← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§211.3-212.28

偶性特征的非目的因与质料及动力因

菲洛波庞对《论动物生成》第五卷开篇进行阐释,说明亚里士多德关于个体偶性与特征差异(如眼色和声音高低)只应归因于质料因与动力因而不能诉诸目的因的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0

Ὅσα μὲν ἐν τῷ παρόντι βιβλίῳ πέμπτῳ ὄντι καὶ τελευταίῳ τῆς Περὶ ζῴων γενέσεως πραγματείας ἔδει ζητῆσαι, αὐτὸς σαφῶς καταλέγει, πλὴν ὅτι τὸ καὶ χρώματος ἢ σώματος καὶ τριχῶν ἢ πτερῶν διαφορὰ ταὐτόν ἐστι τῷ1 χρώματος [δὲ] διαφορά, χρώματος δὲ ἢ σώματος ἢ τριχῶν ἢ πτερῶν· διαφέρει γὰρ θρὶξ τριχὸς καὶ πτερὸν πτεροῦ καὶ σῶμα σώματος χρώματι τῷ τὰ μὲν εἶναι λευκὰ τὰ δὲ μέλανα, ἢ καὶ κατ’ ἄλλην χρωμάτων διαφοράν. τῶν δὲ εἰρημένων παθημάτων ἔνια μὲν ὅλοις ὑπάρχει τοῖς γένεσιν, οἷον γλαυκότης πάσῃ τῇ λεγομένῃ γλαύκῃ ὄρνιθι, ἀνθρώποις δ’ οὐ πᾶσιν. ἀκολουθεῖ δὲ εὐθὺς γενομένοις ὄνυχες φωναί, ὀξύτης δὲ φωνῆς ἢ βαρύτης καὶ τρίχωσις γενείου καὶ ἥβης καὶ πολιὰ οὐκ εὐθύς, ἀλλ’ ὕστερον.

在作为《论动物生成》这一论著的第五卷亦即最后一卷的本卷中,所应当探究的一切事项,他自己都已明确列出,只是“颜色、或者身体以及毛发或羽毛的差异”这一表述等同于“[但]颜色的差异,即无论是身体、毛发还是羽毛的颜色差异”。因为毛发与毛发、羽毛与羽毛、身体与身体之所以在颜色上有差异,是由于一些是白色的而另一些是黑色的,或是由于其他的颜色差异。而在所言的性状中,有些属于整个属,例如青灰色眼睛属于所有被称为猫头鹰的鸟,却不属于所有的人。而且爪和声音在[动物]刚出生时便伴随产生,但声音的高亢或低沉、下巴与阴部的生毛以及变白发,则不是立刻产生,而是后来才出现的。

