- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:207.32-209.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里士多德对恩培多克勒将乳汁称为“脓”这一诗性修辞的批判,并解释了随着胚胎发育成熟脐带脱离与分娩的必然性。随后讨论了妊娠期长短与动物寿命及体型大小的关系,梳理了长寿本身并非导致妊娠期较长的原因之论据。
" Ἐμπεδοκλῆς δ’ οὐκ ὀρθῶς ὑπελάμβανεν ἢ οὐκ εὖ μετήνεγκε ποιήσας." Εἰπὼν ὅτι τὸ γάλα αἷμά ἐστι πεπεμμένον, ἐγκαλεῖ τῷ Ἐμπεδοκλεῖ πύον εἰπόντι αὐτό, καί φησιν, εἰ μὲν ἀληθῶς πύον ἐνόμιζεν αὐτό, οὐκ ὀρθῶς ὑπελάμβανεν, εἰ δ’ ὡς ποιητὴς μετήνεγκε, τουτέστι τροπῇ ἐχρήσατο, οὐ καλῶς μετήνεγκεν· αἱ γὰρ τροπαὶ οὐκ ὀφείλουσιν ἐναντιοῦσθαι τοῖς ἀφ’ ὧν μετηνέχθησαν, ἡ δὲ τροπὴ αὕτη τοῦ Ἐμπεδοκλέους ἐναντιοῦται. εἰ γὰρ τὸ πύον σαπρότης, τὸ δὲ γάλα πέψις, ἐναντίον δὲ σαπρότης καὶ πέψις, ἐναντίον ἄρα καὶ γάλα καὶ πύον· ὥστε οὐ καλῶς μετήνεγκεν εἰπὼν τὸ γάλα πύον. ὅμοιον γάρ τι πεποίηκεν, ὡς εἴ τις τὸ μὲν λευκὸν λέγει μέλαν ἢ σύγκρισιν ὄψεως, τὸ δὲ μέλαν λευκὸν ἢ διάκρισιν ὁμοίως ὄψεως. ἡ δὲ τοῦ Ἐμπεδοκλείου στίχου διάνοια τοῦ “μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν” αὕτη ἐστίν· ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ ὀγδόου μηνὸς γέγονε τὸ γάλα πύον λευκόν· τὸ γὰρ ὀγδοάτου ἀντὶ τοῦ ὀγδόου εἴληπται. λέγει δὲ καὶ ὅτι, ἂν συλλάβηται ἡ γυνὴ ὅτε θηλάζει, ἀποσβέννυται καὶ ἀπόλλυται τὸ γάλα· οὐ γὰρ δύναται ἡ φύσις καὶ εἰς ἐμβρύου καὶ εἰς γάλακτος γένεσιν ἅμα χορηγεῖν ὕλην. τὸ δὲ καλῶς δὲ διώρισται τοῖς χρόνοις καὶ ἡ γένεσις τῶν ζῴων ἴσον ἐστὶ τῷ καλῶς δὲ συμβαίνει, ἐν ᾧ χρόνῳ ἀπολύεται ὁ ὀμφαλὸς ἀπὸ τῆς ὑστέρας, ἐν τούτῳ ἐξέρχεσθαι τὰ ζῷα θύραζε. καὶ διὰ τί καλῶς, ἐπάγει· ὅταν γὰρ διὰ τὸ μέγεθος τοῦ ἐμβρύου οὐκ ἔστιν ἱκανὴ ἡ τροφὴ ἢ ὡς ἀλλοτρία ἢ ὡς προσεχῶς εἴρηται ὡς ὀλίγη, καὶ οὐκ εἰσέρχεται ἐν αὐτῷ διὰ τοῦ ὀμφαλοῦ, εὐθὺς συμπίπτει, ἤτοι ἀνασπᾶται ἐκ τῆς ὑστέρας. ἕως γὰρ ἂν ἕλκῃ τροφὴν ἐκ τῆς ὑστέρας, συμφύεται, ὅταν δὲ μηκέτι τοῦτο ποιῇ, ἀνασπᾶται καὶ ἀπολύεται, διὰ τὸ μηδὲν μάτην τὴν φύσιν ποιεῖν, ἀνασπασθεὶς δὲ καὶ ἀπολυθεὶς εὐθὺς ἐξέρχεται τὸ ζῷον·1 οὗτος γὰρ ἦν ὁ συνέχων αὐτό. διὰ τί δὲ ἐπὶ κεφαλὴν ἐξέρχεται, σαφῶς λέγει.
