← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§18.30-20.7

鱼类子宫的后置与生殖管道的构造

注解阐明了产生不完满之卵的鱼类其子宫位于后方的原因,以及排泄管道为生殖而双重化的目的性,并剖析了体内生卵、体外胎生动物子宫的复合结构分布,以及雄性管道为保持稳固而固定于背脊一侧的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

οὐ γὰρ αὔξεται ἐν αὐτοῖς τὰ ᾠὰ καὶ τελειοῦται, ἵνα βάρος ἐγγίνηται ταῖς ὑστέραις καὶ πόνος,1 ἀλλ’ ἔξω προΐεται καὶ τελειοῦται. πρὸς τούτῳ ἐπεὶ οὐκ ἄλλος ἐστὶν ὁ πόρος ἐν τούτοις ὁ τῆς ξηρᾶς τροφῆς, ἤτοι ὁ τοῦ περιττώματος τῆς ξηρᾶς τροφῆς, καὶ ἄλλος ὁ τοῦ ὑγροῦ, ἀλλ’ ὁ αὐτός, οὗτος δὲ ὄπισθεν κεῖται, καὶ διὰ τοῦτο ἐν τούτοις αἱ ὑστέραι ὄπισθεν κεῖνται, ἵνα ῥᾳδίως δι’ αὐτοῦ ἐξέρχηται τὰ ᾠά. ἐν μὲν οὖν τοῖς ζῳοτόκοις καὶ διὰ τὸ βάρος καὶ διὰ τὸ δύο εἶναι τοὺς πόρους τῶν περιττωμάτων ἔκειντο ἔμπροσθεν αἱ ὑστέραι· ἐν δὲ τούτοις ὄπισθεν διά τε τὸ εἶναι τὸν πόρον ἕνα καὶ διὰ τὸ μὴ ποιεῖν βάρος. εἰπὼν δὲ ὅτι διὰ τὸ εἶναι διττοὺς καὶ κεῖσθαι ἔμπροσθεν τὸν ἕνα διὰ τοῦτο καὶ αἱ ὑστέραι ἔμπροσθεν κεῖνται, ἐπήγαγεν· ἕνεκα γὰρ τῆς γενέσεως γεγόνασι διττοὶ οἱ πόροι, ἵνα διὰ τοῦ ἑνὸς εἴσεισιν ἡ γονὴ καὶ ἔξεισι τὸ ἔμβρυον· καὶ ἐπεὶ διὰ τὴν γένεσιν γεγόνασιν, ἀναγκαῖον ἐν ᾧ ἐστιν ὁ πόρος, ἐν τούτῳ εἶναι καὶ τὴν ὑστέραν, ἵνα καὶ ἡ τῆς γονῆς εἴσοδος καὶ ἡ τοῦ ἐμβρύου ἔξοδος ῥᾳδία γίνηται. ἀλλὰ διὰ τί οὐχ ὥσπερ ἐπὶ τῶν ᾠοτοκούντων διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ἔξεισι τό τε ᾠὸν καὶ ἡ ξηρὰ περίττωσις, οὐ γίνεται τοῦτο καὶ ἐπὶ τῶν ζῳοτοκούντων; ἢ εἰ τοῦτο ἦν, ἥπτετο ἂν τῆς ὑστέρας τὸ καλούμενον τυφλὸν ἔντερον καὶ ἀπεπνίγετο τὰ ἔμβρυα ἀπὸ τῆς δυσώδους ὀσμῆς. Τὸ δὲ δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ σπέρμα μὲν πάντα φέρειν ταὐτόν ἐστι τῷ οὕτω λεγομένῳ· ὅτι δὲ ἕνεκα τῆς γενέσεως γέγονεν ὁ ἔμπροσθεν πόρος καὶ οὐ διὰ τὴν ὑγρὰν περίττωσιν, δῆλον τοῦτό ἐστι καὶ ἐκ τοῦ σπέρμα φέρειν μὲν πάντα τὰ ζῷα, περίττωμα δὲ μὴ πάντα· ὥστε