← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§204.17-205.21

经血汇入乳房的原因与身体构造秩序

注解亚里士多德《动物生成论》776b3,解释作为乳汁原料的经血何以由下往上汇集至乳房的原因,将其归因于动物最初的构造秩序(主导性的上方部分先于负责营养的下方部分生成)以及精液和经血均来源于身体上方靠近心脏的部位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26#1

" Εἰς δὲ τὸν ἄνω τόπον καὶ τοὺς μαστοὺς συλλέγεται διὰ τὴν ἐξ ἀρχῆς τάξιν τῆς συστάσεως." Διὰ τούτων τὴν αἰτίαν προτίθεται εἰπεῖν τοῦ διὰ τί συλλέγεται εἰς τοὺς μαστοὺς τὸ καταμήνιον, ἐξ οὗ καταμηνίου καὶ ἐν οἷς μαστοῖς γίνεται τὸ γάλα· ὅπερ ταὐτόν ἐστι τῷ διὰ τί κάτωθεν ἄνω. ἀλλὰ καὶ πρὸ τούτου λέγει τε καὶ κατασκευάζει ὅτι κατὰ τὸν καιρόν, καθ’ ὃν τὸ γάλα μέλλει γίνεσθαι, κενοὶ γίνονται καὶ σομφοὶ οἱ μαστοί (συνεργήσει γὰρ τοῦτο αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὸ διὰ τί κάτωθεν ἄνω προχωρεῖ) καὶ τότε μετὰ τοῦτο ἀποδίδωσι τὴν τοῦ προβλήματος αἰτίαν. συλλέγεται οὖν, φησίν, εἰς τὸν ἄνω τόπον διὰ τὴν ἐξ ἀρχῆς τάξιν τῆς συστάσεως τῶν ζῴων. ἡ γὰρ τάξις τῆς συστάσεως αὐτῶν τοιαύτη· πρῶτον μὲν γὰρ γίνεται τὰ ἄνω (τὸ γὰρ κύριον τοῦ ζῴου καὶ ἐν ᾧ τὸ εἶναι αὐτῷ ἐστι, τὸ ἄνω ἐστὶ τοῦ ὑποζώματος, ὥστε ἀναγκαῖον τοῦτο πρῶτον γίνεσθαι), δεύτερον δὲ τὸ κάτω· χάριν γὰρ τῆς τροφῆς καὶ τοῦ περιττώματος αὐτῆς ἐστιν, ὅπως τὰ πορευτικὰ τῶν ζῴων μετὰ τὸ φαγεῖν ἐν ἑαυτοῖς, τουτέστιν ἐν τῇ κοιλίᾳ αὐτῶν, ἔχοντά τε καὶ περιφέροντα ὥσπερ ἐν φάτνῃ τὴν ἤδη ληφθεῖσαν τροφὴν μεταβάλλῃ τοὺς τόπους. εἰ γὰρ μὴ εἶχε τὴν κοιλίαν, ἵνα ἐν αὐτῇ ἀθρόον ἀποτιθέμενα τὴν τροφὴν συνεχῶς καὶ ἄχρι πολλοῦ τρέφηται, ἐπειδὴ καὶ ἡ πέψις αὐτῆς καὶ ἡ ἀνάδοσις καὶ ἡ πρόσκρισις συνεχὴς καὶ ἄχρι πολλοῦ, μόνιμα ἂν ἦν καὶ συμπεφυκότα πρὸς τὸ ἐξ οὗ τὴν τροφὴν ἤμελλε λαμβάνειν,1 ὥσπερ καὶ τὰ φυτά. νῦν δ’ ἐναποτίθησιν ἐν αὐτῇ καὶ ἄλλης οὐ δεῖται, ἕως ἂν ἅπασα σχεδὸν ἀναδοθῇ καὶ προσκριθῇ· ταύτης δὲ ἀναλωθείσης πάλιν πεινᾷ καὶ λαμβάνει καὶ ἀποτίθησι, καὶ οὕτως ἐφεξῆς. ἐπεὶ οὖν, ὡς εἴρηται, τὸ κύριον τοῦ ζῴου καὶ ὅλως τὸ ζῷον τὸ ἄνωθεν τοῦ ὑποζώματός ἐστιν, εἰσὶ δὲ καὶ τῆς γενέσεως καὶ συστάσεως αἴτια καὶ κύρια τῶν ζῴων τό τε καταμήνιον καὶ ἡ γονή, ἀνάγκη καὶ τὸ καταμήνιον καὶ τὴν γονὴν ἐντεῦθεν, ἤτοι ἐκ τῶν ἄνω, ἀποκρίνεσθαι· εὔλογον γάρ, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, ἐκ τῶν κυρίων τὰ κύρια ἀποκρίνεσθαι. ταῦτα δὲ ἐδήλωσε διὰ τοῦ ἐντεῦθεν δὲ καὶ ἡ σπερματικὴ περίττωσις ἀποκρίνεται διὰ τὴν εἰρημένην αἰτίαν, τουτέστι διὰ τὸ εἶναι τὸ ζῷον τὸ ἄνωθεν τοῦ ὑποζώματος, ἢ καὶ διὰ τὸ κοιλαίνεσθαι τοὺς ὀφθαλμοὺς τῶν χρωμένων συχνῶς τοῖς ἀφροδισίοις· ἀπὸ τῶν ἄνω γὰρ ἀπερχομένης τῆς γονῆς, καὶ μάλιστα ἀπὸ τῶν ὀφθαλμῶν, ἀνάγκη κοιλαίνεσθαι. ὅτι δὲ κοιλαίνονται, δῆλον ἡμῖν καθ’ ἑκάστην γίνεται ἐπὶ τῶν κάπρων. ἐπεὶ οὖν, ὡς εἴρηται, τὸ ἄνω κύριον, ἀνάγκη καὶ τὰ κύρια ἐξ ὧν τὸ ζῷον (ταῦτα δ’ ἐστὶ γονὴ καὶ καταμήνιον) ἐκ τῶν ἄνω εἶναι, ἐν ᾧ ἄνω ἐστὶν ἡ καρδία. οὔσης δὲ ἐκ τῶν ἄνω τῆς τοιαύτης σπερματικῆς περιττώσεως ἀναγκαῖον τὴν μεταβολὴν αὐτῆς ἐνταῦθα πρῶτον γίνεσθαι ἐπίδηλον, λέγων μεταβολὴν τὴν ἀρχὴν τῆς γενέσεως αὐτῆς.2

