← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§217.10-218.7

批判恩培多克勒的眼睛颜色说与眼之水

注疏探讨了亚里士多德对恩培多克勒关于眼睛颜色与视觉的元素说所作的批判(779b15),阐明视觉感官是水而非火,并解释了水分多寡(透光程度)如何导致眼睛颜色的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5

" Τὸ μὲν οὖν ὑπολαμβάνειν τὰ μὲν γλαυκὰ πυρώδη, καθάπερ Ἐμπεδοκλῆς φησι, τὰ δὲ μελανόμματα πλεῖον ὕδωρ ἔχειν." Ἐμπεδοκλῆς τὸ μὲν αἰσθητήριον τῆς ὄψεως, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν εἴρηται, ποιῶν ἐκ τῶν τεσσάρων στοιχείων, τὴν δὲ ὄψιν (αὐτήν φημι τὴν τῆς ψυχῆς δύναμιν, καθ’ ἣν ὁρῶμεν, ἥτις καὶ ἔστιν εἶδος τοῦ ὀφθαλμοῦ) ταύτην δὴ τὴν ὄψιν πῦρ λέγων,1 ἔλεγεν ὅτι ἐν οἷς ὄμμασιν (ἐπειδὴ ἐκ τῶν τεσσάρων εἰσὶ στοιχείων) πλεονάζει μὲν τὸ πῦρ, ἐλλείπει δὲ τὸ ὕδωρ, ταῦτα τὰ ὄμματά εἰσι γλαυκά (τὸ γὰρ πῦρ λευκόν, καὶ ὁ γλαυκὸς ὀφθαλμὸς τοιοῦτος· λευκὸς γὰρ καὶ αὐτός), ἐν οἷς δὲ τὸ μὲν πῦρ ἐλλείπει, πλεονάζει δὲ τὸ ὕδωρ, μελανόμματα. καὶ διὰ τοῦτό φησιν Ἐμπεδοκλῆς τὰ γλαυκὰ ἡμέρας μὴ ὁρᾶν δι’ ἔνδειαν ὕδατος· δεῖ γὰρ ὡς μέλλοντα ὁρᾶν ὕδατος.2 τὰ μὲν οὖν γλαυκὰ ἔλεγε μὴ ὁρᾶν τῆς ἡμέρας διὰ ταῦτα, τὰ δὲ μελανόμματα πάλιν τῆς νυκτὸς μὴ ὁρᾶν δι’ ἔνδειαν πυρός· διὰ γὰρ τὸ μὴ ἔχειν πῦρ πολύ, διὰ τοῦτο, φησίν, οὐχ ὁρῶσι τὰ μελανόμματα τῆς νυκτός. ἐγκαλεῖ οὖν αὐτῷ ὁ Ἀριστοτέλης λέγων ‘εἰ δέδεικται μὴ εἶναι πυρὸς τὸ αἰσθητήριον (αὐτό φημι τὸ κρυσταλλοειδές) εἰ δὴ δέδεικται μὴ ὂν πυρός, ἀλλ’ ὕδατος, οὐ καλῶς περὶ τούτων ἀποφαίνεται Ἐμπεδοκλῆς. ἔτι δὲ ἐνδέχεται καὶ κατ’ ἄλλον τρόπον οἷον ἀπὸ ὕδατος μόνου ἀποδοῦναι τὰς αἰτίας τῆς γλαυκότητος καὶ μελανώσεως καὶ τῶν λοιπῶν χρωμάτων. πλέον δὲ ὑγρὸν καὶ ἔλαττον λέγει τῆς συμμέτρου κινήσεως,3 διότι κινεῖται ἡ ὄψις ὑπὸ τῶν ὁρατῶν· ἄγεται γὰρ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν. τὰ μὲν οὖν ἔχοντα, φησί, τὸ ὑγρὸν πολὺ μέλανα τὰ τοιαῦτα ὄμματά εἰσι διὰ τὸ μὴ εὐδίοπτα εἶναι· λέγει δὲ μὴ εὐδίοπτα, ὧν τὸ βάθος καὶ τὸν πυθμένα οὐ δύναται ἡ ὄψις ἰδεῖν. διὰ τοῦτο καὶ τὴν θάλασσαν τὴν πολὺ ἔχουσαν βάθος οὐκ εὐδίοπτόν φαμεν διὰ τὸ μὴ δύνασθαι τὴν ὄψιν διελθεῖν κάτω εἰς τὸ βάθος, τὴν δὲ μὴ πολὺ ἔχουσαν βάθος ἀλλ’ ὀλίγον εὐδίοπτον. ἧττον δὲ εὐδίοπτον λέγει τῆς θαλάσσης τὸ βαθύτερον τοῦ εὐδιόπτου, ὅπερ καὶ ὑδατῶδες καλεῖ· τὸ γὰρ ἐν τοιούτῳ κοιλώματι γῆς ὂν ὕδωρ οὔτε μέλαν ὁρᾶται οὔτε γλαυκόν, ἀλλ’ ἁπλῶς ὕδωρ.

