← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§202.1-203.9

奇胎的成因与留存及乳汁生成的原因

针对亚里士多德《动物生成论》775b25,菲洛波庞解释了妇女体内奇胎的成因及其长期留存腹中的理由(源于雄性之热与经血的抗争),并进一步阐述了乳汁生成的时期及其目的因与质料因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25#1

" Περὶ δὲ τῆς καλουμένης μύλης ῥητέον, ἣ γίνεται μὲν ὀλιγάκις ταῖς γυναιξίν." Τῆς λέξεως ἡ ἀπόδοσίς ἐστιν ἐν τῷ περὶ μὲν οὖν τοῦ πάθους τῆς αἰτίας εἴρηται ἐν τοῖς προβλήμασι·1 τὰ δ’ ἄλλα λίαν σαφῶς μεταξὺ προεντέθειται. εἰ τάχα δὲ εἰρῆσθαι αὐτῷ λέγει περὶ τῆς μύλης ἐν τοῖς προβλήμασιν, ὅμως καὶ ἐνταῦθα σαφέστατα λέγει, ὅπως γίνεται. γίνεται δὲ σκληρὰ δι’ ἀσθένειαν θερμοῦ ὥσπερ καὶ τὰ μεμολυσμένα τῶν κρεῶν (σκληρὰ γὰρ καὶ αὐτὰ δι’ ἔνδειαν τοῦ ἕψοντος πυρός), περὶ ὧν μεμολυσμένων εἴρηται ἐν τῷ τετάρτῳ τῶν Μετεώρων. ταῦτα εἰπὼν τὴν αἰτίαν τοῦ τίνος χάριν ἢ ἄχρι τοῦ τῆς ζωῆς τέλους ἐν τῇ γαστρὶ φέρει τὴν μύλην ἡ γυνὴ ἢ ἄχρι πολλοῦ λέγει· ἔοικε γὰρ ἡ φύσις δυσθανατεῖν, λέγων φύσιν τὴν ἐν τῇ γονῇ τοῦ ἄρρενος ψυχικὴν θερμότητα. σπεύδουσα γὰρ πέψαι τὸ καταμήνιον2 καὶ συστῆσαι τελειῶσαί τε καὶ πέρας ἐπιθεῖναι τῇ γενέσει, μὴ δυναμένη δὲ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ καταμηνίου ψυχρότητος καὶ ὑγρότητος (τότε γὰρ συμβαίνει συνίστασθαι τὴν μύλην, ὅταν ὑπερβάλῃ ἡ ψυχρότης καὶ ἡ ὑγρότης τοῦ καταμηνίου καὶ σφοδραὶ γένωνται) μὴ δυναμένη οὖν συμπέψαι μήτε μὴν βουλομένη ἡττηθῆναι καὶ οἱονεὶ ἀποθανεῖν ἀντιμάχεται πρὸς τὸ καταμήνιον, καὶ τρόπον τινὰ πόλεμον ἔχει μετ’ αὐτοῦ συνεχῆ ἢ ἄχρι τέλους τῆς ζωῆς τῆς γυναικὸς ἢ ἄχρι πολλοῦ. οὔτε γὰρ τετελείωκεν, ἵνα θύραζε προΐηται, οὔτε μὴν ἀλλότριόν ἐστι (σχέσις γάρ ἐστί τις τῇ τε γονῇ καὶ τῷ καταμηνίῳ) οὔτε οὖν ἀλλότριόν ἐστιν, ἵν’ ἐάσῃ ἐξελθεῖν, ἀλλὰ κατέχει καὶ πειρᾶται τελειῶσαι. λέγει δὲ τὴν γυναῖκα ὑστερικήν· ἔστι δὲ τὸ ὑστερικὸν ἴσον τῷ πάθη τῆς ὑστέρας ὑφίσταται· οὐδενὸς γὰρ ἄλλου ζῴου ὑστέρα τοσαῦτα καὶ τοιαῦτα ὑφίσταται πάθη, ὅσα ἡ τῆς γυναικός. τὸ οὖν ποικίλον τῶν παθῶν αἴτιον γίνεται τοῦ μόναις ἢ μάλιστα ταῖς γυναιξὶ τοῦτο συμβαίνειν τὸ πάθος. Τὸ δὲ λεγόμενον περὶ τοῦ γάλακτος τὸ ὥστε ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐδὲν ἴσον ἐστὶ τῷ3 οὔτε προγίνεται τοῦ καιροῦ τῆς κυήσεως οὔθ’ ὑστερεῖ, ἀλλ’ ἰσοδρομεῖ. κἂν γὰρ ὁρῶνται πολλὰ τῶν ζῴων καὶ τῶν γυναικῶν αἱ πλείους ἔχουσαι τι γαλακτῶδες, ὅμως οὐκ ἔστι τοῦτο γάλα· ἁλμυρὸν γάρ ἐστι καὶ οὐκ ἐδώδιμον· γάλα δ’ ἐστίν, ἡνίκα τέκῃ. καὶ τοῖς μὲν ἄλλοις τῶν ζῴων κατὰ τὸν καιρὸν τοῦ τόκου γίνεται τὸ γάλα, ταῖς δὲ γυναιξὶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ διὰ τὸ τίκτειν αὐτὰς καὶ ἐν αὐτῷ· τὸ δὲ πρότερον, οἷον τὸ ἐμφαινόμενον ἐν τῷ ἕκτῳ μηνὶ ἄχρηστόν ἐστι διὰ τὸ μὴ εἶναι γάλα, ἀλλά τι γαλακτῶδες. ἀποδίδωσι δὲ λόγον, δι’ ὃν πρὸ μὲν τοῦ καιροῦ τῆς κυήσεως ἄχρηστόν ἐστι τὸ γάλα καὶ ἄπεπτον, τότε δ’ ἐν τῷ καιρῷ τοῦ τόκου πεπεμμένον, καὶ ἐκ τῆς ὕλης, ἣν ἀνάγκην καλεῖν ἔθος αὐτῷ, καὶ ἐκ τῆς ἕνεκά του αἰτίας. καὶ τὴν μὲν ἕνεκά του ἐπήγαγε σαφῶς, τὴν δ’ ἐκ τῆς ὕλης οὕτως ἐπάγει λέγων εὐλόγως δὲ συμβαίνει καὶ διὰ τὴν ἐξ ἀνάγκης καὶ ὑλικὴν αἰτίαν πεπεμμένον ἤδη εἶναι εἰς τοὺς τελευταίους ἤγουν τοὺς τῆς κυήσεως χρόνους.

