← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§198.31-200.15

不完全产出与男女胚胎发育差异

注解者阐释了亚里士多德《动物之生成》774b34–775a9,说明了未完全发育即产出是由于母体营养供给能力的局限,并从温热与冷凉的差异解释了人类中雌雄在胎内发育速度与出生后成熟速度的颠倒现象以及异性双胞胎存活率低的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22

" Ὅλως δὲ προτερεῖ μὲν τῆς τελειογονίας διὰ τὴν ἀδυναμίαν τοῦ ἐκτρέφειν." Ὅλως δέ, φησί, προτερεῖ μὲν ἡ κύησις καὶ προγίνεται τῆς τῶν ἐμβρύων τελειώσεως διὰ τὸ μὴ δύνασθαι τὴν μητέρα θρέψαι καὶ τελειῶσαι δι’ ἔνδειαν τροφῆς, καὶ ἔμπαλιν ἀτελῆ γίνεται καὶ τίκτεται διὰ τὸ προτερεῖν τὴν κύησιν. λέγει δὲ καὶ ἐν τοῖς ἀνθρώποις μᾶλλον γίνεσθαι ἀνάπηρα τὰ ἄρρενα ἤπερ τὰ θήλεα διὰ τὸ μᾶλλον τῶν θηλειῶν κινεῖσθαι ἐν τῇ μήτρᾳ ὄντα· μᾶλλον δὲ κινοῦνται, διότι καὶ μᾶλλον θερμότερα.

“总体而言,由于不能完全养育,它先于完全个体的产出。” 他说,总体而言,生产先于并发生于胚胎的完全发育之前,是因为母体由于食物匮乏而无法滋养并使其完全发育,反过来,由于生产过早发生,胚胎产生并出生时就是不完全的。他又说,在人类中,雄性比雌性更容易残缺,这是因为在子宫内时它们比雌性运动得更多;而运动得更多,是因为它们也更为温热。

