← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§215.17-217.9

婴儿睡中微笑与新生儿眼色变化的成因

评注亚里士多德《动物生成论》779a11。通过区分三种感觉(特别是无记忆的梦游式知觉)来解释婴儿何以在睡眠中微笑,并通过人类眼睛的多色性与其他动物的单色性之对比,解释何以新生儿眼眸初生时偏蓝而随后变色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4

" Καὶ ἐγρηγορότα μὲν οὐ γελᾷ τὰ παιδία, καθεύδοντα δὲ καὶ δακρύει καὶ γελᾷ." Ἐλλιπῶς ἡρμήνευται ἡ λέξις, εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· δακρύει τὰ παιδία καὶ ἐγρηγορότα καὶ καθεύδοντα, γελᾷ δὲ μόνον καθεύδοντα. τοῦ δὲ γελᾶν αὐτὰ καθεύδοντα αἰτιᾶται τὸ τριττὸν τῆς αἰσθήσεως·1 ἡ μὲν γάρ ἔστιν ἥτις γίνεται ἡμῖν ἐγρηγορόσιν, αὐτήν φημι τὴν κατ’ ἐνέργειαν αἴσθησιν, ἑτέρα δὲ ἥτις ἐν τῷ ὁρᾶν ὀνείρατά ἐστιν (αἴσθησις γάρ τις καὶ ἡ τῶν ὀνειράτων φαντασία· εἴρηται δὲ περὶ τούτων ἐν τῷ Περὶ τῆς καθ’ ὕπνον μαντικῆς), τρίτη δὲ ἣν πάσχουσι πολλοὶ τῶν ἀνθρώπων· καθεύδοντες γὰρ ἐγείρονται ἀνεῳγότας ἔχοντες τοὺς ὀφθαλμοὺς καὶ πράττοντές τινας πράξεις μὴ εἰδότες ὅ τι καὶ πράττουσιν· πῶς γάρ, ἐπειδὴ κοιμῶνται; ὅτι δὲ κοιμῶνται ἐν ταῖς τοιαύταις πράξεσι, δῆλον· ὕστερον γὰρ ἐπειδὰν ἐγρηγορήσωσιν, ἐρωτώμενοι λέγουσι μηδὲν εἰδέναι, εἰ ὅλως ἠγέρθησαν ἢ ἔπραξάν τι, οἷόν τι συμπέπτωκε καὶ ἐμῷ φίλῳ. ἦν γὰρ ἐμὸς συνήθης τις τὴν τέχνην ἰατρός, καὶ ἐμοῦ ἀναγινώσκοντος, ἐκείνου δὲ κοιμωμένου (ἦν δὲ ὥρα ἑβδόμη τῆς ἡμέρας) ἐγερθεὶς καὶ ἀπελθὼν ἐν τῷ οἰκήματι, ἐν ᾧ εἴχομεν ἀποκεκλεισμένας τὰς ἀλεκτορίδας, ἤνοιξε τὴν θύραν μηδέν τι πλέον πράξας καὶ στραφεὶς πάλιν ἀνέπεσε καὶ ἐκοιμᾶτο· μετὰ δὲ ταῦτα ἐγερθεὶς καὶ ὑπ’ ἐμοῦ ἐρωτηθεὶς ‘τίς ἡ ἀνάγκη καὶ ἡ αἰτία δι’ ἣν ἐγερθεὶς ἤνοιξας τὴν θύραν, εἶτα πάλιν κατέδαρθες;’ ἐκεῖνος ἀπεκρίνατο μηδὲν εἰδέναι· ‘οὔτε γὰρ εἰ ὅλως ἠγέρθην σύνοιδα οὔτε πολλῷ μᾶλλον, εἰ τὴν θύραν ἀνέῳξα’.2 ἔστιν οὖν καὶ αὕτη αἴσθησίς τις μετὰ φαντασίας τινός, οὐ μετὰ μνήμης δέ· διὸ καὶ ἀγνοοῦμεν, ὅταν τι τοιοῦτον πάθωμεν, εἰ ὅλως πεπόνθαμέν τι τοιοῦτον, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ὀνειράτων· πολλὰ γὰρ τῶν φαινομένων ἡμῖν ἐν τοῖς ὕπνοις οὐ μεμνήμεθα ἐγρηγορότες. ἔστιν οὖν καὶ αὕτη αἴσθησίς τις καθ’ ἣν καὶ τὰ παιδία γελᾷ, καὶ ἔοικεν ὁ γέλως τῶν παιδίων τῇ τῶν καθευδόντων πράξει, ἣν πράττουσιν ἐγερθέντες μέν, μὴ εἰδότες δέ. εἰπὼν οὖν τὴν αἰτίαν δι’ ἣν γελᾷ καθεύδοντα, ἐπήγαγε τὰ δὲ παιδία ἐοίκασιν ὥσπερ ἀνεπιστήμονα, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ συνεχὲς τῆς λέξεως τοιοῦτον· τὰ δὲ παιδία ἐοίκασιν ἐν τῷ καθεύδειν ἐπαισθάνεσθαι καὶ ζῆν ὥσπερ ἀνεπιστήμονα τοῦ αἰσθάνεσθαι διὰ συνήθειαν.3 ἔστι δὲ τὸ λεγόμενον ‘τὰ δὲ παιδία ἐν τῷ καθεύδειν ἐοίκασι τοῖς αἰσθανομένοις (αἰσθάνεται γὰρ ὅτε ὑπνώττει) κατὰ τὴν αἴσθησιν τῶν ἀνισταμένων, ὅτε καθεύδουσι, καὶ πολλὰ πραττόντων ἄνευ τοῦ ἐνυπνιάζειν’. αἰσθάνεται δὲ κατὰ ταύτην τὴν αἴσθησιν ἐν τῷ καθεύδειν, φησί, διὰ τὸ μὴ ἔχειν ἐπιστήμην καὶ μάθησιν τοῦ ἐγρηγορέναι. συνεθισθὲν γὰρ ἐν τῇ μήτρᾳ ὂν ὑπνώττειν, μηδὲν δ’ ὅλως μεμαθηκὸς ἐγρηγορέναι οὐκ ἐγρηγορεῖ (οὐ γὰρ μεμάθηκεν ἐγρηγορεῖν), ἀλλ’ ὑπνώττει· τοῦτο γὰρ μᾶλλον μεμάθηκε καὶ εἴθισεν. ἐπειδὰν δ’ αὐξηθῶσι καὶ ἑνὸς ἐνιαυτοῦ ἢ καὶ ὀλίγον ἐλάττονος ἢ πλείονος χρόνου γένωνται, τοὐναντίον πάσχουσι· τὸν γὰρ πλείονα ἐγρηγοροῦσιν, ὥστε καὶ τὰς μαίας πολλὰ μηχανᾶσθαι, ἵνα ποιήσωσιν αὐτὰ ὑπνῶσαι. λέγει δὲ τὰ παιδία μᾶλλον τῶν ἄλλων ζῴων ἐν ὕπνῳ τὸ πρῶτον διατελεῖν. τοῦ δὲ εὐθὺς γενομένων τῶν παιδίων γλαυκότερα εἶναι τὰ ὄμματα αὐτῶν, τῶν δὲ ἄλλων ζῴων μή, αἴτιον εἶναί φησι τὸ μονόχρωμα εἶναι τὰ ὄμματα τῶν ἄλλων ζῴων. ἐπειδὴ γὰρ οἱ μὲν τῶν ἀνθρώπων εἰσὶ γλαυκοὶ οἱ δὲ μελανόφθαλμοι, ἔοικε τὰ παιδία τρόπον τινὰ δυσίν· εὐθὺς μὲν οὖν γενόμενα ἔοικε τῷ γλαυκοφθάλμῳ, ὕστερον δὲ τῷ μελανομμάτῳ· τὰ δ’ ἄλλα ἐπειδὴ μονόχρωμά εἰσιν, ὥσπερ οὐ διαφέρουσι τοῦ βοὸς τούτου τὰ ὄμματα πρὸς τὰ τοῦ ἄλλου βοός,4 οὕτως οὐδὲ τοῦ αὐτοῦ καὶ ἑνὸς βοὸς οἱ ὀφθαλμοὶ διαφέρουσιν αὐτοὶ ἑαυτῶν ποτε. ἐπὶ δὲ τῶν ἀνθρώπων, ἐπειδὴ οἱ τούτου τοῦ ἀνθρώπου ὀφθαλμοὶ διαφέρουσι πρὸς τοὺς ἐκείνου τοῦ ἀνθρώπου, δύνανται διαφέρειν καὶ αὐτοὶ ἑαυτῶν, καὶ ἐπὶ τούτῳ μεταβάλλουσιν ἀπὸ γλαυκότητος εἰς μελάνωσιν. ἑτερογλαύκους δὲ λέγει τοὺς ἔχοντας τὸν ἕνα ὀφθαλμὸν γλαυκόν, τὸν δὲ ἕτερον ἢ μέλανα ἢ αἰγωπὸν ἢ ὅλως μὴ γλαυκόν. ταύτην οὖν, φησίν, ἱκανὴν οἰητέον αἰτίαν εἶναι τοῦ τὰ παιδία γλαυκὰ ὄντα εὐθὺς γενόμενα ὕστερον μεταβάλλειν, τὸ πολύχρωμα εἶναι τὰ ὄμματα αὐτῶν. ἐπεὶ δέ τις ἤμελλε λέγειν ὅτι ‘τοῦτο μὲν οὕτως ἔστω, διὰ τί δὲ ὅλως ἐξ ἀρχῆς οὐ γίνεται τὰ ὄμματα αὐτῶν αἰγωπὰ ἢ χαροπὰ ἢ ἄλλο τι χρῶμα ἔχοντα, εἶθ’ οὕτως μεταβάλλει πρὸς τὴν ὑπάρχειν μέλλουσαν φύσιν, ἀλλὰ πάντοτε γλαυκὰ γίνονται ἐξ ἀρχῆς;’ ἐπήγαγε τοῦ δὲ γλαυκότερα καὶ μὴ χρόαν ἄλλην ἴσχειν καὶ τὰ λοιπὰ λίαν σαφῶς.

