- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:206.23-207.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯依循亚里士多德的论述,从必然性原因(与子宫共享导管的结构)和目的原因(受心脏之热消化成熟)两方面阐释了残余物汇聚于乳房并生成乳汁的机制,并就生产期乳汁变甜成熟的原因针对胚胎摄取养分的多寡提出了两种相反的解释。
" Ὅταν οὖν μὴ λαμβάνῃ μὲν τὸ ἔμβρυον τὴν τοιαύτην ἀπόκρισιν." Πιστωσάμενος καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῶν συμβαινόντων ὅτι ἐκ τῶν ἄνω τόπων ἀποκρίνεται τὸ περίττωμα, τὴν αἰτίαν διὰ τούτων ἐπάγει, δι’ ἣν εἰς τοὺς μαστοὺς ἡ τοῦ γάλακτος γίνεται συνάθροισις. ὅταν οὖν, φησί, μὴ λαμβάνῃ τὸ ἔμβρυον τὴν τοιαύτην ἀπόκρισιν (ἀλλοτρία γάρ, ὡς εἴρηται, καὶ οὐκ οἰκεία) κωλύῃ δὲ θύραζε βαδίζειν (κεῖται γὰρ ἐν τῷ τῆς ὑστέρας στόματι), ἀναγκαῖον ἀθροίζεσθαι εἰς τοὺς ὄντας ἐπὶ τῶν αὐτῶν πόρων, καὶ προσυπακουστέον τοῦ τῶν ὑστερῶν.1 ἐπειδὴ γὰρ ἐν τῇ ὑστέρᾳ τὸ καταμήνιον, δῆλον ὡς εἰς ἐκείνους τοὺς τόπους καὶ τὰ κενὰ ῥευσεῖται καὶ ἀθροισθήσεται τὰ τοὺς αὐτοὺς ἔχοντα πόρους τῇ ὑστέρᾳ. ἂν γὰρ ὦσι κενά, μὴ ἔχῃ δὲ τοὺς πόρους εἰς τὴν ὑστέραν εἰσβάλλοντας, δῆλον ὡς εἰς ἐκεῖνα οὐκ ἂν εἰσβάλλοι οὐδ’ ἀθροισθήσεται (ἀδύνατον γάρ), ἀλλ’ εἰς ἐκείνους ἀθροισθήσεται καὶ τὸ ῥεῦμα καὶ τὴν ὁρμὴν ποιήσεται, ὅσοιπερ ἂν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων τῇ ὑστέρᾳ. ἔστι δὲ τὸ ὅσοιπερ ἂν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων τῇ ὑστέρᾳ ἴσον τῷ ὅσων οἱ πόροι εἰς τὴν ὑστέραν εἰσβάλλουσιν. εἰπὼν δὲ ὅτι ὅσοιπερ ἂν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων, ἐπήγαγεν ἔστι δὲ ἑκάστοις τοιοῦτος ὁ τῶν μαστῶν τόπος, τουτέστιν ἐν ἑκάστῳ δὲ τῶν ζῴων ὁ τῶν μαστῶν τόπος ἐστὶν ὁ τοὺς αὐτοὺς ἔχων πόρους τῇ ὑστέρᾳ· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐν παντὶ ζῴῳ τοὺς αὐτοὺς ἔχουσι πόρους τῇ ὑστέρᾳ οἱ μαστοὶ δι’ ἀμφοτέρας τὰς αἰτίας, τὴν ἐξ ἀνάγκης (αὕτη δὲ ἦν τὸ τοὺς αὐτοὺς ἔχειν πόρους τῇ ὑστέρᾳ) καὶ τὴν ἕνεκά του· βέλτιον γὰρ ἐνταῦθα συναθροίζεσθαι, ὅπου ἐστὶν ἡ ἀρχή, τουτέστιν ἡ καρδία, ἵνα πέττηται ὑπ’ αὐτῆς. εἰπὼν οὖν διὰ τί ἡ περίττωσις, ἐξ ἧς τὸ γάλα γίνεται, εἰς τοὺς μαστοὺς συλλέγεται, εἰπὼν δὲ καὶ ὅτι ἀλλοῖον ἤγουν λευκὸν γίνεται διὰ τὸ καὶ τὴν ἐν τῇ καρδίᾳ ψυχὴν ἀλλοίαν καὶ ἰσχυροτέραν γίνεσθαι τὴν συμπέττουσαν αὐτήν (ὅτι δὲ ἀλλοία γίνεται κατὰ τοῦτον τὸν καιρὸν ἡ ψυχὴ καὶ πῶς ἀλλοία, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε λέγει περὶ φωνῆς ὀξύτητος καὶ βαρύτητος), εἰπὼν οὖν διὰ τί ἡ περίττωσις αὕτη εἰς τοὺς μαστοὺς συλλέγεται, ἐπάγει2 τῆς δὲ πέψεως καὶ τοῦ γλυκὺ γίνεσθαι περὶ τὸν καιρὸν τοῦ τόκου πρότερον ἁλμυρὸν καὶ ἄχρηστον ὑπάρχον ἔστι μὲν λαβεῖν τὴν εἰρημένην αἰτίαν· ἦν δὲ αὕτη τὸ ὀλίγην λαμβάνειν τροφὴν τὸ ἔμβρυον τελειωθέν, καὶ διὰ τοῦτο εἶναι τὸ λειπόμενον πολὺ καὶ γλυκύ. δυνάμεθα οὖν, φησί, τῆς πέψεως καὶ γλυκύτητος τοῦ γάλακτος λέγειν αἰτίαν τὴν ὅτι ὀλίγην λαμβάνει τότε τροφήν, καὶ ἐπὶ τούτῳ ἐστὶ γλυκύ, ὥσπερ εἴρηται πρότερον. δυνάμεθα δὲ λέγειν καὶ τοὐναντίον ὅτι διὰ τὸ λαμβάνειν πολλήν (πολλὴν γὰρ λαμβάνον μέγα γεγονός) ἀνάγκη τὸ περιλειφθὲν ὀλίγον εἶναι, τὸ δ’ ὀλίγον θᾶττον πέττεται· ὃν δὲ μικρὸν καὶ ὀλίγον λαμβάνον3 πάντως τὸ λειπόμενον ἔσται πολύ, πέττεται δὲ τὸ πολὺ βραδέως, καὶ ἔστι πρότερον μὲν ἄχρηστον ὡς ἄπεπτον, ὕστερον δὲ χρήσιμον ὡς πεφθέν.
