- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:1.3-2.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注视者阐明了《动物生成论》与先前的《动物部分论》之间的承接关系,指出前作未曾论及的动力因与生殖器官的生成乃是本书的主旨,说明了自身的疏解原则,并开始注视亚里士多德在篇首对四原因的划分。
Ἡ παροῦσα πραγματεία, ὡς καὶ αὐτός φησι, συνεχής ἐστι τῇ Περὶ ζῴων μορίων, ἐν ᾗ ζητῶν διὰ τί ἕκαστον τῶν μορίων οὕτως ἔχει ὥσπερ ἔχει, ἀπεδίδου αἰτίας τὸ ὑλικὸν καὶ τὸ τελικόν, ὅπερ τελικὸν ἐν τοῖς ὑπὸ γένεσιν πᾶσι ταὐτόν ἐστι τῷ εἰδικῷ· τὸ γὰρ οὗ ἕνεκα γίνεται τὸ γινόμενον ἐπὶ τῶν φυσικῶν καὶ τὸ εἶδος ταὐτόν ἐστιν. ἀπεδίδου οὖν ἐν ἐκείνοις αἰτίας τὸ ὑλικὸν καὶ τὸ τελικόν, καὶ διὰ τοῦτο καὶ τὸ εἰδικόν, τὸ δὲ ποιητικὸν τὸ κινοῦν τὴν ὕλην πρὸς τὴν λῆψιν τοῦ εἴδους, ὥστε ἐξ αὐτῆς καὶ τοῦ τοιοῦδε εἴδους γενέσθαι ῥύγχος καὶ αἷμα καὶ πιμελὴν καὶ τὰ ἄλλα ὧν ἐκεῖσε ἐμνήσθη, παραλιμπάνων. ἀλλὰ καὶ τὰ περὶ τὴν γένεσιν συντελοῦντα μόρια·1 οὔτε γὰρ τὴν ποιητικὴν αἰτίαν, ὡς λέγομεν, ἐκεῖσε ἀπέδωκεν οὔτε περὶ τῶν πρὸς γένεσιν συντελούντων μορίων, οἷον ὄρχεων καὶ ὑστερῶν καὶ τῶν λοιπῶν, διωρίσατό τι, ἀλλ’ ἐφυλάξατο τὴν περὶ τούτων θεωρίαν τῇ παρούσῃ πραγματείᾳ Περὶ ζῴων γενέσεως ἐπιγραφομένῃ. πρόκειται οὖν αὐτῷ ἐνταῦθα εἰπεῖν περὶ τῶν πρὸς τὴν γένεσιν συντελούντων μορίων, οἷον διὰ τί τὰ μὲν ἔχει ὄρχεις τὰ δ’ οὐκ ἔχει, καὶ τῶν ἐχόντων διὰ τί τὰ μὲν ἐντὸς ἔχει τὰ δ’ ἐκτός (ὄρνιθες μὲν γὰρ ἐντός, πρόβατα δὲ καὶ κάπροι ἐκτός), καὶ διὰ τί αἱ ὑστέραι πᾶσιν ἐντός, τί τε τὸ σπέρμα καὶ τίς ἡ γονή, καὶ ἀπὸ ποίου μέρους αὕτη τῶν σωμάτων ἐξέρχεται· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγοντες μηκύνωμεν, ἁπλῶς περὶ τῆς γενέσεως καὶ τοῦ ποιητικοῦ αἰτίου τῶν τε μερῶν ἑκάστου ζῴου ἁπάντων καὶ τῶν ὁλοτήτων τὴν σκέψιν ἐνταῦθα ποιήσεται. ἐν μὲν γὰρ τῇ Περὶ ζῴων μορίων ἐζήτει, διὰ ποίαν ὕλην καὶ τίνος ἕνεκα γεγόνασιν, ἐνταῦθα δὲ πῶς γίνονται καὶ τί τὸ ποιοῦν ἕκαστον αὐτῶν καὶ δημιουργοῦν ζητεῖ τε καὶ ἀποδείκνυσιν. ἐπεὶ δὲ ἡ ἐνέργεια τοῦ ποιητικοῦ ἡ κινοῦσα τὴν ὕλην πρὸς λῆψιν τοῦ εἴδους