- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:212.29-214.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德在《论动物生成》第五卷第一章(778a35)中提出的出于必然性将原因归于质料因与动力因的论述,阐明了实体先于生成的因果次序、定义性要素与个别复合体的原因差异、心脏与脑等器官的目的层级,以及如青灰色眼睛等附随性状的原因归属。
" Ἀλλ’ ὡς ἐξ ἀνάγκης γινομένων εἰς τὴν ὕλην καὶ τὴν κινήσασαν ἀρχὴν ἀνακτέον τὰς αἰτίας." Κινήσασαν ἀρχὴν τὴν ποιητικὴν αἰτίαν φησίν. εἴη δ’ ἂν ἡ λέξις αὕτη συνεχὴς τῇ περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων, καὶ ἔστι τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον ‘περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας, ἀλλ’ ὡς ἐξ ἀνάγκης γινομένων, τουτέστιν ἀλλ’ ὡς ἐκ τῆς τοιασδὶ ὕλης γινομένων, εἰς τὴν ὕλην καὶ τὸ ποιῆσαν ἀνακτέον τὰς αἰτίας τῆς γενέσεως αὐτῶν· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐκ τῆς ὕλης καὶ τοῦ ποιητικοῦ ἀποδοτέον τὴν γένεσιν αὐτῶν. ὡς γὰρ πολλάκις εἴρηται, ὅσα ἔργα τῆς φύσεως τεταγμένως καὶ ὡρισμένως καὶ γίνεται καὶ ἔστιν, οὐ διὰ τὸ κινεῖσθαι τὴν ὕλην, ἀφ’ ἧς γεγόνασι τοιωσδί, τοιαῦτά εἰσι ταῦτα, ἀλλὰ μᾶλλον διὰ τὸ εἶναι αὐτὰ τοιαῦτα κινεῖται ἡ ὕλη τοιωσδί· διὰ γὰρ τὸ τὸν ἄνθρωπον εἶναι τοιονδὶ κινεῖται ὑπὸ τῆς γονῆς τὸ καταμήνιον τοιωσδί, ἀλλ’ οὐ διὰ τὸ κινεῖσθαι αὐτὸ τοιωσδὶ ὁ ἄνθρωπος γίνεται τοιοῦτος. τῇ γὰρ οὐσίᾳ οἷον τῷ ἀνθρώπῳ ἀκολουθεῖ ἡ γένεσις, καὶ διὰ τὸ εἶναι τοιοῦτόν ἐστιν αὕτη τοιάδε, οὐ μὴν διὰ τὸ εἶναι αὐτὴν τοιαύτην ὁ ἄνθρωπός ἐστι τοιοῦτος, ὥσπερ ᾠήθησαν οἱ ἀρχαῖοι τῶν φυσιολόγων διὰ τὸ μὴ συνεωρακέναι τὴν ἕνεκά του αἰτίαν. ἔστι μὲν οὖν ἕκαστον τῶν γινομένων ἕνεκά του, ἕκαστον δὲ τῶν εἰς τὸν λόγον καὶ ὁρισμὸν παραλαμβανομένων ἑκάστου τοῦ ἤδη γεγονότος καὶ ὄντος διὰ ταύτην τὴν ἕνεκά του ἐστὶν αἰτίαν καὶ τὰς λοιπάς. ἀσαφῶς δὲ ἀπαγγελθεῖσα ἡ λέξις καὶ ἀκαταλλήλως ἡ ἔστι μὲν οὖν ἕκαστον ἕνεκά του, γίνεται δ’ ἤδη διὰ ταύτην τὴν αἰτίαν.1 εἴη ἂν τὸ κατάλληλον αὐτῆς τοιοῦτον ‘ἔστι μὲν οὖν ἕκαστον, ὅσαπερ ἐν τῷ λόγῳ ἐνυπάρχει τῷ ἑκάστου, ἕνεκά του, τουτέστιν ἕκαστον τῶν εἰς τὸν λόγον καὶ ὁρισμὸν παραλαμβανομένων ἑκάστου πράγματος ἕνεκα τοῦ ὁριστοῦ ἐστιν. εἶτα ἀπ’ ἄλλης ἀρχῆς ῥητέον τὸ γίνεται δὲ ἤδη διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς λοιπάς. τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραί εἰσιν ἕνεκα τῶν εἰδῶν, τὰ δὲ σύνθετα καὶ καθ’ ἕκαστα γίνονται διά τε τὴν τελικὴν αἰτίαν καὶ τὰς λοιπάς, τήν τε ὕλην καὶ τὸ ποιοῦν, διὰ μὲν τὴν ὕλην ὡς συνοῦσαν τῷ γεγονότι, καὶ ἧς ἄνευ μὴ δυνάμενον ὅλως εἶναι, ὁμοίως δὲ καὶ διὰ τὸ ποιητικόν· τὰ γὰρ γινόμενα ἄνευ ποιητικοῦ γενέσθαι οὐ δύνανται, ἐπεὶ καὶ τὰ ἐξ αὐτομάτου γεγονέναι δοκοῦντα ἐκ ποιητικῆς τινος αἰτίας γίνεται, ὥρας φημὶ ἢ θερμότητος ἢ ἄλλου τινός’. ἐπεὶ δέ τις ἤμελλε λέγειν ‘ἀλλὰ μὴν καρδία, χείρ, ἐγκέφαλος οὔκ εἰσιν ἐν τῷ λόγῳ τῷ τοῦ ἀνθρώπου, ὥστε οὐδὲ ἕνεκά του ἔσονται’, ἐπήγαγε τὸ ἢ ἔστιν ἕνεκά του ἢ οὗ ἕνεκα,2 δυνάμει λέγων ‘οὐ μόνον τὰ εἰς τὸν ὁριστικὸν λόγον παραλαμβανόμενα ἕνεκά του εἰσίν, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα ἢ ἕνεκά του ἔσονται ἢ οὗ ἕνεκα. ἕνεκα μὲν γάρ τινός εἰσιν ἐγκέφαλος πνεύμων καὶ τὰ λοιπά (ἕνεκα γὰρ τῆς καρδίας), οὗ δὲ ἕνεκα ἡ καρδία· ἕνεκα γὰρ αὐτῆς τἆλλα πάντα μέρη ἐστί. τῶν δὲ ἄλλων, φησίν, ὅσων ἐστὶ γένεσις, μὴ ὄντων δὲ τοιούτων, τουτέστιν ἢ ἕνεκά του ἢ οὗ ἕνεκα (ἐστὶ μὲν γὰρ τῆς γλαυκότητος γένεσις, ἀλλ’ οὐκ ἔστιν ἡ γλαυκότης οὔτε ἕνεκά τινος οὔτε οὗ ἕνεκα· οὐδὲν γὰρ ἕνεκεν αὐτῆς γίνεται) ὅσων οὖν ἐστι γένεσις μὴ ὄντων δὲ τοιούτων, τούτων τὸ αἴτιον ἐν τῇ κινήσει δεῖ καὶ τῇ γενέσει ζητεῖν, λέγων κίνησιν μὲν τὸ ποιητικὸν αἴτιον, γένεσιν δὲ τὸ ὑλικὸν διὰ τὸ τὸ μὲν κινεῖν, τὴν δὲ γίνεσθαι.3 τὰς δὲ διαφορὰς τὰς τοιαύτας, ἤγουν τὴν γλαυκότητα καὶ τὰς λοιπάς, λαμβάνουσιν οἱ ὀφθαλμοὶ ἐν τῇ συστάσει, τουτέστιν ὅτε τὸ ζῷον συνίσταται.