“因此,当胚胎不接纳此类分泌物时”在通过论证以及通过实际发生的事实确证了残余物是由上方部位分泌出来之后,他通过这些话引出了乳汁在乳房中汇聚的原因。因此他说,当胚胎不接纳此类分泌物时(因为正如已经指出的,它是异己的而非适宜的),但又阻止它向外排出时(因为它正位于子宫口处),它就必然汇聚到位于相同导管上的部分中,而此处应当心领神会地补出子宫的[导管]。因为既然经血位于子宫之中,显然它将流向并汇聚于那些与子宫具有相同导管的区域与空虚部位中。因为即便存在空虚之处,若无导管通入子宫,显然它便不会流入其中也不会汇聚于其中(因为这是不可能的);相反,只要是与子宫处于相同导管之上的部位,它就会汇聚于其中并向其形成流动与冲击。“只要是与子宫处于相同导管之上”等同于“只要是导管通入子宫者”。在说了“只要是处于相同导管之上”之后,他接着说“在每种动物身上乳房的部位皆是如此”,这也就是说,在每种动物身上,乳房的部位正是与子宫具有相同导管的部位。而这等同于说,在一切动物身上,乳房都由于两种原因而与子宫具有相同的导管:即出于必然性的原因(这便是与子宫具有相同的导管),以及出于目的的原因;因为汇聚于本原(亦即心脏)所在之处是更好的,以便能够受到心脏的消化成熟。因此,在说明了产生乳汁的残余物为何聚集到乳房之后,又说明了由于心脏中参与消化成熟它的灵魂也变得有所不同且更为强劲,它变得有所不同即变白之后(至于灵魂在此时期发生质变且如何质变,他在下一卷谈论声音的高尖与低沉时将会予以说明)——在说明了这种残余物为何聚集到乳房之后,他接着说:“至于在生产时期左右发生消化成熟并变得甘甜,而此前则是咸涩且无用的,固然可以采纳前述的原因”;而该原因即是,发育完备的胚胎只摄取少量食物,因此残留之物丰沛而甘甜。因此他说,我们可以将乳汁的消化成熟与甘甜的原因说成是胚胎届时摄取少量食物,并因此它是甘甜的,正如先前所说的那样。但我们也可以说出相反的情况:即由于摄取许多(因为长得庞大之后便摄取许多),残留之物必然很少,而少量之物成熟得更快;然而,当它幼小且摄取极少时,残留之物必然十分丰沛,而丰沛之物成熟得缓慢,且此前由于未成熟而是无用的,其后则由于成熟而是有用的。
- 4.27καὶ προσυπακουστέον τοῦ τῶν ὑστερῶν
动词性形容词 προσυπακουστέον 支配属格短语 τοῦ τῶν ὑστερῶν。此处承前省去了 τῶν αὐτῶν πόρων 中的阳性名词 πόρων(或单数 πόρου),中性单数属格冠词 τοῦ 将整个短语名词化,意为“须心领神会地补出子宫的[导管]”。
- 4.27εἰπὼν οὖν διὰ τί ... εἰπὼν δὲ καὶ ὅτι ... εἰπὼν οὖν διὰ τί ... ἐπάγει
这是一个通过分词 εἰπὼν 进行复谓式恢复(resumptive)的长句结构。在经过长篇插入语(包括预告下一卷中灵魂发生质变的内容)后,通过第二个 εἰπὼν οὖν 重新引出主句动词 ἐπάγει,其核心骨架为 εἰπὼν οὖν ... ἐπάγει(“在说明了……之后,他接着引出……”)。
- 4.27ὃν δὲ μικρὸν καὶ ὀλίγον λαμβάνον
底本中的 ὃν 应理解为中性单数分词 ὂν(εἰμί 的现在分词)之误写或变体,与并列的 λαμβάνον 一同修饰逻辑主语 τὸ ἔμβρυον(“当[胚胎]幼小且摄取极少时”),作表示时间或环境的状语分词,与前文的 μέγα γεγονός 形成对比。
