- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:203.9-204.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯从质料角度解释了乳汁随胚胎发育阶段及滋养消耗而发生的性质转变(从未熟的无用乳变为成熟甘甜的乳汁),并阐明了亚里士多德原文中条件句前件与正句归结部的句法构造。
τὸ μὲν γὰρ πρῶτον, φησίν, (οὐχ ὅτε δηλονότι πάμπαν ἐστὶ σμικρόν, ἀλλ’ ἐν τῷ μεταξὺ μεγέθει τῆς τε τοιαύτης μικρότητος καὶ τῆς τελειότητος, ἣν ἀπολαβὸν εὐθὺς ἔξεισι θύραζε) τὸ μὲν οὖν πρῶτον ἕλκει τὸ ἔμβρυον τῆς τοιαύτης περιττώσεως, ἐξ ἧς τὸ γάλα συνίσταται, τὸ γλυκύτατον εἰς οἰκείαν τροφήν (πάντων γὰρ τροφὴ τὸ πεπεμμένον καὶ γλυκύτατον), ὥστ’ ἀνάγκη τὸ λειπόμενον ἁλμυρὸν εἶναι καὶ δύσχυμον· τοιοῦτον γὰρ πάσης τροφῆς περίττωμα. διὰ ταύτην δὴ τὴν αἰτίαν ἐστὶν ἄχρηστον τὸ πρὸ τοῦ χρόνου τῆς κυήσεως γάλα. τελειουμένων δὲ τῶν κυημάτων καὶ ἤδη ὄντων πρὸς τῷ θύραζε ἐξελθεῖν πλέον ἐστὶ τὸ περίττωμα καὶ δηλονότι καὶ τὸ γλυκύ· τελειωθὲν γὰρ πάμπαν ἐστὶ τὸ ἑλκόμενον ὀλίγον καὶ ἀναλισκόμενον·1 δι’ ἣν δὲ αἰτίαν, ἐρεῖ μετ’ ὀλίγον. πολὺ δὴ ὂν καὶ γλυκὺ διὰ τὸ μὴ ὁμοίως ὥσπερ καὶ πρότερον ἕλκεσθαι τὸ γλυκύ, ἀνάγκη καὶ τὸ ἐκ τούτου τότε γινόμενον γάλα γλυκὺ εἶναι. εἰ γὰρ καὶ ἐμμέμικται ἐν αὐτῷ ἁλμυρόν2 τι, ἀλλὰ διὰ τὸ πλεονάζειν τὸ πεπεμμένον γλυκὺ οὐδεμία γίνεται αἴσθησις τοῦ ἁλμυροῦ, ὥσπερ οὐδὲ ἐν τοῖς ποταμοῖς τῆς ξηρᾶς καὶ γεώδους καὶ ἁλμυρᾶς ἀναθυμιάσεως, καίτοι ἐνούσης ἐν τῷ ποτίμῳ ὕδατι. πρότερον μὲν οὖν ἕλκον τὸ ἔμβρυον ἅπαν τὸ γλυκύ, τὸ λειπόμενόν ἐστιν ἁλμυρόν, ὥστε καὶ τὸ ἐκ τούτου γινόμενον γαλακτῶδες, ὕστερον δὲ ὀλίγον ἕλκον, ἀναγκαῖον εἶναι γλυκύ, ὥστε καὶ τὸ ἐκ τούτου γάλα, καὶ μάλιστα εἶναι γλυκύ, ὅταν θύραζε ἐξελθὸν οὐδ’ ὅλως ἕλκεταί τι τοῦ γλυκέος, ἀλλ’ † ἅπαντος ἀνερχομένου εἰς τοὺς μαστούς. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα. τὰ δὲ κατὰ τὰς λέξεις τὸ μὲν ἔστι γάρ τις καὶ κυήματος τελείωσις κατασκευαστικόν ἐστι τοῦ διὰ τί τελειωθὲν τὸ ἔμβρυον πάμπαν ὀλίγην ἕλκει τροφήν. τὸ δὲ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον ‘ὥσπερ γάρ ἐστι τελείωσις καὶ ἡμῖν καὶ πᾶσι τοῖς ζῴοις, εἰς ἣν φθάσαντες οὐκέτι αὐξόμεθα ἢ ἀκμάζομεν, ἀλλὰ πᾶν τοὐναντίον πάσχομεν, οὕτως ἐστὶ καὶ τοῖς ἐμβρύοις ὡς ἐμβρύοις τέλος, ἐν ᾧ γενόμενα οὐκέτι λαμβάνειν ἐθέλει ἐκ τῆς ὑστέρας τὴν τροφὴν (ἀλλοτρία γὰρ αὐτοῖς αὕτη· οἰκεία μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι, ἀλλοτρία δὲ μετὰ τὴν τελείωσιν), ὥσπερ καὶ ἡμεῖς θύραζε τελειωθέντες οὐκέτι θηλάζειν τὰς μητέρας βουλόμεθα, ὡς ἀλλοτρίας ἡμῖν ταύτης ἤδη οὔσης τῆς τροφῆς, καίτοι πρότερον οἰκείας οὔσης· ἐν ᾧ οὖν γινόμενα τὰ ἔμβρυα τέλει καὶ μήτ’ ἐκ τῆς ὑστέρας τὴν τροφὴν λαμβάνειν ἐθέλοντα μήτε ἐν αὐτῇ μένειν ἐξέρχεται θύραζε καὶ μεταβάλλει τὴν γένεσιν, ἤτοι ἐξ ἄλλου τόπου εἰς ἄλλον γίνεται· ἤδη γὰρ ἔχει πάντα τὰ ἑαυτοῦ μέρη, καὶ οὐδέν τι ἐλλείπει αὐτῷ, οὐδὲ βούλεται λαμβάνειν τὸ μὴ αὑτοῦ. εἴρηται γὰρ ὅτι ἀλλοτρία αὐτῷ αὕτη ἡ τροφὴ καὶ οὐκ οἰκεία. τὰ μὲν οὖν κατὰ τὴν λέξιν τοιαῦτα. ἡ δὲ τῆς λέξεως ἀπόδοσις τοιαύτη· τελειουμένων δὲ τῶν κυημάτων, καὶ ἐφεξῆς τἆλλα πάντα, καὶ ὑποστικτέον εἰς τὸ καὶ οὐκέτι λαμβάνει τὸ μὴ αὑτοῦ· εἶτα ἐπακτέον ὡς ἀπόδοσιν τοῦ λόγου τὸ ἐν ᾧ καιρῷ γίνεται τὸ γάλα χρήσιμον, ἴσον ὂν τῷ διὰ τοῦτο ἐν τῷ καιρῷ τοῦ τόκου γίνεται τὸ γάλα χρήσιμον.
