- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:197.17-198.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯通过子宫与生殖部位的解剖位置解释了放纵女性及鸟类雌雄交尾欲求的差异,进而注疏了亚里士多德关于野兔的重妊与长毛、多趾多胎动物产下未完全胎儿的原因、猪的蹄部二重特征以及燕雏眼睛再生现象的文句。
τοῦ δὲ τὸ καταμήνιον διερεθιστικὸν εἶναι σημεῖον παρέθετο τὰς ἀκρατεῖς τῶν γυναικῶν· αὗται γὰρ πρότερον μὲν διὰ τὸ τοῦ περιττώματος πλῆθος ἀκρατεύονται, ὕστερον δὲ παύονται διὰ τὸ ἀναλωθῆναι ὑπὸ τοῦ πολλὰ τεκεῖν τὴν ἐποξύνουσαν καὶ διεγείρουσαν αὐτὰς ὕλην. τῶν δὲ ὀρνίθων, φησί, μᾶλλόν εἰσιν ἀφροδισιαστικὰ τὰ ἄρρενα ἤπερ τὰ θήλεα. εἴρηται γὰρ ὅτι τῶν γυναικῶν αἱ ὑστέραι πλησίον οὖσαι τοῖς ἄρθροις,1 τουτέστι τοῖς αἰδοίοις, ἀπὸ τῆς ἐν ἐκείνῃ κινήσεως συγκινούμενον αὐτῇ τὸ αἰδοῖον ὀρέγεται μίξεως. ἐπειδὴ γὰρ καὶ ἡ ἁφὴ καὶ ἡ ἡδονὴ ἐν τῷ αἰδοίῳ γίνεται, ἡ μὲν ὑστέρα κινηθεῖσα ὑπὸ τοῦ καταμηνίου κινεῖ τὸ αἰδοῖον, τοῦτο δὲ τὸ ζῷον. ἐν δὲ τοῖς ὄρνισιν ἄνω πρὸς τῷ ὑποζώματι οὖσα ἡ ὑστέρα καὶ μὴ πλησίον τοῦ πόρου, ὃς ἀναλογεῖ τῷ αἰδοίῳ, οὐ διερεθίζει πυκνὰ τὸ ζῷον. τὸ γὰρ ζῷον κυρίως ὑπὸ τοῦ αἰδοίου κινεῖται· ἐν τούτῳ γὰρ ἔχει καὶ τὴν τῆς ἡδονῆς αἴσθησιν. καὶ τὰ μὲν οὖν θήλεα τῶν ὀρνίθων διὰ τοῦτο μόλις καὶ ὀλιγάκις ὀρέγεται μίξεως· τὰ δ’ ἄρρενα, ὡς εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ περὶ τῶν ἀνθρώπων, τότε μάλιστα ἥδεται, ὅταν ἀνασπασθῶσιν οἱ ὄρχεις ἄνω· τότε γὰρ ἤδη καὶ ἡ γονὴ ἐξακοντισθῆναι σπεύδει· τὰ δὴ ἄρρενα ἀνεσπασμένους ἔχοντα ἄνω τοὺς ὄρχεις τρόπον τινὰ ἐν ἡδονῇ τυγχάνουσιν ὄντα, ὥστε ἂν τύχωσιν ὄντα σπερματικά, ἀεὶ δέονται τῆς τοιαύτης ὁμιλίας. λέγει δὲ τὸν δασύπουν μὴ μόνον ἐκτὸς τῶν γνάθων ἔχειν τρίχας, ἀλλὰ καὶ ἐντὸς διὰ τὸ περιττωματικώτατον εἶναι. διὰ τὸ πεφυκέναι δὲ τὸν δασύπουν μετὰ πολὺν χρόνον τῆς συλλήψεως ἐπικυΐσκεσθαι τὰ μὲν ἔχει ἀτελῆ τὰ ἐκ τῆς δευτέρας συλλήψεως, ἕως ἂν τελειώσῃ, τὰ δ’ ἐκ τῆς πρώτης τέλεια ὄντα προΐεται. λέγει δὲ καὶ διὰ τί τὰ πολυτόκα τῶν πολυσχιδῶν ἀτελῆ τίκτει τὰ ἔμβρυα, ὥσπερ ἡ κύων τυφλά· ἀτελῆ γὰρ τὰ τυφλά. ἔστω δὲ ἡμῖν ὁ λόγος ἐπὶ τῆς κυνός· νέα μέν, τουτέστι πάνυ σμικρὰ ὄντα τὰ κυήματα καὶ διὰ τοῦτο ὀλίγης δεόμενα τροφῆς δύναται τρέφειν αὐτὸ τὸ ἐκ τῆς κυνὸς περίττωμα, καὶ διὰ τοῦτο ἔχει καὶ φέρει αὐτὰ κατὰ γαστρός. ὅταν δ’ αὐξηθῇ καὶ λάβῃ μέγεθος, οὐ δυναμένη τρέφειν αὐτὰ διὰ τὴν ὀλιγότητα τοῦ περιττώματος προΐεται ἀτελῆ· εἰ γὰρ ἠδύνατο τρέφειν, εἶχεν ἂν ἕως οὗ ἐτελείωσε. τὸ δὲ καὶ γὰρ τούτων τὸ τούτων περὶ τῶν πολυσχιδῶν καὶ πολυτόκων εἴρηκεν,2 ἀλλ’ οὐ περὶ τῶν σκωληκοτοκούντων. λέγει δὲ τὴν ὗν ἐπαλλάττειν, τουτέστι καὶ διχηλὸν εἶναι καὶ μώνυχον, ἀλλ’ εἰ καὶ μώνυχές εἰσιν αἱ ὕες, φησίν, ἀλλ’ οὖν οὐκ ἔχουσι μέγα μέγεθος ὥσπερ τὰ κυρίως μώνυχα· τούτου γάρ ἐστι μηνυτικὸν τὸ τοῦτο γὰρ ὡς μώνυχον οὐκ ἔχει μέγεθος, τουτέστιν οὐκ ἔχει μέγα μέγεθος ὡς τὰ μώνυχα, ἀλλὰ μικρόν, καὶ διὰ τὸ μὴ ἔχειν μέγεθος πολυτοκοῦσι. τὸ δὲ ἅμα δὲ καὶ μᾶλλον ὥσπερ ἀμφισβητοῦν τῇ φύσει τῇ τῶν μωνύχων δίχηλόν ἐστι τοιοῦτόν ἐστι· βούλεται ἡ φύσις μώνυχον τὸ τοιοῦτον γένος ποιῆσαι, ὥσπερ δὲ ἀμφισβητοῦν τῇ φύσει καὶ ἐναντίον αὐτῇ φερόμενον ἐκ μωνύχου διχηλὸν γίνεται ἐπικρατῆσαν δηλαδή, κρατησάσης δὲ τῆς φύσεως μώνυχον. τελειοῖ δὲ αὐτὰ ἐν ἑαυτῇ ἡ ὗς, καίτοι πολυτόκος οὖσα, διὰ τὴν εὐβοσίαν καὶ εὐτροφίαν καὶ λιπαρότητα τοῦ σώματος. καὶ τῶν πολυτοκούντων ὀρνίθων οἱ ἐκ τῶν ᾠῶν νεοττοὶ τυφλοὶ ἐξέρχονται· διὰ γὰρ τὴν πολυτοκίαν οὐ γίνεται τὰ κυήματα τοιαῦτα ὥστε τὰ ἐξ αὐτῶν τέλεια γίνεσθαι. λέγει δὲ καὶ ὅτι ἄν τις τῶν χελιδόνων πάνυ νέων οὐσῶν ἐκκεντήσῃ τὰ ὄμματα, πάλιν ὑγιάζονται. διὰ τί; διότι ἔτι γίνονται, ἀλλ’ οὐ γεγόνασι· τὸ γὰρ γινόμενον κἂν ἐκκοπῇ ἢ ἐκκεντηθῇ, πάλιν φύει διὰ τὴν ὁρμὴν καὶ τὴν κίνησιν, ἣν ἔχει ἔτι εἰς τόδε ἀπὸ τοῦδε.3
