- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:200.16-201.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德在《动物生成论》775a27中关于人与其他动物妊娠状态差异的论述(动物在妊娠前期丰满而在临产时消瘦,而女人在受孕初期虚弱消瘦而在后期丰满),指出其主要原因在于经血排泄量的悬殊以及胚胎随生长对养分需求的变化。
" Συμβαίνει δὲ καὶ διαφορὰ περὶ τὰς κυήσεις ἐπί τε τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων." Ἡ διαφορὰ τῶν γυναικῶν πρὸς τὰ ἄλλα ζῷα περὶ τὰς κυήσεις τοιαύτη ἐστί· τὰ μὲν γὰρ ἄλλα ζῷα περὶ τὴν κύησιν, τουτέστι τὸν πλείονα χρόνον τῆς κυήσεως, εὐθηνοῦσι καὶ λιπώδη καὶ εὐτραφῆ τὰ σώματα ἔχουσιν, οἷον εἰ τέτταρας μῆνας κύει, τοὺς τρεῖς εὐθηνεῖ, τὸν δὲ τέταρτον, καθ’ ὃν ἤγγικεν εἰς τὸν καιρὸν τοῦ τόκου, λειπόκρεα καὶ κάτισχνα γίνεται. αἱ δὲ γυναῖκες αἱ πλεῖσται ἀνάπαλιν· ἀπ’ ἀρχῆς μὲν γὰρ τῆς συλλήψεως, μέχρις ἂν σχεδὸν πλησιάσωσι τῷ καιρῷ τοῦ τόκου, ὠχριῶσι καὶ δυσφοροῦσιν, ἀσιτοῦσί τε καὶ κάτισχνοι γίνονται, περὶ δὲ τὸν καιρὸν τοῦ τόκου, ἤγουν περὶ ὅλον τὸν ἔνατον μῆνα, μᾶλλον εὐθηνοῦσι. λύει οὖν αὐτὰ σαφῶς πλὴν τοῦ ἥ τε ὠδὶς ἐπίπονός ἐστιν· ὁ δὲ πόνος γυμνάζει τὸ πνεῦμα.1 ἔστι δὲ τὸ γυμνάζει τὸ πνεῦμα ἴσον τῷ ἰσχυρότερον καὶ βιαστικώτερον ποιεῖ, καὶ πρὸς τούτῳ δυνάμενον κατέχεσθαι. τὸ δὲ λεγόμενον σαφὲς ἔσται, εἰ τῶν ἐν τῇ πραγματείᾳ ταύτῃ πρότερον ῥηθέντων ὑπομνησθῶμεν. ἐλέγετο 〈γὰρ〉 ὅτι τὸ πνεῦμα κατεχόμενον ἰσχυροτέρους ἡμᾶς ἀπεργάζεται· διὰ τοῦτο, κἂν βάρος ἆραι ἀπὸ τῆς γῆς βουληθείημεν, οὐκ ἐκπνέομεν, ἀλλὰ κατέχομεν ἐντὸς τὸ πνεῦμα, κἂν ἡ τῆς ὑγρᾶς ἢ τῆς ξηρᾶς τροφῆς περίττωσις μὴ ῥᾳδίως ἐξέρχηται, καὶ τότε κατέχομεν τὸ πνεῦμα. τούτων ὑπομνησθέντων τὸ λεγόμενόν ἐστι τοιοῦτον· ταῖς πονούσαις γυναιξὶν ὁ πόνος ποιεῖ τὸ πνεῦμα ἰσχυρότερον καὶ βιαστικώτερον· ὂν δὲ τοιοῦτον καὶ συσχεθὲν ἐντὸς ἐν τῷ καιρῷ τοῦ τόκου καὶ τῆς ὠδῖνος, ἀκοντίζει ταχέως τὸ ἔμβρυον,2 δύναμιν ἔχον τοῦτο ποιεῖν καὶ προσέτι ἐπιτηδειότητα τοῦ κατέχεσθαι· ἀκοντίζει γοῦν αὐτὸ ῥᾳδίως καὶ θύραζε ῥίπτει, ταῖς δ’ ἀγυμνάστοις καὶ μὴ πονούσαις βραδέως διὰ τὴν τοῦ πνεύματος