“关于所谓的奇胎必须加以讨论,它在妇女身上甚少发生。” 这句话的正句归结在“关于这种承受的原因,已在《问题集》中讨论过”这一句上;其间的其余内容则已被极其明了地预先插入。即便他说自己或许已在《问题集》中论述过奇胎,然而在此处他也极为清楚地说明了它是如何产生的。它由于热力的虚弱而变硬,正如半生不熟的肉一样(因为这些肉也由于蒸煮之火的不足而变硬);关于这些半生不熟的肉,已在《气象论》第四卷中讨论过。在说了这些之后,他说明了女人为何要么直到生命终结、要么长久地在腹中怀有奇胎的原因;因为“自然似乎难以泯灭”,他说,把雄性精气中的灵魂之热称为“自然”。因为,它力图熟化经血、凝聚它、成全它并为生成画上句号,但由于经血过度寒凉潮湿而力不能及(因为奇胎的凝聚正是在经血的寒湿过度且变得剧烈时发生的)——因此,由于无法彻底熟化,却又不甘认输并仿佛死去,它便与经血抗争,在某种程度上与它进行持续的争战,要么直到女人生命终结,要么持续长久。因为它既未将其成全到足以排出门外,但也绝非与之毫无干系(因为精气与经血之间存在某种关联);因此它并不全然异己,以至于任其排出,而是将其滞留在内并试图成全它。他又称女人为“子宫质的”;“子宫质的”等同于“承受子宫的诸般疾患”;因为没有任何其他动物的子宫像女人的子宫那样承受如此众多、如此样态的疾患。因此,疾患的多样性成了唯独或主要在女人身上发生这种疾患的原因。而关于乳汁所说的“因此在这一时期它绝不匮乏”,等同于“既不早于妊娠的适期,也不迟滞,而是与之并行”。因为即便许多动物和大多数妇女被观察到具有某种乳样之物,但这依然不是乳汁;因为它是咸的且不可食用;唯有当她生产时,它才是乳汁。在其他动物身上,乳汁在生产时期产生,但在妇女身上则在第七个月产生,因为她们在第七个月也会生产;而更早的,比如在第六个月显现的,则是无用的,因为它并非乳汁,而只是某种乳样之物。他从质料(他惯常称之为必然)以及目的因这两方面,给出了乳汁在妊娠期之前无用且未熟、但在那时即生产之期得以熟化的缘由。关于目的因,他已清楚地补充说明,而关于源自质料的原因,他则通过如下表述予以补充说明:“由于出于必然的质料原因,在最后的时期、也就是妊娠的时期已得以熟化,也是合乎情理地发生的。”

语法注3 条
  1. 4.25Τῆς λέξεως ἡ ἀπόδοσίς ἐστιν ἐν τῷ περὶ μὲν οὖν τοῦ πάθους τῆς αἰτίας εἴρηται ἐν τοῖς προβλήμασι

    语法术语 ἀπόδοσις 指从句或长句的“正句/归结部分”。注释者指出,在引文开头(Περὶ δὲ τῆς καλουμένης μύλης ῥητέον...)提出后,中间插入了若干解释(τὰ δ’ ἄλλα μεταξὺ προεντέθειται),而亚里士多德行文结构的句式呼应与完结则落在后文“关于这种承受的原因…”(περὶ μὲν οὖν τοῦ πάθους...)一句上。

  2. 4.25σπεύδουσα γὰρ πέψαι... μὴ δυναμένη οὖν συμπέψαι μήτε μὴν βουλομένη ἡττηθῆναι καὶ οἱονεὶ ἀποθανεῖν ἀντιμάχεται πρὸς τὸ καταμήνιον

    主语为前文所释义的 ἡ φύσις(即雄性精气中的灵魂之热)。句子以分词 σπεύδουσα 开头,被括号内的插入解释从句(τότε γὰρ συμβαίνει...)打断,随后通过带有复指小词 οὖν 的分词短语(μὴ δυναμένη οὖν συμπέψαι...)重新接续,最终引向主要限定动词 ἀντιμάχεται(抗争)。属于具有较长插入语的(b)型复合格构。

  3. 4.25Τὸ δὲ λεγόμενον περὶ τοῦ γάλακτος τὸ ὥστε ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐδὲν ἴσον ἐστὶ τῷ

    整个主语部分由 Τὸ λεγόμενον ... τὸ ὥστε ἐλλείπειν... 构成,其中中性定冠词 τὸ 将亚里士多德原文中的引语名词化。谓语部分为 ἴσον ἐστὶ τῷ...(等同于……),与格定冠词 τῷ 在句法上统摄其后的一整句陈述(οὔτε προγίνεται...),起到了名词化解释从句的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:202.1-203.9