“因此,认为如恩培多克勒所说蓝眼睛属于火性,而黑眼睛含有较多的水。” 恩培多克勒一方面如《论感觉及其对象》中所述,把视觉的感官构想为由四元素所成,另一方面把视觉本身(我指的是依之我们得以观看的灵魂自身之潜能,它也是眼睛的形式)——把这视觉本身说成是火,并说在那些眼睛中(因为它们由四元素构成),火过剩而水匮乏者,这些眼睛就是蓝眼睛(因为火是白色的,而蓝眼睛也是如此;因为其本身也是白色的),而在那些火匮乏而水过剩的眼睛中,则是黑眼睛。恩培多克勒因此说,蓝眼睛因缺水而在白天看不见;因为若要观看便需要水。他说蓝眼睛由于这些原因在白天看不见,而黑眼睛反过来在夜间因缺火而看不见;他说,正是因为没有很多火,黑眼睛在夜间才看不见。亚里士多德因此责难他说:“如果感官(我指水晶体本身)已被证明不属于火——如果确实已被证明不属于火而属于水,恩培多克勒对这些事情的论断便不恰当。此外,也可以用另一种方式,如同仅从水出发来解释蓝色、黑色以及其余诸色的原因。”他说水分多于或少于适度的运动,是因为视觉受可见之物推动;因为它从潜能被引导至现实。他说,含有较多水分的眼睛,这类眼睛之所以是黑色的,是因为不容易看透;他所谓的“不易看透”,是指视觉无法看到其深度和底部的那些东西。为此我们也说,具有很大深度的海洋是不易看透的,因为视觉无法下行穿透至其深度,而不具有很大深度而是较浅的海洋则是容易看透的。他将海洋中比容易看透者更深的部分称为“较不易看透”,他也称之为“水质的”;因为在这样的地之凹陷中的水,既不显得黑也不显得蓝,而纯粹是水。

语法注3 条
  1. 5.5ταύτην δὴ τὴν ὄψιν πῦρ λέγων

    属于复指结构(epanaphora):在分词从句 ποιῶν ... τὴν δὲ ὄψιν 及长同位语插入语(αὐτήν φημι...)之后,宾格 τὴν ὄψιν 被 ταύτην δὴ τὴν ὄψιν 重新承接,作分词 λέγων 的宾语。

  2. 5.5δεῖ γὰρ ὡς μέλλοντα ὁρᾶν ὕδατος

    非人称动词 δεῖ 支配属格 ὕδατος(“需要水”)。ὡς μέλλοντα 是表意图或资格的状语分词(“作为打算观看者/眼”),在句中作补足的不定式/分词主格宾格。

  3. 5.5πλέον δὲ ὑγρὸν καὶ ἔλαττον λέγει τῆς συμμέτρου κινήσεως

    属格 τῆς συμμέτρου κινήσεως 作比较级 πλέον 与 ἔλαττον 的比较属格,意为“多于或少于适度运动[所要求的]水分”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:217.10-218.7