ἀσθένειαν. ἔστι δὲ τοῦ ἀκοντίζειν αἴτιον ἥ τε ἰσχὺς τοῦ πνεύματος καὶ τὸ δύνασθαι κατέχεσθαι τὸ πνεῦμα, τῆς δὲ ἰσχύος καὶ τοῦ κατέχεσθαι τὸ πνεῦμα πάλιν εἰσὶν αἴτια τὰ γυμνάσια καὶ οἱ πόνοι. ἔστι μὲν οὖν, φησί, καὶ ταῦτα, τουτέστι τὸ γυμνάζεσθαι καὶ μὴ γυμνάζεσθαι, συμβαλλόμενα πρὸς τὴν διαφορὰν τοῦ πάθους, τουτέστι τοῦ ῥᾳδίως ἢ μὴ ῥᾳδίως τίκτειν. μάλιστα δέ, φησί, τὸ αἴτιον τοῦ τὰς γυναῖκας ὕστερον εὐθηνεῖν, τὰ δὲ λοιπὰ τῶν ζῴων πρότερον, τὸ δὴ αἴτιον τούτου ἐστὶ τόδε· ἐπειδὴ γὰρ τῶν ζῴων τοῖς μὲν γίνεται κάθαρσις, ἀλλ’ ὀλίγη, ἄλλοις δὲ οὕτως ὀλίγη, ὡς μηδὲ εἶναι ἐπίδηλον, ταῖς δὲ γυναιξὶ πάνυ πολλή, ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, ταῖς μὲν γυναιξὶ πρῶτον γίνεται τὸ δυσφορεῖν διὰ τὸ εἶναι μικρὸν τὸ ἔμβρυον καὶ ὀλίγῃ χρῆσθαι τροφῇ· μικρὸν γὰρ ὂν καὶ ὀλιγότροφον τὸ μὲν καταμήνιον κωλύει θύραζε ἐξέρχεσθαι ἐπικείμενον ἐν τῷ στόματι καὶ τῷ τραχήλῳ τῆς ὑστέρας, ὀλίγον δὲ ὂν τὸ ὑπ’ αὐτοῦ ἐσθιόμενον ἀνάγκη τὸ περιττεῦον εἶναι πολὺ καὶ ἐμποιεῖν πόνους καὶ ταραχὰς διὰ τὸ ὡς εἴρηται μήτε καταναλίσκεσθαι ὑπὸ τοῦ ἐμβρύου μήτε ἐᾶσθαι ἐξιέναι· ὕστερον δὲ μέγα γεγονὸς τὸ ἔμβρυον καὶ πολλῇ χρώμενον τῇ τροφῇ ἢ οὐδέν τι καταλείπεται τοῦ ἐκκρινομένου καταμηνίου ἢ πάμπαν βραχὺ καὶ μηδεμίαν δυνάμενον ποιεῖν αἴσθησιν ἢ πόνον. τούτου δ’ οὕτως ἔχοντος, λέγω δὴ τοῦ ἐμβρύου, καὶ πολλῇ χρωμένου τροφῇ κουφίζει τῶν ὀδυνῶν τὴν μήτραν. διὰ ταύτην δὴ τὴν αἰτίαν αἱ γυναῖκες πρότερον μὲν δυσφοροῦσιν, ὕστερον δὲ εὐθηνοῦσιν. ἐν δὲ τοῖς ἄλλοις ζῴοις πρότερον μὲν σύμμετρον ὂν τὸ καταμήνιον τῇ τοῦ ἐμβρύου τροφῇ εὐθηνοῦσιν, ὕστερον δὲ αὐξηθὲν καὶ πλείονος δεόμενον τροφῆς ἢ ὅσην ἀποκρίνει τὸ θῆλυ ἐσθίει τὴν μέλλουσαν ἀποκρίνεσθαι εἰς τροφὴν τῶν τοῦ θήλεος μερῶν.3 ἀνάγκη δὲ στερισκόμενον τὸ θῆλυ τῆς οἰκείας τροφῆς ἰσχνοῦσθαι καὶ συμπίπτειν καὶ ὅλως τοὐναντίον πάσχειν τοῖς προτέροις. τοῦτο δὲ ᾐνίξατο διὰ τοῦ αἴτιον τὸ τὴν αὔξησιν τοῦ κυήματος δεῖσθαι πλείονος ἢ τῆς περιττωματικῆς τροφῆς.