“然而恩培多克勒的理解并不正确,或者在作诗时未能恰当地使用隐喻。” 在说明了乳汁是消化成熟的血液之后,他责难了将乳汁称为脓的恩培多克勒,并说,如果他确实认为它是脓,那么他的理解是不正确的;如果他是作为诗人运用了转喻,亦即使用了借喻,那么他并没有恰当地运用转喻;因为转喻不应当与它们所借用的本义相反对,而恩培多克勒的这一转喻却是相反对的。因为如果脓是腐败,而乳汁是消化成熟,且腐败与消化成熟互为对立,那么乳汁与脓也是互为对立的;因此,他把乳汁称为脓并没有恰当地使用转喻。因为他的做法类似于有人把白称为黑或视线的汇聚,而把黑称为白或同样视线的分散。恩培多克勒的诗句“于第八月之第十日化为白脓”的含义即是:在第八个月的第十天,乳汁化为了白脓;因为这里的〔诗语形式〕“第八的”是代替〔通常形式〕“第八的”而被使用的。他还指出,若妇女在哺乳时受孕,乳汁便会熄灭并消亡;因为自然无法同时为胚胎的生成和乳汁的生成提供质料。而“动物的出生在时间上也得到了良好的限定”等同于说:在脐带脱离子宫的时间里,动物恰于此时排出体外,乃是良好的安排。至于为何是良好的,他进而指出:因为当由于胚胎庞大,养料由于异己或如方才所说是由于匮乏而不足,不再通过脐带进入胚胎时,[脐带]便立即萎缩,亦即从子宫上脱落。因为只要它仍从子宫吸取养分,它就与子宫长在一起;但当它不再如此做时,由于自然不做徒劳之事,它便脱落并分离;而一旦[脐带]脱落并分离,动物便立即产出;因为正是脐带此前维系着它。至于为何头朝下产出,他作了明确的说明。
"Τῆς δὲ κυήσεως ἑκάστῳ τῶν ζῴων ὡρισμένοι τυγχάνουσι." Τὸ λεγόμενον δυνάμει τοιοῦτόν ἐστι· τὸ μὲν οὖν τὰ μὲν τέσσαρας μῆνας κύειν καὶ εὐθὺς μετὰ τὸν τέταρτον γεννᾶν, ἄλλα δὲ μῆνας ἐννέα καὶ ἕτερα ἐνιαυτόν, καὶ ἄλλα χρόνους δύο, ὥσπερ οἱ ἐλέφαντες, ὑπολάβοι ἄν τις συμβαίνειν2 κατὰ τοὺς βίους καὶ τὰς χρονικὰς αὐτῶν παρατάσεις, οἷον ὅτι τὰ μὲν ὀλιγοχρόνια ὀλίγους κύει χρόνους, οἷον τέσσαρας μῆνας, τὰ δ’ ἔτι μακροβιώτερα ἐννέα, καὶ τὰ τούτων πάλιν μακροβιώτερα ἐνιαυτόν, καὶ ἐφεξῆς. λέγει δὴ ὅτι συμβαίνει μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τὰ χρονιώτερα καὶ πλείονα κυΐσκεσθαι χρόνον, ὅμως οὐκ ἔστι τῆς χρονιωτέρας κυήσεως αἴτιον τὸ μακρόβιον, τῆς δὲ ὀλιγοχρονίας τὸ ὀλιγοχρόνιον. τὰ μὲν οὖν μείζω καὶ τελειότερα τῶν ἐναίμων ζῴων καὶ πλείονα χρόνον κυΐσκεται, διότι ἐν πλείονι χρόνῳ τελειοῦται, ὥσπερ καὶ τὸ μεῖζον πλοῖον· ἐν πλείονι γὰρ χρόνῳ καὶ τοῦτο τελειοῦται, ὡς εἴρηται. καὶ πλείονα οὖν χρόνον κυΐσκεται, καὶ πλείονα ζῇ, οὐ μέντοι τὰ μείζω πάντα μακροβιώτερα. εἰ γὰρ ἦν τὸ μακρόβιον αἴτιον