“而它汇集到上方部位以及乳房,乃是由于自始以来的构造秩序。” 通过这些文句,他意图阐明何以经血会汇集到乳房(乳汁正是由该经血并在这些乳房中生成的)的原因;这等同于为何它由下向上运动。但在此之前,他亦述说并确证,在乳汁即将形成的时期,乳房变为空虚且多孔海绵状(因为这将有助于他交代它为何由下向上移动),然后在此之后他交代了这一难题的原因。因此他说,由于动物自始以来的构造秩序,它汇集到上方部位。因为它们构造的秩序乃是如此:首先生成的是上方各部分(因为动物的主导部分,即其存在所寄托的部分,是在横膈膜之上,从而这部分首先生成是必然的),其次则是下方部分;因为它是为了食物及其残余物而存在的,以便能够步行的动物在进食之后,将已摄取的食物容纳并携带着在自身内部,即在自身的腹腔中,犹如在食槽中一般,从而能够迁徙地方。因为如果它们没有腹腔以便将食物一次性贮存于其中并得以持续且长期受滋养(因为食物的熟化、输送和同化吸收亦是持续且长期的),它们就会如同植物一样固定不动,依附并生长于它们将要从中获取滋养的对象之上。而如今它们将食物贮存于腹腔中,在几乎全部被输送和同化吸收之前不再需要其他食物;当这些食物消耗完毕后,它们再次饥饿、摄取并贮存,如此依次循环。因此,如前所述,既然动物的主导部分以及总体的动物自身是在横膈膜之上,且经血与精液亦是动物生成和构造的原因与主导要素,那么经血与精液从这里即从上方各部分分泌出来便是必然的;因为即使不说必然,主导之物由主导部分分泌出来也是合情合理的。而他通过“由于所述原因精液残余物亦由此处分泌”这一文句表明了这些,即由于动物是在横膈膜之上,或者亦由于频繁行房者眼眶凹陷;因为精液既从上方各部分尤其是从眼部离去,眼眶凹陷便是必然的。而眼眶会凹陷,在我们看来每天在公猪身上都是显而易见的。因此,如前所述,既然上方部分是主导性的,那么动物赖以产生的各主导要素(即精液与经血)来自上方各部分便是必然的,而心脏正位于这上方部分之中。既然这种精液残余物来自上方各部分,其转变首先在此处显现出来便是必然的,他以转变指代其生成的开端。

语法注2 条
  1. 4.26εἰ γὰρ μὴ εἶχε τὴν κοιλίαν, ἵνα ἐν αὐτῇ ἀθρόον ἀποτιθέμενα τὴν τροφὴν συνεχῶς καὶ ἄχρι πολλοῦ τρέφηται, ἐπειδὴ καὶ ἡ πέψις αὐτῆς καὶ ἡ ἀνάδοσις καὶ ἡ πρόσκρισις συνεχὴς καὶ ἄχρι πολλοῦ, μόνιμα ἂν ἦν καὶ συμπεφυκότα πρὸς τὸ ἐξ οὗ τὴν τροφὴν ἤμελλε λαμβάνειν

    反事实条件句结构(εἰ 搭配未完成过去时直陈式 εἶχε,主句归结节为 ἄν 搭配未完成过去时直陈式 ἦν)。在条件从句与主句之间,相继嵌套了表目的的 ἵνα 从句与表原因的 ἐπειδή 从句,从而构成长距离隔置(hyperbaton),使主句谓语动词 ἦν 显著后置。

  2. 4.26λέγων μεταβολὴν τὴν ἀρχὴν τῆς γενέσεως αὐτῆς

    跟随在非人称主句 ἀναγκαῖον [ἐστι] ... 之后的阳性单数主格分词 λέγων,在逻辑上以亚里士多德为主语。该动词支配双宾格结构(μεταβολήν 为直接宾语,τὴν ἀρχήν 为表语性宾格),意为“以‘转变’指代其生成的开端”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:204.17-205.21