οὐδὲν ἄλλο ἐστὶν ἢ ἡ γένεσις τοῦ γινομένου, ὁ περὶ τοῦ ποιητικοῦ αἰτίου λέγων τρόπον τινὰ περὶ τῆς ἑκάστου τῶν ὑπ’ αὐτοῦ γινομένων γενέσεως λέγει. ὥστε καλῶς περὶ ζῴων γενέσεως ἐπιγέγραπται ἡ παροῦσα πραγματεία. τὸ γὰρ περὶ ζῴων γενέσεως ἐπιγράφειν ἴσον ἐστὶ τῷ περὶ τῆς τοῦ ποιητικοῦ αἰτίου ἐνεργείας, κἂν περὶ τῆς τοῦ ποιητικοῦ αἰτίου ἐνεργείας ἐπιγράψειεν, ἴσον ἐστὶ τῷ περὶ ζῴων γενέσεως ἐπιγράφειν. συντάττει δὲ καὶ περικλείει τὴν παροῦσαν πραγματείαν ἐν πέντε βιβλίοις. ὁ μὲν οὖν σκοπὸς καὶ δι’ ἣν οὕτως ἐπιγέγραπται αἰτίαν ἡ προκειμένη πραγματεία εἴρηται. ἰστέον δὲ ὅτι ἐπειδὴ σύνηθές ἐστιν ἡμῖν ἐν τοῖς πάμπαν σαφέσι καὶ μηδεμιᾶς δεομένοις ἐπιστάσεως ἐπιλέγειν τὸ σαφῆ δὲ τὰ ἑξῆς καὶ οὕτω μεταβαίνειν ἐπὶ τὰ δεόμενα σαφηνείας, ἐπὶ τῆς παρούσης πραγματείας τοῦτο οὐ ποιήσομεν, ἀλλὰ τοῖς μὲν χρῄζουσι σαφηνείας ἐπιστήσομεν, τὰ δὲ λίαν σαφῆ σιγῇ παραδραμοῦμεν μὴ ἐπιφωνοῦντες τὸ σαφῆ δὲ τὰ ἑξῆς. καὶ περὶ μὲν τούτων ἅλις· ἤδη δὲ ὑφ’ ἡγεμόνι τῶν λόγων λόγῳ ἐπὶ τὴν τῶν λεγομένων βαδιστέον σαφήνειαν. Ἐπειδή, φησί, περὶ τῶν ἄλλων μορίων εἴρηται2 ἐν τῇ Περὶ ζῴων μορίων τῶν τε κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων καὶ τῶν ἰδίων καθ’ ἕκαστον γένος χωρίς (ὅσα μὲν γὰρ κοινῶς πᾶσιν ἢ τοῖς πλείοσιν ὑπῆρχε, κοινῶς περὶ τούτων ἐν ἐκείνοις τὸν λόγον ἐποιήσατο· ὅσα δὲ χωρὶς ἑκάστῳ γένει ἢ εἴδει ὑπῆρχε, ταῦτα χωρίσας ἰδίως περὶ τούτων τοὺς λόγους ἀπεδίδου) ἐπειδὴ οὖν περὶ τούτων ἐν ἐκείνοις διώρισται, τίνα τρόπον διὰ ταύτην τὴν αἰτίαν ἕκαστόν ἐστι τοιοῦτον (εἰπὼν δὲ ὅτι διὰ ταύτην τὴν αἰτίαν σαφηνίζων τοῦτο ἐπήγαγε λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέσσαρες, μία μὲν τὸ οὗ ἕνεκα ὡς τέλος, ἄλλη δὲ ὁ λόγος τῆς οὐσίας, ὅπερ ἐστὶ τὸ εἶδος, τὸ δὲ τέλος καὶ τὸ εἶδος ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ, τρίτη δὲ καὶ τετάρτη ἡ ὕλη καὶ τὸ ποιητικόν) ἐπεὶ οὖν τέτταρα τὰ αἴτια, περὶ μὲν οὖν τῶν ἄλλων, τοῦ τε εἴδους καὶ τοῦ τέλους καὶ τῆς ὕλης εἴρηται.
