- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:20.8-21.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节论及无血动物生殖器官的差异,注解了软甲类互叠尾部的交尾姿势与子宫结构,以及软体动物以触手交尾并在口部附近共用排泄管道的构造。
" Τῶν δ’ ἄλλων ζῴων τῶν ἀναίμων οὐχ ὁ αὐτὸς τρόπος τῶν μορίων." Εἰπὼν περὶ τῶν γεννητικῶν μορίων τῶν ἐναίμων ὅπως ἔχουσι, λέγει ὅτι τὰ δὲ ἄναιμα (εἰσὶ δὲ γένη τέτταρα) οὔτε ἑαυτοῖς ἔχουσιν ὁμοίως οὔτε τοῖς ἐναίμοις, ἀλλὰ καὶ πρὸς τὰ ἔναιμα καὶ πρὸς ἑαυτὰ διαφέρουσι. τὸ δὲ τούτων περὶ μὲν πάντων ἄδηλον τὸ τούτων περὶ τῶν ὀστρακοδέρμων εἴρηται·1 περὶ πάντων γὰρ τῶν ὀστρακοδέρμων ἄδηλον. τὰ δὲ μαλακόστρακα, φησί, συνδυάζεται, ὥσπερ τὰ ὀπισθουρητικά· ὀπισθουρητικά δέ εἰσιν οἷον λέγω δασύπους. πῶς δὲ ὥσπερ ἐκεῖνα συνδυάζεται, ἐπάγει· ὅταν γὰρ τὸ μὲν ὕπτιον τὸ δὲ πρανὲς ἐπαλλάξῃ τὸ οὐραῖον. τὸ γὰρ θῆλυ ὕπτιον κείμενον καὶ τὴν οἰκείαν κεφαλὴν φέρε εἰπεῖν ἔχον πρὸς ἄρκτον, τὸ δὲ οὐραῖον πρὸς νότον, τό τε ἄρρεν πάλιν πρανὲς ὂν καὶ ἐναντίως τὴν κεφαλὴν ἔχον πρὸς νότον, τὸ δὲ οὐραῖον πρὸς ἄρκτον, οὕτω δὴ ἔχοντα τὸν συνδυασμὸν ποιοῦνται, ὥστε μόνα τὰ οὐραῖα ἅπτεσθαι ἀλλήλων καὶ τοῦ μὲν θήλεος τὸ οὐραῖον κάτω κεῖσθαι πρὸς τῇ γῇ, τοῦ δὲ ἄρρενος τὸ οὐραῖον κεῖσθαι ἐπάνω τοῦ τῆς θηλείας οὐραίου, τὸ δὲ λοιπὸν αὐτῶν σῶμα ἐκτάδην ἡπλωμένον κεῖσθαι πρὸς τῇ γῇ. Ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι ‘ἔχουσι δὲ αἱ θήλειαι τὰς ὑστέρας ἀνὰ δύο’, εἶπεν ἔχουσι δὲ τὰς ὑστέρας ἔνθεν καὶ ἔνθεν ἐσχισμένας, ὥστε τὸ ἐσχισμένας ταὐτόν ἐστι τῷ διπλᾶς. τὰ δὲ μαλάκια συμπλέκεται μὲν κατὰ τὸ στόμα ἀντερείδοντα καὶ διαπτύσσοντα, τουτέστι συμπλεκόμενα τὰ ἄρρενα καὶ τὰ θήλεα ὑπ’ ἀλλήλων κατὰ τὰς πλεκτάνας. ὡς γὰρ γυνὴ τὸν ἄνδρα καὶ οὗτος αὐτὴν περιπλέκονται διὰ τῶν χειρῶν, οὕτως καὶ τὰ μαλάκια ὑπ’ ἀλλήλων ἐν τῷ συνδυασμῷ περιπλέκονται ταῖς πλεκτάναις. συμπλέκονται δὲ κατὰ τὸ στόμα ἐξ ἀνάγκης· παρὰ τὸ στόμα γὰρ συνήνωσε καὶ συνήγαγεν ἡ φύσις τὸν πόρον, δι’ οὗ ἐξέρχεται ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις. λέγει δὲ ὅτι καὶ τὰ μαλακόστρακα καὶ τὰ μαλάκια τὸν αὐτὸν τῆς ὑστέρας πόρον ἔχει καὶ τῆς ξηρᾶς περιττώσεως· οὐ γὰρ ἄλλος μὲν ἐν τούτοις ὁ τοῦ περιττώματος πόρος, ἄλλος δὲ ὁ τῆς ὑστέρας, ἀλλ’ ὁ αὐτὸς καὶ εἷς πρὸς ἀμφότερα λειτουργεῖ, πρός τε τὴν τοῦ θοροῦ ἄφεσιν καὶ πρὸς τὴν τῆς ξηρᾶς περιττώσεως ἔξοδον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐστὶ γὰρ ᾗ ἀφίησι τὸν θορὸν διὰ τοῦ πόρου.2 ἐλλιπὴς δὲ ἡ λέξις ἐστίν, εἴη δ’ ἂν τὸ πλῆρες καὶ τὸ εὐμαρὲς τῆς λέξεως τοιοῦτον· διὰ τοῦ πόρου γὰρ δι’ οὗ ἀφίησι τὸν θορόν, διὰ τούτου ἔξεισι καὶ τὸ περίττωμα. ταῦτα δὲ τὰ μόρια, ἤτοι οἱ πόροι, δι’ ὧν ὁ θορὸς καὶ ἡ περίττωσις ἐξέρχεται, ἐν τοῖς ὑπτίοις εἰσὶ τοῦ σώματος, ᾗ λήγει τὸ ἐν τοῖς πρανέσι κέλυφος. ὥσπερ γὰρ οὐ συνάπτουσιν αἱ δεξιαὶ τῶν ζῳοτοκούντων πλευραὶ πρὸς τὰς ἀριστεράς, ἀλλ’ εἰσὶ διεστηκυῖαι ἀπ’ ἀλλήλων, οὕτως οὐδὲ τὸ τῶν καρκίνων καὶ καράβων κέλυφος συνάπτει ἐν τοῖς ὑπτίοις. Λέγει δὲ καὶ θάλατταν εἰσέρχεσθαι διὰ τῶν τοιούτων πόρων.
“至于其他动物,即无血动物,其器官的样态并不相同。” 在说明了有血动物的生殖器官如何之后,他说无血动物(共有四类)既彼此不相似,亦与有血动物不相似,而是既有别于有血动物,又彼此相异。而“在所有这些动物中尚不明确”这一句中的“这些”,是针对介壳类动物而言的;因为在所有介壳类动物中情况皆不明确。他说,软甲类动物的交尾就像向后排尿的动物一样;而向后排尿的动物例如我所说的野兔。至于它们如何像那些动物一样交尾,他接着说:“因为当一者仰卧而另一者俯卧互叠尾部时[便进行交尾]。”因为当雌性仰卧且比如将其头部朝向北面、尾部朝向南面,而雄性反过来俯卧且相反地将其头部朝向南面、尾部朝向北面时,它们正是以此种姿势进行交尾,使得仅有尾部相互触及,雌性的尾部在下方贴近地面,雄性的尾部则在雌性尾部之上,而它们身体的其余部分则平直伸展并贴近地面。而且他没有说“雌性各有两个子宫”,而是说“它们拥有在两边裂开的子宫”,因此“裂开的”等同于“双重的”。而软体动物则在口部相互支撑并张开而交织在一起,即雄性与雌性通过触手相互缠绕。正如女人拥抱男人、男人亦用双臂拥抱女人一样,软体动物在交尾时亦通过触手相互缠绕。它们必然在口部相互缠绕;因为自然将固体食物残余排出的管道结合并汇集在口部旁边。他说软甲类和软体动物的子宫管道与固体残余管道是同一的;因为在这些动物中,残余的管道并非一个而子宫的管道是另一个,而是相同的一根管道服务于两者,既用于精液的排出,亦用于固体残余的排出;因为“因为存在通过管道排出精液之处”这一语句正表明了这一点。但该文句是省略的,其完整而易懂的形式当如下所示:“因为通过其排出精液的管道,残余亦通过该管道排出。”而这些部分,即精液与残余排出的管道,位于身体的仰卧部分,即俯卧部分的硬壳终止之处。因为正如胎生动物的右侧肋骨并不与左侧肋骨相连,而是彼此分离,螃蟹和龙虾的硬壳在仰卧部分亦不相连。他还说海水亦通过此类管道进入。
- 1.5τὸ δὲ τούτων περὶ μὲν πάντων ἄδηλον τὸ τούτων περὶ τῶν ὀστρακοδέρμων εἴρηται
在此解释句中,开头的引语“在所有这些动物中尚不明确”(τὸ τούτων περὶ μὲν πάντων ἄδηλον)标示出处,而真正的主语是引语中的代词“这些”(τὸ τούτων),谓语是“是针对甲壳类动物而言的”(περὶ τῶν ὀστρακοδέρμων εἴρηται)。这是注解中从所引词句中单独抽出某个词以指明其指涉对象的典型句式。
- 1.5ἐστὶ γὰρ ᾗ ἀφίησι τὸν θορὸν διὰ τοῦ πόρου
引用亚里士多德原文中的省略句。关系副词 ᾗ 构成了表示存在(“有……之处/途径”)的句式。斐洛庞努斯在紧接着的文句中补全了被省略的对应分句(“残余亦通过该管道排出”),从而重构出句法完整的形式(τὸ πλῆρες τῆς λέξεως)。
