← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§209.16-210.23

天体周期对妊娠期与寿命的规定

注解者阐释了亚里士多德关于天体周期在自然上度量生物妊娠期与寿命、而质料等因素造成个体差异的讨论(777b16),并论述热冷变化下地表生命对天体周期的依从,以此结束第四卷的讲义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.30

" Εὐλόγως δὲ πάντων οἱ χρόνοι καὶ τῶν κυήσεων καὶ γενέσεων καὶ τῶν βίων μετρεῖσθαι βούλονται1 κατὰ φύσιν." Καὶ τοῦτο δυνάμει τοιοῦτόν ἐστιν· ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη βούλονται πάντων τῶν ἀνθρώπων τὸν αἰῶνα καὶ τὴν χρονικὴν παράτασιν ἴσον εἶναι καὶ μὴ τὸν μὲν Πλάτωνα πλείονα ζῆν χρόνον, ἐμὲ δὲ ἐλάττονα, ἀλλὰ πάντας τὸν αὐτὸν καὶ ἕνα, οἷον φέρε εἰπεῖν τὸν ἐνενήκοντα, καὶ μήθ’ ὑπερβαίνειν τινὰ τῶν ἀνθρώπων τοῦτον τὸν χρόνον μήτε ἐντὸς θνήσκειν. πάντων οὖν τῶν ἀνθρώπων ἴσον ἀφώρισαν τὸν χρόνον καὶ πάντων τῶν ἵππων ὁμοίως ἴσον, εἴτε τριακοστός ἐστιν οὗτος εἴτε ἄλλος τις, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων· οὐκ ἀκριβῆ δὲ οὐδὲ τὸν αὐτὸν ζῶσιν ἅπαντες οἱ ἄνθρωποι χρόνον, ὁμοίως δὲ καὶ ἵπποι καὶ βόες καὶ τὰ λοιπά, ἀλλ’ ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα διὰ τὸ εἶναι τῆς γενέσεως τούτων καὶ ἄλλας τινὰς ἀρχάς, αἳ τοὺς κατὰ φύσιν καὶ ὡρισμένους ἑκάστῳ γένει χρόνους ἐμποδίζουσιν· αὗται δ’ εἰσὶν ἡ ὕλη καὶ ὁ πατὴρ καὶ ἄλλα πλείονα. τοιῶσδε μὲν γὰρ ἔχοντος τοῦ πατρὸς καὶ τῆς μητρὸς ἐν τῇ ὁμιλίᾳ συμβαίνει πολυχρόνιον γίνεσθαι τὸ συλληφθέν, τοιωσδὶ δὲ ὀλιγοχρόνιον. ἀλλὰ τὰς μὲν αἰτίας τούτων ἐρεῖ, ὡς εἴπομεν, ἐν τῇ Περὶ μακροβιότητος καὶ βραχυβιότητος· αἰτιάσεται γὰρ ἐκεῖσε τούτων τὸ θερμὸν καὶ ὑγρόν. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια σύμπασα ἄχρι τοῦ τέλους τοῦ παρόντος τετάρτου βιβλίου αὕτη. τὰ δὲ κατὰ τὰς λέξεις ὧδέ πως ἔχει· τὸ οὖν μετρεῖσθαι βούλονται περιόδοις ἴσον ἐστὶ τῷ ἴσας περιόδους ἡλίου καὶ σελήνης οἱ ἄνθρωποι πάντες ἐτάχθησαν ζῆν, ὁμοίως δὲ καὶ οἱ ἵπποι ἴσας, οὐκ ἴσας δὲ ταῖς τῶν ἀνθρώπων, ἀλλ’ ἴσας πρὸς αὑτούς. ἡ δὲ σελήνη, φησίν, ἐστὶν ἀρχὴ τοῦ μηνός· διελθοῦσα γὰρ τὸν ἥλιον μετὰ τὴν σύνοδον ἀρχὴν ὁ μὴν λαμβάνει. ἐν δὲ τῇ λέξει τῇ τούτων δ’ ἔχουσι τὸ πέρας καὶ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ τούτων περὶ τῆς θερμότητος καὶ ψυχρότητος εἴρηται.2 ἀρχὴ μὲν γὰρ καὶ γένεσίς ἐστι θερμότητος ἥ τε τῆς σελήνης αὔξησις καὶ ἡ τοῦ ἡλίου πρὸς τὰ βόρεια ζῴδια προσέλευσις, ψύξεως δ’ ἐκείνης μὲν ἡ μείωσις, τοῦ δὲ ἡλίου ἡ πρὸς τὰ νότια ἀναχώρησις. καὶ ὥσπερ ἡ θάλασσα μεταβάλλει κατὰ τὴν τῶν πνευμάτων κίνησιν, τὰ δὲ πνεύματα γίνεται, ὡς ἐν τοῖς Μετεώροις εἴρηται, κατὰ τὴν τοῦ ἡλίου καὶ τῆς σελήνης περίοδον, οὕτως καὶ τὰ ἐκ τῶν ὑγρῶν καὶ τῶν ἄλλων γινόμενα καὶ ἐν αὐτοῖς ὄντα ἀκολουθεῖν ἀναγκαῖον τῇ τῶν ἀστέρων τούτων κινήσει. εὐθηνοῦσι μὲν γὰρ ἰχθύες, ὄστρεια, μαλακόστρακα ἐν τῇ αὐξήσει, πάσχει δὲ τοὐναντίον ἐν τῇ μειώσει τῆς σελήνης· καὶ βλαστάνει γῆ καὶ φυτὰ ἀνθεῖ, ζῷα δὲ ἡβᾷ καὶ γεννᾷ τῇ τοῦ ἡλίου προσελεύσει, φθίνει δὲ τῇ τούτου ἀποχωρήσει, καὶ τἆλλα πάντα γίνεται ταῖς τούτων περιόδοις, περὶ ὧν νῦν λέγειν οὐ καιρός. ἀκυρότερα δὲ λέγει πνεύματα, γῆν, θάλασσαν, κυριώτερα δὲ ἥλιον, σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας. ὧδε μὲν οὖν ἐχέτωσαν πέρας καὶ αἱ εἰς τὸ τέταρτον τῶν Περὶ ζῴων γενέσεως βιβλίων σχολαί.