§4.23

"Διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τελειοῦνται τὰ θήλεα τοῖς ἄρρεσιν οὐχ ὁμοίως1 ἐν ταῖς γυναιξίν." Τὸ ἐν ταῖς γυναιξὶν ἴσον ἐστὶ τῷ ἐν ταῖς ὑστέραις ὄντα τῶν γυναικῶν. τὸ δὲ λεγόμενόν ἐστι λύσις ἀπορίας τινός· ἠπορεῖτο γάρ, διὰ τί ἐν τῇ μήτρᾳ ὄντα τὰ θήλεα καὶ τὰ ἄρρενα οὐχ ὁμοίως τελειοῦνται, ἀλλὰ τὰ μὲν ἄρρενα ἐν τῷ ἑβδόμῳ ἢ ἐνάτῳ μηνί, τὰ δὲ θήλεα ἐν τῷ ὀγδόῳ ἢ δεκάτῳ· ταχύτερον ἄρα τὰ ἄρρενα ἐν τῇ ὑστέρᾳ τελειοῦνται, τὰ δὲ θήλεα βραδύτερον. ὥστε οὐχ ὁμοία ἡ τελείωσις ἀμφοῖν, ἀλλ’ ἀνομοία, εἴπερ ἀνόμοιον τὸ ταχὺ τῷ βραδεῖ, ἀλλ’ ἐν μὲν τῇ μήτρᾳ τὸ θῆλυ ἐπὶ τῶν ἀνθρώπων βραδύτερον τελειοῦται, τὸ δ’ ἄρρεν ταχύτερον. θύραζε δ’ ἐξελθόντα ἀνάπαλιν· ταχύτερον γὰρ εἰς τὴν ἀκμὴν ἡ γυνὴ ἔρχεται καὶ τὴν τοῦ σώματος τελείωσιν ἤπερ ὁ ἀνήρ. ἡ μὲν γὰρ γυνὴ σχεδὸν ἐν τῷ πεντεκαιδεκάτῳ, ὁ δ’ ἀνὴρ ἐν τῷ τριακοστῷ ἔτει. λύει δὲ ταύτην τὴν ἀπορίαν λέγων διὰ τὴν αὐτὴν αἰτίαν ταῦτα συμβαίνειν, δι’ ἣν καὶ τὰ ἄρρενα μᾶλλον ἀνάπηρα γίνεται ἤπερ τὰ θήλεα· ψυχρότερα γὰρ ὄντα τὰ θήλεα πλείονος δεῖται χρόνου εἰς τὸ πεφθῆναι καὶ τελειωθῆναι, τὰ δ’ ἄρρενα διὰ τὴν θερμότητα ταχύτερον· τὸ γὰρ θερμότερον εὐπεπτότερον. ἐντὸς μὲν οὖν διὰ τοῦτο τὰ ἄρρενα ταχύτερον τελειοῦνται, βραδύτερον δὲ τὰ θήλεα, ἐκτὸς δὲ ἀνάπαλιν· ἀσθενέστερα γὰρ ὄντα τὰ θήλεα διὰ τὴν ψυχρότητα ταχὺ συνάπτει πρὸς τὸ γῆρας καὶ τὴν φθοράν. τὰ γὰρ ἀσθενέστερα ταχύτερον γηράσκει καὶ φθίνει, ὥστε διὰ τοῦτο καὶ πρὸς τὴν ἀκμὴν ταχὺ φθάνει· τὸ γὰρ πρότερον γηράσκον καὶ πρότερον ἀκμάζει. ἄλλως τε, φησίν, ὥσπερ ἡ τέχνη καὶ ὁ εἷς τεχνίτης ἐν ὀλίγῳ μὲν χρόνῳ τὸ δεκαμεδιμναῖον φέρε εἰπεῖν τελειοῖ ἀκάτιον, ἐν πλείονι δὲ τὸ ἑκατονταμεδιμναῖον, οὕτω καὶ ἡ φύσις τὰ θήλεα ὡς ἐλάττω ταχὺ τελειοῖ καὶ ἄγει εἰς τὴν ἀκμήν, καὶ διὰ τοῦτο καὶ εἰς τὸ γῆρας, τὰ δ’ ἄρρενα βραδέως ὡς μείζονα. καὶ ἐπεί, ὡς εἴρηται, ἐν ἀνίσοις χρόνοις τελειοῦται τὸ ἄρρεν καὶ τὸ θῆλυ, εἰκότως ὅταν ἡ γυνὴ δίδυμα τέκῃ, καὶ τὸ μέν ἐστιν αὐτῶν ἄρρεν τὸ δὲ θῆλυ, ἧττον σώζονται, ἀλλὰ μᾶλλον σώζονται, ὅταν ἢ ἄρρενα ἀμφότερα ᾖ (ἴσοι γὰρ ἀλλήλων οἱ τῶν ἀρρένων χρόνοι) ἢ ἀμφότερα θήλεα· ἴσοι γὰρ πάλιν καὶ τούτων οἱ χρόνοι. τὸ δὲ ἀλλὰ ἀνάγκη ἢ τὸ ἄρρεν ὑστερεῖν ἢ τὸ θῆλυ προτερεῖν τοιοῦτόν ἐστιν· εἰ μὲν ἦν τῶν διδύμων τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, καὶ ἐτελειώθη τὸ ἄρρεν ἐν τῷ ἐνάτῳ μηνί, οὐκ ἐξήγαγε δὲ αὐτὸ ἡ φύσις αὐτίκα, ἀλλὰ κατέσχεν, ἕως ἂν τετελείωκε2 καὶ τὸ θῆλυ (τετελείωκε δὲ ἐν τῷ δεκάτῳ), εἶτα ἐξήγαγεν αὐτὰ θύραζε ἐν τῇ αὐτῇ καὶ μιᾷ ὥρᾳ, ὑστέρησε τὸ ἄρρεν· οὐ γὰρ καθ’ ὃν ἔδει χρόνον ἐξελθεῖν ἐξῆλθεν· εἰ δὲ ἐν τῷ ἐνάτῳ μηνὶ ἐξελθὸν συνεξῆλθεν αὐτῷ καὶ τὸ θῆλυ, ἐπροτέρησε τὸ θῆλυ· οὐ γὰρ ἐν τῷ δεκάτῳ μηνὶ ἐξῆλθεν, ἀλλ’ ἐν τῷ ἐνάτῳ. ὥστε εἰ μὲν ὑστερήσῃ τὸ ἄρρεν, φθαρήσεται τοῦτο διὰ τὸ τρόπον τινὰ καταξηρανθῆναι καὶ ὑπερκαῆναι χρονοτριβῆσαν ἐντὸς μετὰ τὴν τελείωσιν· εἰ δὲ τοῦτο μὲν ἐξέλθῃ καθ’ ὃν δεῖ χρόνον, τὸ δὲ θῆλυ προτερήσῃ, φθαρήσεται τὸ θῆλυ διὰ τὸ μὴ τέλειον ἀλλ’ ἀτελὲς ἐξελθεῖν· ἢ καὶ ἀμφότερα φθαρήσεται διὰ τὸ συμφθείρεσθαι θάτερον ὑπὸ θατέρου. ἐν μὲν οὖν τοῖς ἀνθρώποις διὰ τὴν τοιαύτην αἰτίαν τὸ θῆλυ ἐν τῇ ὑστέρᾳ βραδύτερον τελειοῦται τοῦ ἄρρενος, ἔξω δὲ θᾶττον· ἐν δὲ τοῖς ἄλλοις ζῴοις διὰ τὸ ἐν ἴσῳ χρόνῳ τελειοῦσθαι τὰ ἄρρενα καὶ θήλεα οὐ συμβαίνει παρὰ φύσιν ἡ θύραζε τῶν ἐμβρύων ἔξοδος.

