγρόν

    形容词 ὀλίγον 后接 ἢ ὥστε 与不定式(δύνασθαι),构成表示程度或结果的不相称结构(即“光线太少,以至于不足以……”)。

  2. 5.6διὰ τὸ κινεῖσθαι ἀτενίζουσιν εἰς τὸν ἥλιον τὸ ὑγρὸν ᾗ ὑγρόν

    在带冠词不定式结构 διὰ τὸ κινεῖσθαι 中,不定式的逻辑主语是 τὸ ὑγρόν,而与格分词 ἀτενίζουσιν 作为关涉与格(“对于凝视太阳的人而言”)插入句中,逻辑上对应前文的 ἰόντες。

  3. 5.7ὕστερον δὲ τελειωθεῖσιν ὀλίγον

    承前省略结构,与前文的构成相对照。不定过去时被动与格分词 τελειωθεῖσιν 用作领属或关涉与格(“在发育成熟者身上”),其谓语与主语需依上下文补出(τὸ ὑγρόν ἐστι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:218.8-219.33