“而且孩子们在醒着的时候不笑,但在睡着的时候既哭又笑。” 这句话表达得有所省略,而完整的表述当是如此:“孩子们在醒着和睡着时都会哭,但唯独在睡着时才笑。”关于他们睡着时笑,他归因于感觉的三重性。因为一种是我们醒着时产生的感觉——我指的是处于实现活动之中的感觉本身;另一种是在做梦中所具有的感觉(因为梦的表象也是某种感觉;关于这些已在《论睡眠中的占卜》中讨论过);而第三种则是许多人所经历的感觉。因为他们在睡着时起身,睁着双眼并做着某些行为,甚至不知道自己正在做什么;因为既然在睡觉,他们又如何能知道呢?而他们在这些行为中处于睡眠状态,这是显而易见的;因为后来每当他们醒来,被问及时都说自己根本不知道是否起过身或做过什么,正如我的一个朋友也曾遭遇此类事情。因为我有一位同伴在行当上是个医生,当时我正在读书,而他在睡觉(当时是白天的第七个小时),他起身走到我们关着母鸡的房间里,没做多余的事就打开了门,转身又躺下睡了。此后他醒来,被我问到:“是什么必要和原因使你起身开了门,然后又睡下了?”他回答说自己一无所知:“因为我既不知道自己是否根本起过身,更不知道是否开了门。”因此,这也是伴随某种表象的某种感觉,但并不伴随记忆;所以每当我们经历这种事情时,我们也不知道自己是否根本经历过这类事,这也同样发生在梦上;因为我们在睡眠中显现的许多事物,在醒着时并不记得。因此,这也是某种感觉,孩子们也是依之而笑,并且孩子们的笑类似于那些睡着之人的行为,即他们虽起了身却在无知中所做出的行为。因此,在说出他们睡着时笑的原因之后,他接着写道:“而孩子们仿佛是缺乏知识的人”,等等。而文句的连续结构是这样的:“孩子们仿佛在睡眠中感知,并因习惯而像缺乏感知知识的人一样生活着。”其所说的是:“孩子们在睡眠中,类似于那些依着睡时起身且在不做梦的情况下做出许多行为之人的感觉而感知的人(因为他们在睡眠时进行感知)。”他说,他们在睡眠中依着这种感觉而感知,是因为没有保持清醒的知识与学习。因为在母腹中习惯了睡眠,而完全没有学过保持清醒,[孩子]便不保持清醒(因为没有学过保持清醒),而是睡眠;因为他更多地学习并习惯了这一点。但每当他们长大,到了一岁或稍微少于、多于这一时间时,他们经历的便截然相反;因为他们在更多的时间里保持清醒,以至于乳母们想尽办法要让他们入睡。他说,孩子们比起其他动物,起初更多地处于睡眠之中。 关于孩子们刚出生时眼睛更为偏蓝,而其他动物则不然,他说原因在于其他动物的眼睛是单一颜色的。因为由于人类中有些人是蓝眼睛,有些人是黑眼睛,所以孩子们在某种方式上类似于两种人:刚出生时类似于蓝眼睛的人,后来则类似于黑眼睛的人;而其他动物由于是单一颜色的,正如这头牛的眼睛与另一头牛的眼睛没有差异,同样,同一头牛的双眼也从未与自身有所差异。但在人类身上,由于这个人的眼睛与那个人的眼睛不同,它们也能与自身不同,并因此从蓝色转变为黑色。而他将一只眼睛为蓝色、另一只眼睛为黑色或山羊色或完全非蓝色的人称为“异蓝眼者”。因此他说,必须认为这就是孩子们刚出生时为蓝色而后来改变的充分原因:即他们的眼睛是多色的。但由于有人本会说:“就算如此,为什么从一开始他们的眼睛根本不变成山羊色或闪烁色或带有其他颜色,然后以此方式转变为即将具有的本性,而是从一开始总是变成蓝色呢?”,于是他极其清晰地接续道:“关于它们更为偏蓝且不具有其他颜色”,以及其余的内容。