§5.1

"Περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας." Τρόπον αἰτίας τὴν ἕνεκά του λέγει αἰτίαν· αὕτη δ’ ἐστὶ τὸ τελικὸν αἴτιον. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι ἐν τῇ τῶν αἰτίων ἀποδόσει τοῦ τὰ μὲν γίνεσθαι γλαυκόμματα τὰ δὲ μελανόμματα,2 καὶ τὰ μὲν βαρύφωνα τὰ δὲ ὀξύφωνα, καὶ ἐπὶ τῶν ὁμοίων τὸ μὲν ὑλικὸν καὶ ποιητικὸν αἴτιον ζητητέον καὶ ἀποδοτέον, τὸ δὲ ἕνεκά του οὐ ζητητέον. οὐ γὰρ γέγονεν ἡ γλαυκότης ἕνεκά του ὥσπερ ὀφθαλμός (οὗτος γὰρ ἕνεκα τοῦ ὁρᾶν ἡμᾶς γέγονεν) ἀλλ’ ἐπισυμβέβηκεν ἡ γλαυκότης τῷ ἕνεκά του· ἕνεκα γὰρ τοῦ ποιῆσαι ὀφθαλμὸν λαβοῦσα ἡ φύσις ὑγρόν, λαβοῦσα δὲ πλέον τοῦ δέοντος συνέβη γεγονέναι μέλανα τὸν ὀφθαλμόν,3 ὡς μαθησόμεθα μετ’ ὀλίγον, ὅτε αὐτὸς περὶ τούτων λέγει, ἔλαττον δὲ λαβοῦσα γίνεται γλαυκός. ἐν οἷς οὖν, ὡς εἴρηται, οὐκ ἔχει σκοπὸν ἡ φύσις ποιῆσαι αὐτά, ἀλλὰ συμβαίνει τοῖς ἕνεκά του, ἐν τούτοις οὐκ ἀποδοτέον τὴν ἕνεκά του αἰτίαν, ἀλλὰ τὴν ὕλην καὶ τὸ ποιητικόν, οἷον ὅτι ἐκ τῆς τοιασδὶ ὕλης καὶ τοῦ τοιουδὶ ποιητικοῦ τὸ μὲν γέγονε γλαυκόμματον τὸ δὲ μελανόμματον, καὶ τὸ μὲν αἰγωπόμματον τὸ δὲ χαροπόφθαλμον. περὶ πάντων, φησί, τῶν εἰρημένων παθημάτων οὐ νομιστέον ὅτι πρὸς τῇ ὕλῃ καὶ τῷ ποιητικῷ δεῖ καὶ τὴν ἕνεκά του αἰτίαν ἀποδιδόναι, ἀλλ’ ὅσα μέν ἐστι κοινὰ ἔργα τῆς φύσεως ἢ ἴδια γένους ἤτοι εἴδους τινός (εἰσὶ δὲ κοινὰ μὲν πάντων τῶν ζῴων οἱ πόροι, δι’ οὗ τε τὴν τροφὴν δέχονται, ὅπερ καλεῖται στόμα, καὶ ᾧ τὸ περίττωμα ἀφιᾶσιν, οἵ τε σπερματικοὶ πόροι καὶ αἱ ὑστέραι καὶ ἄλλα τινά, ἴδια δὲ γένους τινὸς χεῖρες· μόνοις γὰρ τοῖς ἀνθρώποις ὑπάρχουσιν· καὶ ἄλλα ἄλλοις), ὅσα μὲν οὖν εἰσι κοινὰ ἢ ἴδια εἴδει τινί, ταῦτα πάντα ἕνεκά του γίνεται· ἐν τούτοις οὖν ἀποδοτέον τὴν ἕνεκά του αἰτίαν· ὅσα δὲ μὴ κοινὰ μηδὲ ἴδια εἴδει τινί, τούτων οὐδὲν οὔτε ἔστιν ἕνεκά του οὔτε γίνεται. διὸ οὐδ’ ἀποδοτέον ἐν τούτοις ταύτην τὴν αἰτίαν, πλὴν ἄν ἴδιον ᾖ τοῦ γένους τοῦτο τὸ πάθος, ὥσπερ τῆς ὄρνιθος τῆς καλουμένης γλαύκης ἡ γλαυκότης. ἴδιον γὰρ αὐτῆς τοῦτο ὡς ἀνθρώπου τὸ γελαστικόν, ἴδιον δ’ οὐχ ὡς τὰ ἀντιστρέφοντα, ἀλλ’ ὡς εὑρισκόμενον ἐν πάσῃ γλαύκῃ.4 καὶ συντείνει ἡ γλαυκότης πρὸς τὸν ὁρισμὸν τῆς οὐσίας οὐ τῆς γλαύκης, ἀλλὰ τοῦ γλαύκης ὀφθαλμοῦ· ὁ γὰρ ὁριζόμενος τὸν τῆς γλαύκης ὀφθαλμὸν συλλήψεται εἰς τὴν ἀπόδοσιν καὶ τὴν γλαυκότητα. ἢ οὐ μόνον εἰς τὸν τοῦ ὀφθαλμοῦ ὁρισμὸν ληφθήσεται ἡ γλαυκότης, ἀλλὰ καὶ εἰς τὸν τῆς γλαύκης· εἰ γάρ τις ὁρίσασθαι μέλλει τὴν γλαύκην μὴ ᾗ ὄρνιθα, ἀλλ’ ᾗ γλαύκην, ἀνάγκη τὴν γλαυκότητα λαβεῖν εἰς τὸν ὁρισμὸν αὐτῆς.