正如他自己所言,本论著是与《动物部分论》相连续的。在《部分论》中,他探求为何各个部分皆如其所是,并将质料因与目的因指派为原因,而这一目的因在一切处于生成之中的事物中都与形式因同一;因为在自然事物中,生成之物为其缘故而生成的那者[目的]与形式是同一的。因此他在那些书卷中指派了质料因与目的因,并藉此亦指派了形式因,却略去了动力因,即那使质料运动以接受形式,以致由质料和这般形式而生成喙、血、脂肪以及他在那里提及的其他事物者。不仅如此,[他还略去了]有助于生成的诸部分;因为正如我们所说,他在那里既未指派动力因,亦未对有助于生成的各部分(诸如睾丸、子宫及其他部分)作出任何界定,而是将关于这些的考察保留给题为《动物生成论》的本论著。 因此,他在本书中的意图是论述有助于生成的诸部分,例如为何某些动物具有睾丸而某些动物没有,在具有睾丸的动物中,为何某些动物在体内具有,而某些在体外具有(禽类在体内,绵羊与野猪在体外),以及为何一切动物的子宫都在体内,何为种子,何为精液,它从身体的何种部分排出;并且,为了不因逐一详述而致篇幅冗长,简而言之,他将在此对每种动物的一切部分以及全体的生成与动力因进行考察。因为在《动物部分论》中,他探讨的是它们因何种质料、为何种目的而生成,但在这里,他探讨并论证它们是如何生成、是什么造就并构成了它们之中的每一者。 由于动力因使质料运动以接受形式的实现活动,无非就是生成之物的生成过程本身,故而论述动力因者,在某种意义上就是在论述由其生成的各物的生成。因而本论著被题为《动物生成论》是恰当的。因为题为《动物生成论》就等同于题为“论动力因的实现活动”,即便有人将其题为“论动力因的实现活动”,亦等同于题为《动物生成论》。他将本论著编排并统括在五卷之中。关于本论著的目的以及它为何如此题名,至此已述毕。 应当知晓的是,虽然在完全明了、无需任何停顿辨析之处,我们习惯于附言“以下内容明白易懂”,并借此转入需要辨析之处,但在本论著中我们将不这样做,而是对需要辨析之处予以辨析,对过分明白之处则默然略过,不再声称“以下内容明白易懂”。关于这些便到此为止;如今应以理性作为言辞的向导,迈向对所言内容的辨析。 “既然,”他说,“关于其他部分,不论是共通属于一切动物的部分,还是按各类分别特有的部分,都已在《动物部分论》中述及(凡是共通属于一切或多数动物的,他在那些书卷中就对它们作了共通的论述;凡是分别属于各个类或种的,他则加以区分,对它们各自作了特有的论述)——既然关于这些部分已经在那些书卷中确定了,它们以何种方式因这个原因而如此(他在说了‘因这个原因’之后,为了澄清这一点而补充道:‘我指的是因某个目的;因为假定了四种原因,其一是作为目的的为其缘故,其二是本质的定义即形式,而目的与形式应当被几乎视为同一者,第三和第四则是质料与动力因’)——既然原因有四个,关于其余的原因,即形式、目的与质料,便已述及了”。
- 1.0ἀπεδίδου οὖν ἐν ἐκείνοις αἰτίας τὸ ὑλικὸν καὶ τὸ τελικόν, καὶ διὰ τοῦτο καὶ τὸ εἰδικόν, τὸ δὲ ποιητικὸν τὸ κινοῦν τὴν ὕλην πρὸς τὴν λῆψιν τοῦ εἴδους, ὥστε ἐξ αὐτῆς καὶ τοῦ τοιοῦδε εἴδους γενέσθαι ῥύγχος καὶ αἷμα καὶ πιμελὴν καὶ τὰ ἄλλα ὧν ἐκεῖσε ἐμνήσθη, παραλιμπάνων. ἀλλὰ καὶ τὰ περὶ τὴν γένεσιν συντελοῦντα μόρια·
全句骨干为主要动词 ἀπεδίδου 与其后的对照性分词 παραλιμπάνων(略去),后者支配 τὸ δὲ ποιητικόν(动力因)作为直接宾语。其后虽以标点隔开,但 ἀλλὰ καὶ τὰ περὶ τὴν γένεσιν συντελοῦντα μόρια 并非独立句子,而是作为 παραλιμπάνων 的第二个直接宾语被追加。紧随其后的 οὔτε γὰρ... οὔτε... διωρίσατό τι 则依次解释了动力因与有助于生成的各部分这两方面的略去。
- 1.0Ἐπειδή, φησί, περὶ τῶν ἄλλων μορίων εἴρηται ... ἐπειδὴ οὖν ... ἐπεὶ οὖν τέτταρα τὰ αἴτια, περὶ μὲν οὖν τῶν ἄλλων ... εἴρηται.
这是疏解亚里士多德原文(GA 715a1)的长句结构。由因果连词 Ἐπειδή 引导的从句因两处长篇插入语(对前作处理方式的区分以及对四原因分类的解说)而被大幅中断,故连词通过 ἐπειδὴ οὖν 与 ἐπεὶ οὖν 两次被重新提起(resumptive),最终落脚于主句 περὶ μὲν οὖν τῶν ἄλλων ... εἴρηται。