为了证明经血具有挑动性,他引证了那些缺乏自制力的女人;因为她们起初由于残余物充沛而放纵无度,但后来由于多次生育将刺激和唤醒她们的质料消耗殆尽而停止。他说,在鸟类中,雄性比雌性更具交尾欲。因为前面说过,在女人身上,子宫靠近关节即生殖部,生殖部由于子宫内的运动而随之被带动,从而渴望交合。因为触碰和快感都产生于生殖部,子宫被经血触动后便带动生殖部,而生殖部又带动了整个动物。但在鸟类中,由于子宫在上方靠近隔膜,而不靠近相当于生殖部的孔道,因此不会频繁刺激动物。因为动物主要是被生殖部所带动的;因为正是在生殖部中它拥有快感的感觉。因此,雌鸟由于这个原因极难且极少渴望交合;而雄鸟,正如在第一卷中谈到人时所说的那样,在睾丸向上收缩时最为愉悦;因为此时精液已急于射出。雄性既然睾丸向上收缩,便在某种程度上处于快感之中,因而如果它们恰好是精液充盈的,就总是需要这种交接。他又说,野兔不仅在面颊外侧长毛,而且在内侧也长毛,这是由于它极其富于残余物。而由于野兔的本性是在受孕很久之后还能重妊,它便将第二次受孕的胎儿保持在不完全状态,直到将其孕育完全,而将第一次受孕的胎儿作为完全的个体排出。他又说明了为什么多趾的多胎动物产下的胚胎是不完全的,就像母狗产下瞎眼的小狗一样;因为瞎眼的胎儿是不完全的。让我们以母狗为例来论述:当胎儿年幼即极小、因而只需要很少的营养时,母狗自身的残余物足以滋养它们,因此她在腹中怀抱并孕育它们。但当它们长大并具有一定体量时,由于残余物的匮乏而无法滋养它们,她便在它们尚未完全时将其产出;因为如果她能够滋养,她本会一直怀抱直到将其育完。而“因为确实在这些动物中”这句里的“在这些动物中”,他是针对多趾且多胎的动物说的,而不是针对产蛆的动物说的。他又说猪具有双重特征,即既是偶蹄又是单蹄的,但他说,即使猪是单蹄的,它们也不像严格意义上的单蹄动物那样具有庞大的体型;因为“因为它作为单蹄动物并不具有体型”这句话表明了这一点,也就是说,它不像单蹄动物那样具有庞大的体型,而是体型较小,并且由于不具有大体型,它们才是多胎的。而“同时它宁可说是偶蹄的,仿佛与单蹄动物的自然本性相争辩”这句话的意思是:自然本性意欲使这类动物成为单蹄的,但仿佛与自然本性相争辩并与它背道而驰一样,显然在〔这类动物〕占优势时它由单蹄变成了偶蹄,而在自然本性占优势时则成为单蹄。然而母猪虽然是多胎的,却能在体内使胚胎发育完全,这是由于食物充足、营养良好以及身体的丰腴。在多胎的鸟类中,从卵中出来的雏鸟也是盲目的;因为由于多胎,胎儿无法达到使其产生之物完全完备的程度。他又说,如果在燕子极幼小时有人刺伤它们的眼睛,眼睛会再次痊愈。为什么呢?因为它们仍处于生成之中,而不是已经生成完备;因为处于生成之中的事物,即使被割去或刺穿,由于它从此向彼仍具有的冲力和运动,也会再次生长。
- 4.21τῶν γυναικῶν αἱ ὑστέραι πλησίον οὖσαι τοῖς ἄρθροις
句首以主格分词短语“τῶν γυναικῶν αἱ ὑστέραι πλησίον οὖσαι”开始,但随后主句的主语转换为了“τὸ αἰδοῖον”,构成了破格语法(anacoluthon)或悬空主格。在语意上,该短语起到了设定背景条件的作用(“就女人而言,其子宫靠近……”)。
- 4.21τὸ δὲ καὶ γὰρ τούτων τὸ τούτων περὶ τῶν πολυσχιδῶν καὶ πολυτόκων εἴρηκεν
在“τὸ δὲ καὶ γὰρ τούτων”中,中性冠词“τὸ”使引用的短语名词化,随后的“τὸ τούτων”则提取了该短语中的特定词汇“τούτων”。句式骨架为:“在[‘因为确实在这些动物中’这句话中]的‘在这些动物中’,他是针对多趾动物说的”。
- 4.21ἣν ἔχει ἔτι εἰς τόδε ἀπὸ τοῦδε
代词“ἀπὸ τοῦδε”(从这一[当前的未完成状态])与“εἰς τόδε”(向那一[预期的完全形态])表示运动的起点与终点,修饰“ἔχει ἔτι”的宾语“ἣν”的先行词“τὴν ὁρμὴν καὶ τὴν κίνησιν”(冲力与运动)。
