← 约翰·菲洛波诺斯

亚里士多德《动物产生论》注释

§196.5-197.17

女人与母马在受孕后仍求交尾的原因

围绕亚里士多德773b22,注解者探讨了为何唯有女人和母马在受孕后仍渴望交尾的原因,解释说在女人身上这是由于子宫的空间以及多余经血的刺激,而在母马身上则是由于子宫组织的致密导致经血滞留所致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.21#1

" Ὁμοίως δὲ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι, καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματος.1" Διὰ τούτων τὴν αἰτίαν τίθησι τοῦ διὰ τί μόνη ἡ γυνὴ καὶ ἡ ἵππος ἀπὸ πάντων τῶν θηλέων μετὰ τὴν σύλληψιν ὀχεύονται. οὐδὲν γὰρ τῶν ἄλλων μετὰ τὸ συλλαβεῖν ἀνέχεται ὀχευθῆναι πλὴν γυναικὸς καὶ τῆς ἵππου· αὗται γὰρ καὶ μετὰ τὴν σύλληψιν ἄχρι τοῦ τόκου ὀχεύονται. πάνυ δ’ ἀσαφῶς καὶ μεμελανωμένως ἐπάγει τὰς αἰτίας. τέως δὲ τοῦ τὴν γυναῖκα καὶ μετὰ τὸ πληρωθῆναι ἐπιθυμεῖν ὁμιλίας καὶ ὀχεύεσθαι αἴτιον ἐπήγαγε τὸ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματος. εἴη δ’ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον· ‘μόνα ἀπὸ τῶν ἄλλων ζῴων κυοῦντα καὶ κατὰ γαστρὸς ἔχοντα ὀχεύεται γυνὴ καὶ ἵππος. ἡ μὲν οὖν γυνὴ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι καὶ διὰ τὰ ἑξῆς τῆς λέξεως’. ἔστι δὲ τὸ λεγόμενον ὡς συλλεξαμένοις εἰπεῖν2 τοιοῦτον· ἐπειδὴ ἡ ἄνθρωπος πολυτόκος τέ ἐστιν, ἔχει δὲ καὶ τὴν ὑστέραν κάτω πρὸς τοῖς ἄρθροις, ὅταν συλλάβηται, οὐ πληροῦται ἡ ὑστέρα ὑπὸ τοῦ ἑνὸς ἐμβρύου, ὥστε μὴ δύνασθαι καὶ ἕτερον δέξασθαι. εἰ γὰρ ἐπλήρου αὐτὴν τὸ ἕν, οὐδέποτε ἂν δύο ἢ τρία ἔτεκεν· οὐ γὰρ ἂν εἶχε τούτων χώραν ἡ ὑστέρα πεφυκυῖα πληροῦσθαι ὑφ’ ἑνός. ἐπεὶ οὖν χώραν ἔχει δέξασθαι καὶ ἄλλο ἢ ἄλλα (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας), ὅταν περιῇ καὶ ἐναπομείνῃ καὶ τοῦ καταμηνίου τι (πάντως δ’ ἐναπομένει διὰ τὸ πολὺ περίττωμα ἐκκρίνειν τὴν γυναῖκα) ὅταν οὖν ἐναπομείνῃ καὶ τοῦ καταμηνίου τι, μὴ μέντοι τοσοῦτον, ὥστε καὶ ἕτερον ἐξ αὐτοῦ συστῆναι δύνασθαι ζῷον, διερεθίζεται αὐτή τε ἡ ὑστέρα ὑπὸ τοῦ καταμηνίου πρὸς μῖξιν, καὶ συνδιερεθίζει καὶ τὸ αἰδοῖον διὰ τὴν γειτνίασιν, ἐν ᾧ αἰδοίῳ γίνεται ἡ ἁφὴ καὶ ἡ ἡδονή. μικρᾶς γὰρ τοῦτο κινήσεως τυχὸν