“也正是由于这同一个原因,在女人体内,雌性并不与雄性一样发育完全。” “在女人体内”等同于“当处于女人的子宫中时”。所说的话是对某个疑难的解答;因为曾有疑难问:为什么在子宫内时雌性与雄性并非同样地发育完全,而是雄性在第七或第九个月发育完全,雌性却在第八或第十个月发育完全;因此雄性在子宫中发育完全更快,雌性更慢。所以二者的完全发育并非相似,而是不相似的,如果快确实与慢不相似的话;而是在子宫中,在人类的情形下,雌性发育完全更慢,雄性更快。但出到门外后则相反;因为女人比男人更快达到盛年和身体的发育完全。因为女人大致在第十五年,男人则在第三十年[达到]。他解答这一疑难,说这些现象是由于导致雄性比雌性更易残缺的同一原因而发生的;因为雌性更为冷凉,需要更多的时间来熟化并达到完全发育,雄性由于温热而更快;因为更温热之物更容易熟化。因此在体内由于这个原因雄性更快发育完全,雌性更慢,但在体外则相反;因为雌性由于冷凉而更为脆弱,迅速走向衰老与灭亡。因为更脆弱之物更快衰老和衰退,所以由于这个原因也迅速到达盛年;因为更早衰老之物也更早成熟。他说,此外,正如技艺和单个工匠比方说在较短时间内造成载重十美狄姆诺斯的小船,而在较多时间内造成载重百美狄姆诺斯的大船一样,自然本性也将雌性作为较小者迅速育成并引向盛年,并且由于这个原因也引向衰老,而将雄性作为较大者缓慢引向盛年。并且既然如前所说,雄性与雌性是在不相等的时间内发育完全的,那么理所当然地,每当女人产下双胞胎,且其中一个是雄性而另一个是雌性时,它们成活的几率较小;但当两者皆为雄性(因为雄性彼此的时间相等),或两者皆为雌性(因为这些的时间同样也相等)时,它们更容易成活。而“然而必然要么雄性延后,要么雌性提前”这句话的意思是:如果双胞胎中一个是雄性而另一个是雌性,雄性在第九个月发育完全,但自然本性没有立即将其产出,而是留滞它直到使雌性也发育完全(并在第十个月使其发育完全),然后将它们在同一时间一同产出门外,则雄性便延后了;因为它没有在它应当出来的时候出来。但如果当雄性在第九个月出来时雌性也与它一同出来,则雌性便提前了;因为它不是在第十个月出来,而是在第九个月出来。因此如果雄性延后,由于在发育完全之后在体内耗费时间而在某种程度上被烤干和过分灼烧,它将会毁坏;而如果雄性在应出之时出来,雌性提前,雌性则因不是完全而是不完全地产出而毁坏;或者两者都会因一方受另一方牵连而一同毁坏。所以在人类中,由于这样的原因,雌性在子宫中比雄性更慢发育完全,在外则更快;但在其他动物中,由于雄性与雌性在相等的时间内发育完全,胚胎出门外的产出便不会违背自然地发生。

语法注2 条
  1. 4.23τελειοῦνται τὰ θήλεα τοῖς ἄρρεσιν οὐχ ὁμοίως

    τοῖς ἄρρεσιν 是由比较副词短语 οὐχ ὁμοίως 所支配的联合/比较与格(“不与雄性一样”),而非直接依附于动词 τελειοῦνται 的关涉与格。

  2. 4.23ἕως ἂν τετελείωκε

    连词 ἕως ἄν 之后接的是完成时直陈式(τετελείωκε)而非虚拟式。这是晚期/拜占庭希腊语的用法,在过去条件句(由 εἰ μὲν ἦν... 引出)的框架中,以直陈式生动地描写被设想为完成的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:198.31-200.15