“而应作为出于必然性而生成者,将原因归溯到质料以及发动运动的始原。” 他所说的发动运动的始原,是指动力因。这段行文与“而关于这些以及所有这类事物”一句是连续的,其文句的连贯脉络如下:“而关于这些以及所有这类事物,不应再认为其原因的样态是相同的,而是应作为出于必然性而生成者——即作为从这般的质料中生成者——将它们生成的原因归溯到质料与施作者”;而这等同于“应当从质料和动力因来说明它们的生成”。因为正如屡次言及的那样,凡是自然成果中有秩序且确定地生成并存在者,并不是由于生成它们的质料受到这般的运动才具有这般性质的;相反,倒是因为它们是这般的,质料才受到这般的运动。因为由于人是这般的,经血才被精液以这般的方式运动,而决非由于经血受到这般的运动人就成为这般的。因为生成是附随于实体的(例如人),正因为[实体]是这般的,生成才是这般的,而绝非因为生成是这般的,人才是这般的,如同古代自然哲学家们因未洞察为了某种目的之原因而认为的那样。“因此,生成的各个事物都是为了某种目的,而被纳入已经生成并存在的各事物的说明和定义之中的各个要素,都是由于这种为了某种目的之原因以及其余的原因”。但“因此各个事物都是为了某种目的,且已经由于这一原因而生成”这句表述说得既不清晰又缺乏语法呼应。其规整的表述当为如此:“因此,各个事物——即凡是在各事物的说明中所固有的——都是为了某种目的,也就是被纳入各事物的说明和定义之中的各个要素都是为了被定义者。”接着,应当从另一个端绪来说“且已经由于这一原因以及其余的原因而生成”。因为属和种差是为了种的,而复合的事物以及各个别的事物则是由于目的因以及其余的原因(即质料和施作者)而生成的:由于质料,是因为它与生成者共存,且没有它生成者就根本无法存在;同样也是由于动力因,因为生成之物若无动力因就无法生成,既然即使那些看起来自发生成的事物也是由某种动力原因(我是指时令、热度或其他某种事物)而生成的。但既然有人会说:“然而心脏、手、脑并不在人的说明之中,因此它们也不是为了某种目的”,于是他补充道“要么是为了某种目的,要么是为其所为了的目的”,其实际意思是说:“不仅被纳入定义性说明之中的事物是为了某种目的,而且其余的所有事物也要么是为了某种目的,要么是为其所为了的目的。因为脑、肺以及其余部分是为了某种目的(因为它们是为了心脏),而心脏则是为其所为了的目的;因为所有其他部分都是为了它而存在的。但在其他事物中,”他说,“凡有生成却非此类者,亦即既非为了某种目的亦非为其所为了的目的(因为〔眼睛的〕青灰色确有生成,但青灰色既非为了某种目的,亦非为其所为了的目的;因为没有任何事物是为了它而生成的)——因此凡有生成却非此类的事物,必须在运动和生成中探求其原因”,他称动力因为运动,称质料因为生成,因为前者负责发动运动,而后者负责被生成。而诸如青灰色及其他性状这类差异,眼睛是在构形之时,即在动物被组织构成时获得的。
- 5.2ἀσαφῶς δὲ ἀπαγγελθεῖσα ἡ λέξις καὶ ἀκαταλλήλως ἡ ἔστι μὲν οὖν ἕκαστον ἕνεκά του, γίνεται δ’ ἤδη διὰ ταύτην τὴν αἰτίαν
副词 ἀκαταλλήλως 意为“缺乏呼应地、破格地”。菲洛波诺斯认为亚里士多德在 778b1–3 处的行文语法结构不完全吻合、衔接突兀,因此建议将其理顺(κατάλληλον)为两个命题:进入定义的本质要素(属与种差)是为了被定义者本身(ἕνεκά του),而具体的复合体则是凭借目的因以及其余原因(质料与动力因)而生成的。
- 5.2ἢ ἔστιν ἕνεκά του ἢ οὗ ἕνεκα
此处对比了 ἕνεκά του(“为了某种目的”,即手段)与 οὗ ἕνεκα(“为其所为了的目的”,即目的本身)。菲洛波诺斯根据亚里士多德的文句解释说,在身体各器官中,心脏充当最终目的(οὗ ἕνεκα),而脑和肺等其他器官则是为了心脏而存在的手段(ἕνεκά τινος)。
- 5.2διὰ τὸ τὸ μὲν κινεῖν, τὴν δὲ γίνεσθαι
这是由 διά 引导的带冠词不定式结构。在 διὰ τὸ... 之中,并列了两个对仗的分句:τὸ μὲν κινεῖν(“一者发动运动”)中的 τὸ μὲν 指中性的动力因(τὸ ποιητικὸν αἴτιον),而 τὴν δὲ γίνεσθαι(“另一者被生成”)中的 τὴν δὲ 则指阴性的质料(ἡ ὕλη)或生成(ἡ γένεσις)。