语法注4 条
  1. 5.4τοῦ δὲ γελᾶν αὐτὰ καθεύδοντα αἰτιᾶται τὸ τριττὸν τῆς αἰσθήσεως

    动词 αἰτιᾶται(归因于)带有一个属格定冠词不定式从句 τοῦ γελᾶν αὐτὰ καθεύδοντα 表示所要说明原因的事象(其在睡眠中微笑),并支配宾格短语 τὸ τριττὸν τῆς αἰσθήσεως(感觉的三重性)作为其直接宾语(所指出的原因)。

  2. 5.4οὔτε γὰρ εἰ ὅλως ἠγέρθην σύνοιδα οὔτε πολλῷ μᾶλλον, εἰ τὴν θύραν ἀνέῳξα

    动词 σύνοιδα(意识到/知晓)是两个间接疑问从句(由 εἰ 引导的 εἰ ὅλως ἠγέρθην 与 εἰ τὴν θύραν ἀνέῳξα)的共同谓语。πολλῷ μᾶλλον 在否定词 οὔτε 之后作副词性短语,强化后一分句的否定语气(“更不知是否……”)。

  3. 5.4ὥσπερ ἀνεπιστήμονα τοῦ αἰσθάνεσθαι διὰ συνήθειαν

    形容词 ἀνεπιστήμονα(无知识的)支配表示客体的属格 τοῦ αἰσθάνεσθαι(感知)。介词短语 διὰ συνήθειαν(由于习惯)修饰其缺乏对知觉的知识这一状态,指在母腹中养成的睡眠习惯。

  4. 5.4ὥσπερ οὐ διαφέρουσι τοῦ βοὸς τούτου τὰ ὄμματα πρὸς τὰ τοῦ ἄλλου βοός

    动词 διαφέρουσι 结合介词短语 πρὸς τὰ τοῦ ἄλλου βοός 表示与另一方的差异(“与另一头牛的眼睛不同”)。属格 τοῦ βοὸς τούτου 是所有格,修饰 τὰ ὄμματα。整个 ὥσπερ... οὕτως... 句式将不同个体间的无差异与同一个体在时间上的自我无差异相对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:215.17-217.9