- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:220.1-221.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物之生成》780b12,指出视力敏锐具有“远视能力”与“辨别颜色等细微差异的能力”这两种方式,并阐明眉部或羽毛突出所形成的遮蔽如何起到类似筒镜的作用从而使动物能够看清远物。
" Περὶ δὲ τοῦ τὰ μὲν ὀξυωπὰ εἶναι τῶν ζῴων τὰ δὲ μή, δύο τρόποι τῆς αἰτίας εἰσίν." Εἰσί τινες τῶν ἀνθρώπων, οἱ πόρρωθεν κειμένων τῶν βιβλίων ἀναγινώσκουσι τὰ ἐν αὐτοῖς γεγραμμένα καλῶς, ἐγγὺς δὲ τεθέντων ἢ ὅλως οὐκ ἀναγινώσκουσιν ἢ οὐ καλῶς. πάλιν δὲ συμβαίνει δύο τινῶν ἀνθρώπων ἐν τῷ αὐτῷ τόπῳ ἱσταμένων καὶ πλησίον αὐτοῖς διαφόρων κειμένων χρωμάτων, πόρρωθεν δέ τινων ζῴων βαδιζόντων, τὸν μὲν ἕνα ὁρᾶν τὰ πόρρωθεν αὐτῶν βαδίζοντα, τὸν δὲ ἕτερον μηδ’ ὅλως ὁρᾶν αὐτά,1 ἔμπαλιν δὲ ἐπὶ τῶν ἐγγὺς κειμένων χρωμάτων τὸν μὲν μὴ ὁρῶντα τὰ πόρρωθεν βαδίζοντα ὁρᾶν καὶ κρίνειν καλῶς τὰς διαφορὰς τῶν χρωμάτων, οἷον ὅτι τόδε μέν ἐστι λευκόν, τόδε δὲ πράσινον καὶ τόδε ἁλουργόν, τὸν δὲ τὰ πόρρωθεν βαδίζοντα ὁρῶντα ἢ μηδ’ ὅλως ὁρᾶν τὰ τοιαῦτα χρώματα, ἢ κἂν ὁρῴη, ἀλλὰ τάς γε διαφορὰς αὐτῶν μήθ’ ὁρᾶν μήτε δύνασθαι κρίνειν, ἀλλ’ ἕν τι πάντα φαίνεσθαι αὐτῷ τὴν φύσιν· ἢ γὰρ πάντα λευκὰ ἢ πάντα πράσινα. ταῦτα δέ, τουτέστι τό τε τὰ πόρρωθεν δύνασθαι ὁρᾶν καὶ τὰς διαφορὰς ὅτι μάλιστα διαισθάνεσθαι, οὐ συμβαίνει τῷ αὐτῷ· οὐ συμβαίνει γὰρ τὸν δυνάμενον ὁρᾶν τὰ πόρρωθεν τὸν αὐτὸν τοῦτον διαισθάνεσθαι δύνασθαι καὶ τὰς διαφορὰς τῶν ὁρωμένων, ἀλλ’ εἴπερ ἄρα τὰ πόρρωθεν ὄψεται, τὰς διαφορὰς οὐ διαισθήσεται, εἰ δὲ τὰς διαφορὰς διαισθάνοιτο, τὰ πόρρωθεν οὐκ ὄψεται. ὁ γὰρ ἐπηλυγασάμενος, τουτέστιν ὁ τὴν χεῖρα θεὶς ἐν ταῖς ὀφρύσιν, ὃ πολλάκις ποιεῖν εἰώθαμεν βουλόμενοι τὰ πόρρω ἰδεῖν, ὁ δὴ ἐπηλυγασάμενος ἢ δι’ αὐλοῦ βλέπων τὰ μὲν πόρρωθεν ὄψεται διὰ τοῦ αὐλοῦ ἢ διὰ τῆς χειρός, τὰς δὲ διαφορὰς τῶν ὁρωμένων διὰ τοῦ αὐλοῦ ἢ διὰ τῆς χειρός, δι’ ὧν τὰ πόρρωθεν ἑώρα, οὐκ ἂν διακρίναι. οἱ δὲ ἐκ τῶν φρεατίων τῆς ἡμέρας ὁρῶντες τοὺς ἀστέρας ἐοίκασι τοῖς ἐπηλυγασαμένοις ἢ δι’ αὐλοῦ ὁρῶσι. λαβὼν οὖν ὅτι διττὸν τὸ ὀξύ, τὸ μὲν τὸ τὰ πόρρωθεν ὁρᾶν, τὸ δὲ τὸ τὰς διαφορὰς τῶν ὁρωμένων κρίνειν, νῦν λέγει, ποῖον τῶν ζῴων 〈καὶ〉 πῶς ἔχον περὶ τὰ ὄμματα τὰ πόρρωθεν ὄψεται, ποῖον δὲ τὰ χρώματα ἀκριβώσει· καί φησιν, εἴ τι τῶν ζῴων ἔχει μὲν προβολὴν τοῦ ὄμματος (εἰσὶ γάρ τινες ἄνθρωποι ἔσω μὲν εἰς βάθος ἔχοντες τὰ ὄμματα, τὰ ὀστᾶ δὲ καὶ τὰς σάρκας, ἐν αἷς αἱ ὀφρύες, ἐπανεστηκότα καὶ ἐπικρεμάμενα ἔξω) οἱ δὴ οὕτως ἔχοντες ἐοίκασι τοῖς ἐπηλυγασαμένοις· ὃ γὰρ τεχνητῶς οἱ ἐπηλυγασάμενοι ποιοῦσι, τοῦτο ἐκείνοις ἡ φύσις πεποίηκεν. ἀλλὰ καί τινα τῶν ὀξυωπῶν ζῴων οἷον ἱέρακες ἀετοὶ οὐ μόνον ἐπικρεμαμένας ἔχουσι τὰς ὀφρῦς, ἀλλὰ καὶ λεπτὰ πτερὰ δασέα καὶ προέχοντα εἰς μῆκος κύκλῳ τῶν ὀφθαλμῶν πλησίον τῶν βλεφάρων ἔχουσι τρόπον τινὰ ὡς αὐλὸν ἢ χεῖρα ἀνατείλαντα περὶ αὐτὰ κύκλῳ,2 καὶ ἁπλῶς ἅπαν ὅπερ ἂν τὰ πόρρωθεν ὁρᾶν δύνηται, ἔχει περὶ τὰ ὄμματά τινα προβολήν. εἴ τι οὖν, φησί, τῶν ζῴων προβολὴν μὲν ἔχει τοῦ ὄμματος πολλήν, τὸ δ’ ἐν τῇ κόρῃ ὑγρὸν μὴ καθαρὸν μηδὲ σύμμετρον τῇ κινήσει τῇ γινομένῃ ἐν αὐτῇ θύραθεν ἀπό τε τοῦ φωτὸς ἀπό τε τῶν ὁρατῶν, πρὸς δὲ τούτοις ἂν οὐδὲ τὸ ἐπιπολῆς δέρμα ἔχῃ λεπτόν, τοῦτο τὰ μὲν πόρρωθεν ὄψεται διὰ τὸ ἔχειν προβολὴν καὶ ἐοικέναι τοῖς ἐπηλυγασαμένοις ἢ δι’ αὐλοῦ ὁρῶσι, τὰς δὲ διαφορὰς οὐκ ἀκριβώσει, διὰ τὸ μὴ ἔχειν τὸ ἐν τῇ κόρῃ ὑγρὸν καθαρὸν μηδὲ σύμμετρον τῇ θύραθεν κινήσει, μήτε λεπτὸν τὸ ἐπιπολῆς δέρμα,3 λέγων ἐπιπολῆς δέρμα τὸν χιτῶνα τοῦ ὀφθαλμοῦ, οὗ ἅπτεται τὸ βλέφαρον ἐν τῷ μύειν.