διὰ τὸ σπέρμα καὶ ὅλως διὰ τὴν γένεσιν γίνονται οἱ πόροι, ἀλλ’ οὐ διὰ τὴν ὑγρὰν περίττωσιν. εἰ γὰρ δι’ αὐτὴν ἐγίνοντο, ὅσοις ἔνεισι πόροι, ἀνάγκη πᾶσι τούτοις γίνεσθαι καὶ περίττωμα ὑγρόν. Ὅσα δέ, φησίν, ᾠοτοκήσαντα ἐν ἑαυτοῖς ζῳοτοκεῖ ἐκτός, ταῦτα δ’ ἀμφοτέρως ἔχει διὰ τὸ μετειληφέναι ἀμφοτέρων, τοῦ τε ζῳοτοκεῖν καὶ τοῦ ᾠοτοκεῖν. ἔστι δὲ ἐλλιπὴς ἡ λέξις, εἴη δ’ ἂν τὸ πλῆρες αὐτῆς τοιοῦτον. ὅσα δὲ ᾠοτοκήσαντα πρῶτον ἐν ἑαυτοῖς καὶ ζῳοτοκήσαντα, εἶτα ἐκτὸς ζῳοτοκήσαντα, τούτων τὸ μὲν τῆς ὑστέρας ἄνω καὶ ὑπὸ τὸ ὑπόζωμα κεῖται πρὸς τὰ πρανῆ διὰ τὸ ᾠοτοκεῖν, τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἄνω καὶ ὄπισθεν, προϊούσης δέ,2 τουτέστι τὸ δὲ λοιπὸν μέρος αὐτῆς, κάτω καὶ ἐπὶ τῇ γαστρί, ὅπερ πάλιν ταὐτόν ἐστι τῷ κάτω καὶ ἔμπροσθεν, διὰ τὸ ζῳοτοκεῖν. ἰδίους δὲ πόρους τῶν ἀρρένων λέγει τοὺς χωρὶς ὄρχεων καὶ καθ’ ἑαυτοὺς ὄντας. ὅτι δὲ ἰδίους τούτους εἶπε, δῆλον πεποίηκε διὰ τῆς ἐπαχθείσης λέξεως τῆς καὶ τῶν ἐχόντων ὄρχεις, ὡς τινῶν μὲν πόρων χωρὶς ὄρχεων ὄντων, τινῶν δὲ ἐχόντων ὄρχεις καὶ ἐν αὐτοῖς ἐπαναδεδιπλωμένων ὄντων. τούτους δὲ ἀμφοτέρους, καὶ τοὺς ἰδίους καὶ τοὺς ἔχοντας ὄρχεις, λέγει ἐναντίως ἔχειν ταῖς ὑστέραις. τῶν γὰρ ὑστερῶν αἱ μὲν ἔμπροσθεν κεῖνται, αἱ δὲ ὄπισθεν, οἱ δὲ πόροι πάντες καὶ οἱ ἴδιοι καὶ οἱ μὴ τοιοῦτοι ὄπισθεν. καὶ τὴν αἰτίαν τοῦ διὰ τί ὄπισθεν πάντες κεῖνται λέγει· δεῖ γάρ, φησίν, αὐτοὺς μὴ πλανᾶσθαι μηδὲ τῇδε κἀκεῖσε φέρεσθαι, ἀλλ’ ἑδραίους εἶναι καὶ ἐρηρεισμένους καὶ ἀμετακινήτους. ὁ δὲ ὄπισθεν πᾶς τόπος συνεχὴς ὢν καὶ εἷς διὰ τὸ ὀστώδης εἶναι δίδωσιν αὐτοῖς στάσιν καὶ συνέχειαν, τουτέστι τὸ διόλου ἐρηρεῖσθαι, καὶ μὴ τῇ μὲν ἐρηρεῖσθαι τῇ δ’ ἀπολελύσθαι τῆς ἕδρας.3 τοῖς μὲν οὖν ἔχουσι τοὺς ὄρχεις ἐντὸς ἅμα τοῖς ὄρχεσίν εἰσι πόροι πρὸς τῇ ὀσφύϊ ἐρηρεισμένοι, τοῖς δὲ ἐκτὸς ἔχουσι τοὺς ὄρχεις οἱ πόροι μόνοι εἰσὶν ἐν αὐτῇ ἐρηρεισμένοι.

