← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§205.21-206.22

从青春期声音与乳房变化论证残余物的生成

菲洛波庞以三段论论证青春期声音低沉和乳房隆起证明了精液与经血的生成始于上方部位,并从虚处充盈气体以及哺乳后代的目的因两方面解释了乳房的隆起。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26#2

ἡ ἀρχὴ γὰρ ἡ χρονικὴ τῆς γενέσεως καταμηνίου καὶ γονῆς ἐκ τῶν ἄνω τόπων γίνεται ἡμῖν ἐπίδηλος· ἡνίκα γὰρ ἄρξηται γίνεσθαι, εὐθὺς αἴρονταί τε οἱ μαστοὶ ἄνωθεν ὄντες τοῦ ὑποζώματος, καὶ ἡ φωνὴ μεταβάλλει ἐπὶ τὸ τραχύτερον, καὶ ἡ τῶν ἀρρένων καὶ ἡ τῶν θηλειῶν. καὶ γὰρ ἡ τῶν φωνῶν ἀρχὴ ἐκ τῆς καρδίας ἐστίν, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε λέγει τίνος ἕνεκα αἱ τῶν ἐκτεμνομένων φωναὶ ἅμα τῷ ἐκτμηθῆναι ἐπὶ τὰς τῶν θηλειῶν μεταβάλλουσιν. ἀλλὰ πῶς μὲν αὗται ἐπὶ τὰς τῶν θηλειῶν μεταβάλλουσιν, ἐκεῖσε γενόμενοι πιέσομεν·1 ἡμῖν δὲ συλλογιστικῶς συνακτέον τὸν λόγον2 ὧδέ πῃ· ἐκ τῶν ἄνω καὶ ἐν τοῖς ἄνω οἱ μαστοὶ καὶ αἱ φωναί, ἐκ τῶν μαστῶν καὶ φωνῶν ἡμῖν γίνεται ἐπίδηλος ἡ γένεσις τῆς τοιαύτης περιττώσεως, ἐκ τῶν ἄνω ἄρα ἡμῖν γίνεται ἐπίδηλος ἡ γένεσις αὐτῆς· εἰ δὲ ἐκ τῶν ἄνω, δῆλον ὅτι καὶ ἐξ αὐτῶν ἀποκρίνεται. μεταβάλλει δὲ ἡ φωνὴ ἐπὶ τὸ τραχύτερον, ἡνίκα ἄρξωνται ἀφροδισιάζειν, διότι καὶ τὸ κινοῦν τὸν ἀέρα ἢ τὸ πνεῦμα, ἐξ οὗ ἡ φωνὴ γίνεται, ἀλλοῖον τότε γίνεται. ἔστι δὲ τὸ κινοῦν τὸ πνεῦμα ἡ καρδία· αὕτη γὰρ τὸν πνεύμονα κινεῖ. πῶς δὲ τότε ἀλλοία ἡ καρδία γίνεται, ἐρεῖ πάντως ἐν τῷ τέλει τοῦ πέμπτου βιβλίου. οἱ δὲ μαστοὶ αἴρονται τότε, διότι, φησίν, ἐκ τῶν ἄνω ἀποκρίνεται τὸ σπέρμα, ἐκεῖθεν δ’ ἀποκρινομένου ἀναγκαῖον τοὺς μαστοὺς γίνεσθαι κενούς. ἐπεὶ δὲ δέδεικται ἐν τοῖς περὶ φύσεως μηδὲν εἶναι κενόν, ἀνάγκη πληροῦσθαι αὐτοὺς πνεύματος καὶ εἶναι μὲν κενοὺς σπερματικοῦ περιττεύματος, πλήρεις δὲ πνεύματος, ὅπερ λεπτυνόμενον διὰ τὴν θερμότητα καὶ εἰς μείζονα ὄγκον ἐπιδιδὸν3 αἴρει τοὺς μαστούς, ὥσπερ καὶ τοὺς πεφυσημένους ἀσκοὺς τὸ ἐν αὐτοῖς πνεῦμα. αἴρονται μὲν οὖν καὶ διὰ ταύτην τὴν αἰτίαν, ἀλλὰ καὶ διὰ τὴν ἕνεκά του· ἕνεκα γὰρ τοῦ ἀποθεῖναι τὴν φύσιν ἐν αὐτοῖς τὴν τοῦ θηλάσοντος τροφήν· ἐν ἄλλῳ γὰρ τόπῳ παρὰ τοὺς μαστοὺς ἀπελθεῖν οὐκ ἐνδέχεται, ὡς ἐρεῖ προϊών. λέγει δὲ μεταβάλλειν καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰς φωνὰς καὶ τὰ περὶ τοὺς μαστοὺς κατὰ τὸν καιρὸν τοῦτον, οὐ γίνεσθαι δὲ πᾶσιν ἐπιδήλους καὶ φανεράς, ἀλλὰ μόνοις τοῖς ἐμπείροις ἀνθρώποις, οἷον τῷ μὲν ἐμπείρῳ περὶ τὰ πρόβατα δήλη γίνεται ἥ τε τῆς τῶν προβάτων φωνῆς ἐναλλαγὴ ἥ τε τῶν μαστῶν ἄρσις, τῷ δὲ ἐμπείρῳ περὶ τὰς βοῦς τὰ τῶν βοῶν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαφέρει δέ, φησίν, ἐπὶ τῶν ἀνθρώπων καὶ μάλιστα διάδηλος γίνεται ἐν τούτοις ἡ τῶν μαστῶν ἄρσις διὰ τὸ πλείστην εἶναι τὴν περίττωσιν καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξίν· ὅσῳ γὰρ ἂν πλείων αὕτη γίνηται, τοσοῦτον ἀνάγκη καὶ τοὺς μαστοὺς κενοῦσθαι μὲν αὐτῆς, πληροῦσθαι δὲ πνεύματος.