“关于有些动物视力敏锐而有些则不敏锐,其原因有两种方式。” 有些人,当书籍放在远处时能很好地阅读其中所写的内容,但在放得很近时,要么根本读不了,要么读不好。又有这种情况:当两个人站在同一地点,他们附近放着各种不同的颜色,而远处有一些动物在走动时,其中一人能看到在离他们远处走动的动物,而另一人则根本看不见它们;相反,对于近处放置的颜色,那看不见远处走动之物的人能很好地看到并辨别颜色的差异,例如这是白,那是绿,那是紫,而那能看到远处走动之物的人,要么根本看不见这样的颜色,要么即便能看见,至少既看不到也无法辨别它们的差异,而是在他看来一切在性质上都显得浑然一体——因为要么全显得是白,要么全显得是绿。而这些能力,即能够看见远处的物体与极大地分辨差异,并不同时发生在同一个人身上。因为能够看见远处物体的人,不可能同一个人也能分辨被看见之物的差异;相反,如果他能看见远处的物体,他就无法分辨差异,而如果他能分辨差异,他就看不见远处的物体。因为遮蔽双眼的人,即把手放在眉毛上的人——当我们想要看远处时常习惯于这样做——正是这样遮蔽双眼的人或者透过管子看的人,固然能透过管子或透过手看见远处的物体,但却无法透过那让他看见远处物体的管子或手去辨别被看见之物的差异。而白天在井底看星星的人,就类似于那些遮蔽双眼或透过管子看的人。因此,在设定了“敏锐”具有双重含义——其一为看见远处的物体,其二为辨别被看见之物的差异——之后,他现在说明具有何种特征并在眼睛周围处于何种状态的动物能看见远处的物体,而何种动物能精确辨别颜色。他说,如果某种动物眼睛有突出部(因为有些人眼睛深陷在内,而长着眉毛的骨头和肉则向外隆起并下垂遮覆),那么处于这种状态的人确实就类似于遮蔽双眼的人;因为遮蔽双眼的人用人工所做的事,自然已经为他们做成了。而且,某些视力敏锐的动物如鹰和雕,不仅有下垂遮覆的眉毛,而且在靠近眼睑的眼睛周围长有细密且向外伸长的羽毛,以某种方式如同管子或手一样在眼睛周围环形耸立;简而言之,凡是能够看见远处物体的,在眼睛周围都具有某种突出部。因此他说,如果某种动物眼睛周围有很大的突出部,但瞳孔中的水分既不纯净,也与其中由外来的光和可见对象所引起的运动不相称,此外如果它表面的皮膜也不轻薄,那么这种动物由于拥有突出部且类似于遮蔽双眼或透过管子看的人,固然能看见远处的物体,但由于没有纯净的瞳孔水分,也不与外来的运动相称,且表面的皮膜也不轻薄,因而无法精确辨别差异。他在此所说的“表面的皮膜”是指眼睛在闭合时眼睑所触及的眼膜。
- 5.8πάλιν δὲ συμβαίνει δύο τινῶν ἀνθρώπων... τὸν μὲν ἕνα ὁρᾶν... τὸν δὲ ἕτερον μηδ’ ὅλως ὁρᾶν αὐτά
非人称动词 συμβαίνει 支配一个宾格不定式短语(τὸν μὲν ἕνα ὁρᾶν... τὸν δὲ ἕτερον...)作为其真正主语。在此之前,属格绝对结构 δύο τινῶν ἀνθρώπων... ἱσταμένων 设定了语境,而不定式的两个宾格主语 τὸν μὲν ἕνα 与 τὸν δὲ ἕτερον 则分别对应并对比这两个人。
- 5.8τρόπον τινὰ ὡς αὐλὸν ἢ χεῖρα ἀνατείλαντα περὶ αὐτὰ κύκλῳ
中性复数宾格分词 ἀνατείλαντα 修饰前文的名词短语 λεπτὰ πτερὰ δασέα καὶ προέχοντα(“细密且伸长的羽毛”),中间插入了比喻短语。ὡς αὐλὸν ἢ χεῖρα 作为副词性明喻使用(“如同一根管子或一只手一样”)。
- 5.8μήτε λεπτὸν τὸ ἐπιπολῆς δέρμα
此处承接前文的 διὰ τὸ μὴ ἔχειν...(“由于没有……”),为省略了不定式 ἔχειν 的并列结构,即“[也没有]轻薄的表面皮膜”。紧随其后的分词短语 λέγων ἐπιπολῆς δέρμα... 则是注解者对该术语进行阐释的附加说明。