因为卵在它们体内并不生长并达到完满,以至于使子宫产生重量与苦痛,而是排到体外并达到完满。此外,既然在这些动物中,固体食物的管道(即固体食物残余的管道)与流质的管道并非互异,而是同一的,且此管道位于后面,因此在它们身上子宫亦位于后面,以便卵能够经由它轻易排出。因此,在胎生动物中,子宫位于前面既是由于重量,亦是由于残余的管道有两根;而在这些动物中,子宫位于后面既是由于管道只有一根,亦是由于它们不产生重量。而在说明了“由于它们是双重的,且其中之一位于前面,因此子宫亦位于前面”之后,他补充道:“因为为了生殖的缘故,管道才成为双重的,以便经由其一精液进入而胚胎排出”;并且既然它们是因生殖而生成的,那么在管道所在之处,子宫亦必然在彼处,以便精液的进入和胚胎的排出皆变得容易。但是,为何不能像卵生动物中卵与固体残余经由相同的一根管道排出那样,在胎生动物中亦如此呢?难道不是因为若如此,所谓的盲肠就会触及子宫,而胚胎就会因恶臭的气味而窒息吗?而“这从所有动物皆携有种子这一事实亦显而易见”这一语句,等同于这样说:前面的管道是因生殖而生成,而非因流质残余而生成,这从所有动物皆携有种子,而并非所有动物皆有残余这一事实亦显而易见;因此,管道是因种子且总体上是因生殖而生成的,绝非因流质残余而生成。因为若它们是因流质残余而生成的,那么在凡是有管道存在的动物中,所有这些动物亦必然会产生流质残余。他说:“凡是在自身体内生卵而在体外胎生者,由于兼具这两者,即胎生与生卵,便兼具两种情况。”但这句话是省略的,其完整形式当如下所示:“凡是首先在自身体内生卵并[由卵]胎生,继而在体外胎生者,其子宫的一部分因生卵而位于上方且在横膈膜之下靠近背面(这与上方且后面相同),但随着其向前延伸(即其剩余部分),因胎生而位于下方且在腹部之上(这再次与下方且前面相同)。”他将没有睾丸而独立存在的管道称为雄性的“特有管道”。而他之所以将这些称为特有的,通过所追加的语句“以及具有睾丸者的管道”已经表明得很清楚,正如某些管道没有睾丸而存在,另一些管道具有睾丸并在其中折叠。他说这两种管道,无论是特有的还是具有睾丸的,其位置皆与子宫相反。因为在诸子宫中,有些位于前面,有些位于后面,但所有管道,无论是特有的还是非特有的,皆在后面。并且他说明了为何它们全都位于后面的原因:他说,“因为它们绝不可游移不定或漂移于此处彼处,而必须稳固、受支撑且不可移动。”而后方的整个区域由于是骨质的而连续且合一,赋予了它们稳固与连续性,即整体皆受到支撑,而非在此处受到支撑却在彼处脱离其基座。因此,在睾丸位于体内的动物中,管道连同睾丸一同支撑于腰部附近;而在睾丸位于体外的动物中,仅有管道支撑于它〔腰部〕之中。

语法注3 条
  1. 1.4ἵνα βάρος ἐγγίνηται ταῖς ὑστέραις καὶ πόνος

    结构 οὐ γὰρ αὔξεται... ἵνα... 依附于被否定的主要动词,表示结果或方式,意为卵并不“以使子宫产生重量与苦痛的方式”在体内生长,随后由 ἀλλ’ ἔξω προΐεται 完成对比。

  2. 1.4προϊούσης δέ

    引用并解释亚里士多德原文的省略表达:προϊούσης 为省略了 ὑστέρας 的属格绝对分词,意为“随着子宫向前延伸(即向下伸展)”。注疏者随即以 τουτέστι τὸ δὲ λοιπὸν μέρος αὐτῆς 作了解说,补出了明确的主语。

  3. 1.4τὸ διόλου ἐρηρεῖσθαι, καὶ μὴ τῇ μὲν ἐρηρεῖσθαι τῇ δ’ ἀπολελύσθαι τῆς ἕδρας

    带冠词不定式 τὸ ... ἐρηρεῖσθαι 作为同位语解释前面的 στάσιν καὶ συνέχειαν。τῇ μέν ... τῇ δέ 为副词性与格,意为“在此处……在彼处……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:18.30-20.7