“而关于这些以及所有这类事物,不应再认为其原因的样态是相同的。” 他所说的原因样态,是指为了某种目的的原因,而这就是目的因。所言的意思是:在给出为何有些生成为青灰眼而有些为黑眼、有些为低沉之声而有些为高亢之声,以及类似诸情形的原因时,应当探求并给出质料因和动力因,而不应当探求为了某种目的的原因。因为青灰色眼睛并不像眼睛那样是为了某种目的而生成的(眼睛是为了我们看视而生成的),而是青灰色附随于为了某种目的之物而发生。因为自然为了造出眼睛而取了湿料,而由于取了多于所需的量,眼睛便恰巧变成了黑色,正如我们不久后在他自己论及这些时所将学到的那样;而当取了少于所需的量时,眼睛就变成了青灰色。因此,正如所言,在自然并无目的去造成它们、它们只是附随于为了某种目的之事物而发生的地方,不应当给出为了某种目的之原因,而应当给出质料和动力因,例如说明是由于这般的质料和这般的动力因,一者生成为青灰眼,另一者生成为黑眼,一者生成为山羊眼,另一者生成为亮眼。他说,关于所有上述性状,不应认为除了质料和动力因之外还必须给出为了某种目的之原因;相反,凡是自然的普遍成果,或某一属或种所特有的(所有动物共同拥有的通道是它们借以摄取养料的、被称为口的器官,以及它们借以排出排泄物的器官,还有排精通道、子宫及其他某些器官;而某一属所特有的则是手,因为手仅属于人,其他器官属于其他动物)——因此,凡是共同的或某一属种所特有的,所有这些都是为了某种目的而生成的;因此在这些事物中应当给出为了某种目的之原因。但凡既非共同亦非某一属种特有的事物,没有任何一个是出于某种目的,也不是为了某种目的而生成的。所以在这类事物中也不应给出这种原因,除非这一性状是该属特有的,如同被称为猫头鹰的鸟的青灰色眼睛那样。因为这对于它是特有的,正如会笑对于人是特有的一样,然而这种特有并不是可换位意义上的特有,而是在每一只猫头鹰中都能见到的特有。并且青灰色有助于猫头鹰之眼睛的本质定义,而非猫头鹰本身的定义;因为给猫头鹰之眼睛下定义的人,会在表述中把青灰色也包含进去。或者说,青灰色不仅将被用于眼睛的定义,而且也将被用于猫头鹰的定义;因为如果有人打算不是将猫头鹰作为鸟,而是作为猫头鹰来下定义,就必然要把青灰色纳入其定义之中。

语法注4 条
  1. 5.0πλὴν ὅτι τὸ καὶ χρώματος ἢ σώματος καὶ τριχῶν ἢ πτερῶν διαφορὰ ταὐτόν ἐστι τῷ

    连词 πλήν 后接 ὅτι 从句,限制前述主句,表示“除……之外”。由冠词 τὸ 引领的引文短语 τὸ καὶ χρώματος... διαφορὰ 作主语,通过 ταὐτόν ἐστι 与后文由 τῷ 引出的重述解释短语等同起来。

  2. 5.1ἐν τῇ τῶν αἰτίων ἀποδόσει τοῦ τὰ μὲν γίνεσθαι γλαυκόμματα τὰ δὲ μελανόμματα

    冠词+不定式短语 τοῦ τὰ μὲν γίνεσθαι... 作为宾格性/说明性属格依附于名词 ἀποδόσει(“在给出……的原因时”)。中性复数 τὰ μὲν... τὰ δέ 作不定式 γίνεσθαι 的逻辑主语。

  3. 5.1ἕνεκα γὰρ τοῦ ποιῆσαι ὀφθαλμὸν λαβοῦσα ἡ φύσις ὑγρόν, λαβοῦσα δὲ πλέον τοῦ δέοντος συνέβη γεγονέναι μέλανα τὸν ὀφθαλμόν

    主语 ἡ φύσις 由两个分词 λαβοῦσα 修饰(第一个带表示目的的 ἕνεκα τοῦ ποιῆσαι,第二个由 δέ 连接并带表示程度的 πλέον τοῦ δέοντος)。随后句式通过破格连接进入由 συνέβη γεγονέναι 引导的非人称结果结构(“结果造成了眼睛变成黑色”)。

  4. 5.1ἴδιον δ’ οὐχ ὡς τὰ ἀντιστρέφοντα, ἀλλ’ ὡς εὑρισκόμενον ἐν πάσῃ γλαύκῃ

    亚里士多德逻辑学中对“固有属性(固有词)”概念的限定:该性状属于猫头鹰,并非作为“相互换位者”(即主谓外延完全等同可逆),而是作为普遍见于该种每个个体的常有性状(ὡς εὑρισκόμενον ἐν πάσῃ γλαύκῃ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:211.3-212.28