← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§214.9-215.16

新生儿睡眠占优的现象及其原因

菲洛波诺斯针对亚里士多德关于婴孩比其他未完满动物睡得更多的论述(778b20)进行疏解,通过厘定标点与词义,阐明了在获得感觉之际睡眠先于清醒、睡眠是存在与非存在(生与死)之间的中介状态,并探讨了胎儿在子宫中长久睡眠的生理原因与实证根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3

" Πρῶτον μὲν οὖν ὅταν γεννῶνται τὰ παιδία, πάντων μάλιστα τῶν ἀτελῶν καθεύδειν εἴωθε." Τὸ ὅταν γεννῶνται νῦν εἴληπται ἀντὶ τοῦ ὅταν ἐξέλθωσι θύραζε, τὸ δὲ μάλιστα ἴσον ἐστὶ τῷ πλέον· ὑποστικτέον δὲ εἰς τὸ τὰ παιδία, εἶτα ἐπακτέον τὸ πάντων μάλιστα τῶν ἀτελῶν.1 ἔστι δὲ τὸ λεγόμενον ‘τὰ παιδία ἐξελθόντα ἐκ τῆς μήτρας θύραζε καθεύδει καὶ κοιμᾶται πλέον τῶν ἀτελῶν πάντων· οὔτε γὰρ σκύμνος οὔτε δελφάκιον οὔτε ἄλλο οὐδὲν μικρὰ ὄντα ἐξελθόντα θύραζε κοιμᾶται τοσοῦτον ὅσον τὰ παιδία, ἐπεὶ καὶ ἐν τῇ μήτρᾳ ὄντα τὰ παιδία, ἡνίκα λάβῃ αἴσθησιν, καθεύδοντα διατελεῖ· ὀλιγάκις γὰρ κινεῖται παρ’ ὅλον τὸν τῆς κυήσεως καιρόν, τὸν δ’ ἄλλον ἅπαντα κοιμᾶται’. εἰπὼν δὲ ὅτι καὶ ἐν τῇ μήτρᾳ κοιμᾶται, ἐπάγει ‘ἀπορήσειεν ἄν τις πρῶτον, ὁπηνίκα τὴν αἴσθησιν λαβὸν ἤρξατο κοιμᾶσθαι, ἆρα ἐγρηγόρει πρὸ τῆς αἰσθήσεως καὶ τοῦ εὐθὺς ὃν ἤρξατο μετ’ αὐτὴν κοιμᾶσθαι ὕπνου, ἆρ’ οὖν πρῶτον ἐγρηγόρει, εἶτα ἔλαβε τὴν αἴσθησιν καὶ εὐθὺς ὕπνωσεν, εἶτα πάλιν ἐγρήγορεν, ἢ ὕπνωττε καὶ πρὸ τοῦ αἴσθησιν δέξασθαι καὶ ὅτε ἐδέχετο αὐτήν, ὕστερον δὲ ἐγρηγόρησεν, ὡς μηδὲν ὅλως προηγήσασθαι τὴν ἐγρήγορσιν τοῦ ὕπνου’. ἀποδέχεται δὲ τὸ προηγήσασθαι τὸν ὕπνον καὶ ἐξ αὐτοῦ εἰς ἐγρήγορσιν μεταβῆναι ἢ ἔμπαλιν ἐξ ἐγρηγόρσεως εἰς ὕπνον.2 ἔτι δὲ ἐπεί, φησί, πᾶσα μετάβασις διὰ τοῦ μεταξὺ γίνεται, ἄγεται δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, οὐ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλὰ τοῦ πῇ, ἀνάγκη διὰ τοῦ μεταξὺ εἰς τὸ ὂν καὶ εἰς τὴν ζωὴν ἐλθεῖν· δοκεῖ δὲ ὕπνος εἶναι τοιοῦτον, τουτέστιν μεταξὺ ὄντος καὶ μὴ ὄντος. ἔστι μὲν γὰρ μὴ ὂν ὁ τεθνηκὼς καὶ ὅλως ὁ θάνατος, ὂν δὲ ὁ ζῶν καὶ ὅλως ἡ μετ’ αἰσθήσεως μάλιστα ζωή, ὁ δ’ ὕπνος ἐστὶ μεταξὺ ζῶντος καὶ τεθνεῶτος· ἡ γὰρ ζωή, φησί, μάλιστα ἐν τῷ ἐγρηγορέναι ἐστίν, ὅτι καὶ τότε αἰσθανόμεθα, ὅτε καὶ γρηγοροῦμεν. ὑπνοῖ μὲν οὖν ἀληθῶς ἐν τῇ μήτρᾳ ὂν μετὰ τὸ τὴν αἴσθησιν δέξασθαι, πρὸ δὲ τοῦ τὴν αἴσθησιν δέξασθαι ὑπνοῖ μὲν οὐδαμῶς, ἔχει δὲ διάθεσιν ὁμοίαν ὕπνου ὥσπερ καὶ τὰ φυτά· οὐδὲ γὰρ αὐτὰ ὑπνώττει. οὐδεὶς γὰρ ὕπνος ἀνέγερτος, τουτέστιν οὐδὲν ὑπνῶττον οὐ μεταβάλλει εἰς ἐγρήγορσιν, ὥστε ἂν ὕπνωττε καὶ τὰ φυτά, ἐγρηγόρησεν ἄν ποτε. καθεύδει μὲν οὖν τὰ ζῷα ἐν τῇ μήτρᾳ ὄντα τὸν πλεῖστον χρόνον διὰ τὸ τὴν αὔξησιν καὶ τὸ βάρος ἐπικεῖσθαι τοῖς ἄνω τόποις (πρῶτον γὰρ τὰ ἄνω αὔξεται, ὡς πρότερον εἴρηται)· ἐπικείμενον γὰρ τὸ βάρος ἄνωθεν ἐμποδίζει τὴν αἴσθησιν. περὶ ὧν τοῦ ὕπνου καὶ ἐγρηγόρσεως τὰς αἰτίας πρότερον ἐν τῷ Περὶ ὕπνου εἴρηκεν· ἐκεῖνο γὰρ ἠνίξατο εἰπὼν εἰρήκαμεν δὲ τὴν αἰτίαν τοῦ καθεύδειν τοιαύτην οὖσαν ἐν ἑτέροις. ἔστι δὲ τοῦτο ἴσον τῷ καὶ ἐν ἄλλοις τὸ γινόμενον βάρος ἄνωθεν καὶ μάλιστα περὶ τὴν καρδίαν αἴτιον ἀποδεδώκαμεν τοῦ γίνεσθαι ὕπνον. ὅτι δὲ ἐγείρονται καὶ καθεύδουσιν ἐν τῇ μήτρᾳ, δῆλον καὶ ἐκ τῶν ἀνατομῶν καὶ ἐν τοῖς ᾠοτοκοῦσι· πολλοὶ γὰρ τῶν νεοττῶν ἐντὸς τῶν ᾠῶν ὄντες φωνοῦσι δηλονότι ὅταν ἐγρηγορήσωσιν, εἶτα πάλιν σιγῶσιν ἐπὶ πολὺ ὡς δηλονότι ὑπνώττοντες.

“因此首先,当婴孩出生时,在所有未完满者中最习惯于睡眠。” “当出生时”一语在这里是用来代替“当来到户外时”,而“最”则等同于“更多”;应当在“婴孩”处停顿点断,然后接上“在所有未完满者中最”。而所说之意乃是:“婴孩从子宫来到户外之后,比所有未完满者睡得更多且沉睡;因为无论是幼兽、小猪还是任何其他幼小之物来到户外后,都不会像婴孩睡得那么多,既然甚至当婴孩在子宫内时,一旦获得感觉,也一直处于睡眠状态;因为在整个妊娠期内它极少活动,而所有其余时间都在睡眠。”在指出婴孩在子宫内也睡眠之后,他接着说道:“有人首先可能会产生疑问:当它获得感觉并开始睡眠时,在获得感觉之前以及紧随感觉之后它所开始睡的那场觉之前,它究竟是清醒着的吗——难道它是先清醒着,然后获得感觉并随即入睡,接着又清醒过来;还是说它在接受感觉之前以及正在接受感觉时都在睡眠,而后才醒来,以至于清醒根本没有先于睡眠?”而他赞同睡眠居先并从睡眠过渡到清醒,而非相反地从清醒过渡到睡眠。此外他说,既然一切过渡都是通过中介发生的,并且被引导者是从非存在被引导至存在——不是从绝对的非存在,而是从某方面的非存在——那么必然要通过中介进入存在和生命;而睡眠似乎就是这样的中介,即存在与非存在之间的中介。因为死者以及一般的死亡是非存在,而生者以及尤其带有感觉的一般生命则是存在,睡眠乃是生者与死者之间的中介;他说:“因为生命主要在于清醒,因为我们在清醒时才真正感知。”因此,在接受感觉之后处于子宫中时,它确实是在睡眠;但在接受感觉之前,它绝不是在睡眠,而是处于一种类似于睡眠的素态,正如植物一样;因为植物也不睡眠。因为没有任何睡眠是不可唤醒的,也就是说,没有任何睡眠之物不向清醒过渡,因此如果植物也睡眠,它们就总会在某一时刻醒来。因此,动物在子宫中时绝大部分时间都在睡眠,是因为生长和重量压在上方部位上(因为正如先前所说,上方部位最先增长);因为从上方压下的重量阻碍了感觉。关于这些,他先前在《论睡眠》中已经阐明了睡眠与清醒的原因;因为他说“我们在其他著作中已经说过睡眠的原因是这般的”,正是暗示了那一著作。而这等同于说:“我们在其他著作中也已经指出,从上方产生的重量,尤其是心脏周围产生的重量,是产生睡眠的原因。”至于它们在子宫中确实既醒来又睡眠,从解剖中以及在卵生动物中也是显然的;因为蛋内的雏鸟有许多在蛋中鸣叫,显然是在它们清醒的时候,然后又长久保持静默,显然是如睡眠一般。

语法注2 条
  1. 5.3ὑποστικτέον δὲ εἰς τὸ τὰ παιδία, εἶτα ἐπακτέον τὸ πάντων μάλιστα τῶν ἀτελῶν

    动词性形容词 ὑποστικτέον 和 ἐπακτέον 作非人称用法(“必须点断……然后接上……”),为理解引文提供了句法层面的断句指导:在从属分句主语 τὰ παιδία 后停顿,从而使属格短语 πάντων τῶν ἀτελῶν 能够顺畅地与修饰不定式 καθεύδειν 的副词 μάλιστα(相当于比较结构)相呼应。

  2. 5.3ἀποδέχεται δὲ τὸ προηγήσασθαι τὸν ὕπνον καὶ ἐξ αὐτοῦ εἰς ἐγρήγορσιν μεταβῆναι ἢ ἔμπαλιν ἐξ ἐγρηγόρσεως εἰς ὕπνον.

    动词 ἀποδέχεται 带有冠词的不定式短语(τὸ προηγήσασθαι... μεταβῆναι)作为直接宾语。这里的连词 ἤ 并非简单的并列选择(“或者”),而是引入被排斥的反面方案(“而非相反地从清醒过渡到睡眠”),在语义上起到相当于 μᾶλλον ἤ(“宁可……而不……”)的对比否定作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:214.9-215.16