因为经血和精液生成在时间上的开端,从上方部位对我们而言显现出来;因为每当它开始生成时,位于横膈膜上方的乳房便立刻隆起,而且无论是雄性还是雌性的声音都转变为更为低沉粗糙。因为诸声音的开端发自心脏,正如他在下一卷中所要述说的那样,当时他谈到为何被阉割者的声音在一经阉割的同时便转变为雌性的声音。然而它们究竟如何转变为雌性的声音,待我们行文至该处时再作深入考究;就我们而言,须大体通过三段论方式将论证总结如下:乳房与声音来自上方部分且位于上方部分之中;从乳房与声音,这种残余物的生成对我们而言显现出来;因此,它的生成从上方部分对我们而言显现出来;而如果来自上方部分,显而易见它亦是由这些部分分泌出来的。当它们开始行房时,声音转变为更为粗糙,亦是因为驱动空气或产生声音的气之主体届时发生了质变。而驱动气的乃是心脏;因为心脏驱动肺部。至于届时心脏究竟如何发生质变,他无论如何都会在第五卷末尾予以说明。他说,乳房届时隆起,是因为精液从上方部分分泌出来,而随着它从那里分泌出来,乳房变为空虚便是必然的。但既然在关于自然的诸著作中已证明没有任何虚空存在,它们被气所充盈便是必然的,即空乏精液残余物而充满气,该气因热量而稀薄化,并扩展为更大的体积从而使乳房隆起,正如其中的气使吹涨的皮囊[鼓起]一样。因此,乳房固然由于这一原因而隆起,但也为了目的之故:即为了自然将吸乳者的食物贮存于其中;因为正如他随后所要说的,除了乳房之外它不可能移至其他部位。他又说,在其他动物身上,声音和乳房部位在此时期亦发生变化,但并非对所有人而言都显豁明白,而仅仅对富有经验之人如此;例如,对于精通羊类者,羊声的转变与乳房的隆起都是明显的,对于精通牛类者,牛的各情形亦是如此,在其他动物身上亦同样。然而他说,在人身上情形有所不同,在他们身上乳房的隆起尤为明显,这是由于无论在男人还是女人身上,这种残余物都最为丰沛;因为这种残余物愈是增多,乳房就它而言被排空并被气所充盈便愈是必然。

语法注3 条
  1. 4.26ἐκεῖσε γενόμενοι πιέσομεν

    动词 πιέζω(原义为“压迫”、“紧按”)在注疏文献中被引申用于表示“深入考究”、“穷究(某一难题)”。此处将来时 πιέσομεν 与时间分词短语 ἐκεῖσε γενόμενοι(“行文至该处时”)连用,表示将对该议题的深入探讨留待第五卷的相关段落。

  2. 4.26συλλογιστικῶς συνακτέον τὸν λόγον

    动词性形容词 συνακτέον 为中性单数,构成支配宾格 τὸν λόγον 的非人称结构(“应当总结/推导论证”)。副词 συλλογιστικῶς 说明注解者意图将该论证重构为正规的三段论推导。

  3. 4.26εἰς μείζονα ὄγκον ἐπιδιδόν

    动词 ἐπιδίδωμι 的主动分词 ἐπιδιδόν 与介词 εἰς 支配的宾格连用,具有不及物意义,意为“扩展/增至(更大的体积)”。它与前面的 λεπτυνόμενον 并列修饰关系代词 ὅπερ(先行词为 πνεῦμα),用于解释乳房隆起(αἴρει)的机制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:205.21-206.22