“而理所当然地,一切事物的时期——包括妊娠、出生与寿命——都趋向于依自然而被度量。” 这话在要旨上也是如此:太阳和月亮倾向于让所有人的寿命和时间延续都是相等的,而不是柏拉图活得更久而我活得更短,而是所有人活同样且单一的时间,比如姑且说是九十年,没有任何人超过这个时间,也没有人在其以内死去。因此,它们为所有人限定了相等的时间,为所有马同样限定了相等的时间(不论这是三十年还是别的什么年数),对所有其他动物也是同样。然而并不是所有人都能活出精准或相同的时间,马、牛以及其余动物也是同样,而是一者活得长些,另一者短些,这是因为这些动物的生成还存在着某些其他的本原,它们阻碍了对于每个属而言依自然且被限定的时期;这些本原即是质料、父亲以及其他许多因素。因为父亲与母亲在交合时处于某种状态,受孕之物便往往长寿,而处于另一种状态时则往往短寿。但正如我们所说,他将在《论长寿与短命》中阐述这些原因;因为他在那里会将这些归因于热与湿。直至本卷第四卷末尾所言的全部主旨即是如此。至于字句方面,情况大体如下:“趋向于以周期被度量”等同于说,所有人被注定活过太阳和月亮的相等周期,马也同样活过相等的周期(并非与人的周期相等,而是彼此相等)。他又说,月亮是月[太阴月]的开端;因为月亮在朔望合之后走过太阳,月便获得其开端。而在“而它们拥有这些事物的开端与终结的界限”这一字句中,“这些事物的”是就热与冷而言的。因为月亮的渐盈与太阳向北方黄道星座的靠拢是热的开端与生成,而月亮的渐亏与太阳向南方的离去则是冷的[开端与生成]。正如海洋依风的运动而变化,而风如《气象学》中所言是依太阳和月亮的周期而生成的,因此由湿气和其他成分生成且存在于其中的事物,也必然依从这些天体的运动。事实上,鱼类、贝类和甲壳类在月渐盈时繁茂,而在月亏时遭受相反的境遇;并且大地在太阳靠拢时发芽,植物开花,动物青春茂盛并繁殖,而在太阳离去时衰败,一切其余事物也都因它们的周期而生成,关于这些事物现在并非谈论的适当时机。他把风、地、海称为较无主导力的,而把太阳、月亮和其余天体称为更具主导力的。那么,《论动物生成》第四卷的讲义就此告终。

语法注2 条
  1. 4.30μετρεῖσθαι βούλονται

    动词 βούλομαι 在自然哲学语境中并非指人的意识性意图,而是表达自然或天体固有的目的论倾向(“倾向于被度量”或“意欲被度量”)。注解者在紧接着的句子中补出了太阳和月亮作为主语,将其解释为天体旨在确立均一寿命周期的倾向。

  2. 4.30τούτων περὶ τῆς θερμότητος καὶ ψυχρότητος εἴρηται

    在引文 τούτων δ’ ἔχουσι τὸ πέρας καὶ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς 中,注解者从句法上将属格指示代词 τούτων 的先行所指判定为热与冷(θερμότης καὶ ψυχρότης)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:209.16-210.23