“关于妊娠,在人类和其他动物身上也产生差异。” 女人与其他动物在妊娠方面的差异是这样的:因为其他动物在妊娠期间,也就是妊娠的大部分时间内,身体繁茂、多脂且发育良好;例如,若受孕四个月,则前三个月繁茂,但在临近生产时期的第四个月,便肌肉消减、极度消瘦。然而大多数女人则相反:因为从受孕之初起,直到几乎临近生产时期,她们都面色苍白且痛苦不适,绝食不纳且极度消瘦,但在临近生产时期,即在整个第九个月左右,她们反而较为繁茂。因此,除了“阵痛是艰辛的,而劳苦锻炼气息”这一句之外,他清楚地解决了这些问题。“锻炼气息”等同于“使其更加强劲有力,且此外能够被屏蓄滞留”。如果我们回想起本论著中较早说过的那些话,所说的内容便会明了。因为曾说过,气息在被屏蓄时会使我们更加强劲。由于这个原因,即便我们想从地上抬起重物,我们也不呼气,而是将气息屏蓄在体内;即便水性或干燥食物的残渣不易排出,我们在那时也屏蓄气息。当这些被回想起后,所说的话便是如此:在劳苦的女人身上,劳苦使气息更加强劲有力;而气息既成为这般模样,并在生产与阵痛之时被屏蓄在体内,兼具行使此举的效力以及能够被屏蓄的适宜状态,便能迅速将胚胎射出。总之,它能轻而易举地将胚胎射出并抛到门外;但在未经锻炼且不劳苦的女人身上,则由于气息的孱弱而变得缓慢。射出的原因既在于气息的力量,也在于气息能够被屏蓄;而力量以及气息能够被屏蓄的原因,反过来又是锻炼与劳苦。他说,因此,这些事情,即锻炼与不锻炼,也促成了这种承受的差异,即顺利生产或不顺利生产的差异。但他说,女人较晚繁茂而其余动物较早繁茂的最主要原因,此事的正当原因乃是如下:因为在动物中,有些虽有排泄净化,但甚少;另一些则少到甚至不显露,但在女人身上却极其大量。因此,既然这些情况如此,在女人身上起初由于胚胎弱小且摄取极少养分而产生不适。因为胚胎弱小且食量微少,压覆在子宫口与子宫颈上,阻止了经血流出门外;而既然被它食用的经血极少,剩余部分就必然很多,并且由于如前所说既未被胚胎耗尽,也未被准许排出,从而引起劳苦与扰动。但后来当胚胎长得很大且摄取大量食物时,分泌出的经血要么毫无残存,要么完全微少且无法引起任何感觉或劳苦。在这种情况之下——我是说在胚胎如此且摄取大量食物时——它便减轻了子宫的疼痛。正是由于这一原因,女人们起初痛苦不适,后来却繁茂良好。而在其他动物身上,起初由于经血与胚胎的食物相称而繁茂,后来胚胎增大并需要比雌性所分泌的更多的食物,它便食用了原本将分泌用于雌性自身各部分营养的食物。而雌性既然被剥夺了自身的营养,就必然消瘦瓦解,遭受与起初完全相反的状态。他通过“原因是胎儿的生长需要多于残余食物的养分”这句话暗指了这一点。
- 4.24πλὴν τοῦ ἥ τε ὠδὶς ἐπίπονός ἐστιν· ὁ δὲ πόνος γυμνάζει τὸ πνεῦμα
介词短语 πλὴν τοῦ 引导直接引语(或整句)作为补足成分。中性单数属格冠词 τοῦ 将随后的整个句子(ἥ τε ὠδὶς ἐπίπονός ἐστιν...)名词化,表“除……之外”。
- 4.24ὂν δὲ τοιοῦτον καὶ συσχεθὲν ἐντὸς ἐν τῷ καιρῷ τοῦ τόκου καὶ τῆς ὠδῖνος, ἀκοντίζει ταχέως τὸ ἔμβρυον
中性单数主格分词 ὂν 和 συσχεθὲν 与前文中的中性名词 τὸ πνεῦμα 一致,该词亦充当动词 ἀκοντίζει(“它[气息]迅速射出胚胎”)的语法主语。尽管句中未重复出现名词主语,但分词的中性形式明确指示了主语为气息(pneuma)。
- 4.24ἐσθίει τὴν μέλλουσαν ἀποκρίνεσθαι εἰς τροφὴν τῶν τοῦ θήλεος μερῶν
动词 ἐσθίει 的主语是由前文分词短语 αὐξηθὲν καὶ πλείονος δεόμενον τροφῆς 所修饰的胚胎(τὸ ἔμβρυον)。其宾语为阴性单数宾格冠词 τὴν,指代省略的名词 τροφήν(“养分/食物”),由分词短语 τὴν μέλλουσαν ἀποκρίνεσθαι(“预定被分泌出来的养分”)修饰。