τοῦ πολὺν κύειν χρόνον, ἔδει τὸν ἄνθρωπον, μακροβιώτατον ὄντα, τοῦ τῶν λοφούρων γένους πλείονα χρόνον κύειν, οὐ κύει δὲ πλείονα· ὁ μὲν γὰρ ἄνθρωπος ἑπτὰ ἢ ἐννέα κύει μῆνας, ἅπτεται δὲ καὶ τοῦ δεκάτου, οἱ δὲ λόφουροι ἐνιαυτόν. ὥστε οὐκ ἔστιν ἡ μακροβιότης αἰτία τῆς χρονιωτέρας κυήσεως· εἰ γὰρ ἦν, ἔδει τὰ [μείζονα] πλείονα χρόνον κυϊσκόμενα μακροβιώτερα εἶναι, οὐκ εἰσὶ δέ. εἰ γὰρ αἴτιον τὸ μακρόβιον τῆς χρονίου κυήσεως, ὅπου ἂν ἦν καὶ ἐν οἷς τὸ αἴτιον, ἀνάγκη ἕπεσθαι καὶ τὸ αἰτιατόν, τοῦτο δ’ ἐστὶ τὸ πολὺν κυΐσκεσθαι χρόνον· οὐχ ἕπεται δέ. λέγει δὲ τῆς μακροβιότητος μετὰ ταῦτα εἰπεῖν τὰς αἰτίας, καὶ ἐρεῖ ἐν τῷ Περὶ μακροβιότητος καὶ βραχυβιότητος.
“每种动物的妊娠[期]恰好是受到限定的。” 所说的话在要旨上是这样的:某些动物怀胎四个月并在第四个月后立即分娩,另一些怀胎九个月,还有一些怀胎一年,而像象这样的其他动物怀胎两年,人们可能会假定这种情况是根据它们的寿命和时间延续而发生的,例如寿命短的怀胎时间短(如四个月),更长寿的怀胎九个月,而比这些更长寿的怀胎一年,依此类推。于是他说,虽然寿命较长的动物通常也被怀胎更长的时间,然而长寿并不是更长妊娠期的原因,短寿也不是短期[妊娠]的原因。有血动物中较大且更完备的动物固然被怀胎更长的时间,这是因为它们在更长的时间中发育完备,正如较大的船只一样;因为正如所说,船只也是在更长的时间中造成的。因此,它们被怀胎的时间更长,寿命也更长,但并非所有较大的动物都更长寿。因为如果长寿是怀胎长久的原因,那么人作为最长寿者,应当比丛尾类动物[马属]怀胎更久,但人并没有怀胎更久;因为人怀胎七个月或九个月,乃至触及第十个月,而丛尾类则怀胎一年。因此,长寿并非较长妊娠期的原因;因为若是如此,被怀胎更久的动物就应当更长寿,但事实并非如此。因为如果长寿是长久妊娠的原因,那么无论在何处以及在何物之中存在该原因,结果也必然随之而来,而这结果即是被怀胎长久;但结果并未随之而来。他说在此之后将说明长寿的原因,而这他将在《论长寿与短命》中予以讨论。
- 4.28ἀνασπασθεὶς δὲ καὶ ἀπολυθεὶς εὐθὺς ἐξέρχεται τὸ ζῷον
阳性主格单数分词 ἀνασπασθεὶς καὶ ἀπολυθείς 在语法上并不与主句主语中性名词 τὸ ζῷον 一致,而是作为悬空分词,其逻辑主语为前文提及的阳性名词 ὁ ὀμφαλός(脐带)。紧接着的说明句 οὗτος γὰρ ἦν ὁ συνέχων αὐτό(“因为这[脐带]此前维系着它”)中的阳性指示代词 οὗτος 也确证了此处脱落与分离的主体是脐带。
- 4.29τὸ μὲν οὖν τὰ μὲν τέσσαρας μῆνας κύειν... ὑπολάβοι ἄν τις συμβαίνειν
冠词+不定式短语 τὸ ... κύειν ... ἄλλα δὲ μῆνας ἐννέα 等作为句首的主题化成分,充当了不定式 συμβαίνειν 的主语,而整个结构受主要动词潜在希求法 ὑπολάβοι ἄν(“人们或许会假定”)所统辖。