因为起初,他说(显而易见,并非在它完全微小时,而是在这种微小与它一旦获得便随即出到门外的完满之间的中间大小),因此起初胚胎为了自身的滋养,从构成乳汁的那种残余物中吸取最甘甜的部分(因为一切事物的滋养都是经过熟化且最甘甜之物),以至于留下的部分必然是咸而难尝的;因为一切食物的残余物皆是如此。正是由于这一原因,妊娠期之前的乳汁是无用的。然而当胚胎趋于成全且已临近出到门外之时,残余物便较多,显然甘甜的部分也较多;因为完全成全之后,被吸取和耗费的部分甚少(出于何种原因,他稍后将会说明)。由于甘甜的部分不再如先前那样被吸取,残余物既多且甜,因此此时由此产生的乳汁也必然是甘甜的。因为即便其中混杂有某种咸味,但由于经过熟化的甘甜部分居于优势,便不会产生对咸味的感觉,正如饮用水中纵然存在干燥、多土且咸的气流,在河流中也不会产生对其的感觉一样。因此先前由于胚胎吸取了全部甘甜的部分,留下的便是咸的,从而由此产生的乳样之物也是咸的;但后来它仅吸取极少部分,留下的必然是甘甜的,从而由此产生的乳汁也是甘甜的,并且当它出到门外而完全不再吸取任何甘甜部分,反而全部上升至乳房时,乳汁尤为甘甜。所谈论的内容便是如此。至于文句方面,“因为胚胎亦有某种成全”这一句,是对为何胚胎在成全之后仅吸取极少滋养的论证。而所说的话在实质上乃是如此:“正如我们以及一切动物皆有一种成全,一旦达到,我们便不再生长或繁盛,反而经历全然相反的变化;同样,胚胎作为胚胎亦有一个终点,一旦处于其中,它们便不再愿意从子宫中获取滋养(因为这对它们来说是异己的;成全之前是固有的,成全之后则是异己的),正如我们在门外成全之后,不再希冀吮吸母亲的乳汁,因为这种滋养对我们来说已是异己的,纵然先前曾是固有的;因此胚胎处于这一终点之中,既不愿从子宫获取滋养,亦不愿滞留其中,便出到门外并改变其生成,即从一处移行至另一处;因为它已具备自身的一切部分,无所欠缺,亦不愿获取不属于自身之物;因为已经说明,这种滋养对它而言是异己而非固有的。”文句方面的事情便是如此。而这句陈述的正句归结则是如此:从“当胚胎趋于成全时”开始,其余一切依次相续,应在“且不再获取不属于自身之物”处断句点顿;随后应将“在此时期乳汁变为有用”作为该段论述的正句接在后面,这等同于“为此之故,在生产时期乳汁变为有用”。
- 4.25τελειωθὲν γὰρ πάμπαν ἐστὶ τὸ ἑλκόμενον ὀλίγον καὶ ἀναλισκόμενον
此处出现语序倒装(hyperbaton)。语法主语是由定冠词统辖的分词短语 τὸ ἑλκόμενον καὶ ἀναλισκόμενον(“被吸取和耗费之物”),ὀλίγον 则是与系动词 ἐστί 搭配的表语。τελειωθέν 是表示时间或条件的分词短语(“完全成全之后”)。
- 4.25πρότερον μὲν οὖν ἕλκον τὸ ἔμβρυον ἅπαν τὸ γλυκύ, τὸ λειπόμενόν ἐστιν ἁλμυρόν
虽然 ἕλκον τὸ ἔμβρυον 为主格,但后接主句的主语是 τὸ λειπόμενον,两者在句法上并不一致(句式破格或主格绝对结构)。在意义上它相当于属格独立结构(ἕλκοντος τοῦ ἐμβρύου),表因果或背景关系。