ἀπὸ τῆς ὑστέρας κινεῖταί τε καὶ ἐκμαίνεται, ὁμοίως δὲ καὶ ἡ ὑστέρα ἐκβακχεύεται διά τε τὴν τοῦ καταμηνίου διερέθισιν καὶ διὰ τὴν χώραν· βούλεται γὰρ μᾶλλον εἶναι πλήρης ἢ κενή. ἐπεὶ οὖν ἡ γυνὴ καὶ μετὰ τὴν σύλληψιν διὰ τὸ φύσει ὑγρὸν καὶ ψυχρὸν αὐτῆς προΐεται περίττωμα ὡς ἐπὶ τὸ πολὺ πλέον μὲν ἢ ὅσον ἀρκεῖ εἰς τροφὴν τῷ κυήματι, ἔλαττον δὲ ἢ ὥστε γενέσθαι ἕτερον ἐξ αὐτοῦ, ἀνάγκη διερεθίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ, ὥσπερ καὶ τὰ ἄρρενα ὑπὸ τῆς προϋπαρχούσης γονῆς. εἶπον δὲ ὡς ἐπὶ τὸ πολὺ προΐεσθαι τοιοῦτον περίττωμα, διότι οὐκ ἀεὶ τὸ περιττεῦον ἔλαττόν ἐστιν ἢ ὥστε συστῆναι ἕτερον κύημα ἐξ αὑτοῦ· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπεκυΐσκετο γυνή· ἀλλ’ ἔστιν ὡς ἐπὶ τὸ πολὺ ἔλαττον. ἡ μὲν οὖν γυνὴ διὰ ταύτας τὰς αἰτίας ἐπιθυμεῖ ὀχείας καὶ μετὰ τὴν κύησιν, ἡ δ’ ἵππος, φησί, διὰ τὴν τοῦ σώματος στερρότητα· λέγει δὲ στερρὰ τὰ πυκνοτάτην ἔχοντα τὴν ὑστέραν, ὥστε μὴ δύνασθαι διαπνεῖσθαι τὸ καταμήνιον. προΐεται μὲν γὰρ καὶ ἵππος ὀλίγον περίττωμα, ὥσπερ καὶ τὰ ἄλλα ζῷα, ἀλλ’ ἐκείνων εἰ καὶ συμμεμύκασιν αἱ ὑστέραι μετὰ τὴν σύλληψιν, ὅμως διαπνεῖται διὰ τὴν τῆς ὑστέρας μανότητα καὶ σομφότητα καὶ οὐ μένει, ἵνα νύξῃ καὶ διερεθίσῃ αὐτήν· ἐπὶ δὲ τῆς ἵππου διαπνευσθῆναι οὐ δύναται διὰ τὸ πυκνὴν εἶναι καὶ στερράν, ἐνὸν δὲ ἐν αὐτῇ κινεῖ καὶ διερεθίζει πρὸς ἐπιθυμίαν μίξεως. ὥσπερ οὖν ἐν τοῖς ἄρρεσι γίνεται τὸ ἀφροδισιάσαι, τουτέστιν ἐπιθυμία ἀφροδισίου διὰ τὸ σπέρμα, οὕτω καὶ τούτοις διὰ τὸ καταμήνιον. πάσχουσι δὲ τοῦτο αἱ γυναῖκες οὐ διὰ τὴν πύκνωσιν τῆς ὑστέρας, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ καταμηνίου καὶ χώραν τῆς ὑστέρας, αἱ δὲ ἵπποι διὰ πύκνωσιν.

“同样,由于人依其本性是多胎的,并且在子宫的大小和残余物上有所盈余。” 通过这些话,他提出了为什么在一切雌性中唯有女人和母马在受孕后仍进行交尾的原因。因为除了女人和母马之外,其余的动物没有一种在受孕后还容忍交尾;它们确实在受孕之后直到分娩都进行交尾。然而,他引入这些原因时极其晦涩暗昧。暂且就女人在被充满之后仍渴望交接并进行交尾的原因而言,他附上了“由于人依其本性是多胎的,并且在子宫的大小和残余物上有所盈余”这句话。而这段文句的连贯语序应当是这样的:“在其他动物中,唯有女人和母马在孕育和怀胎时仍进行交尾。女人之所以如此,是因为人依其本性是多胎的,以及文句接下来的内容”。概括而言,所说的意思是这样的:既然女性既是多胎的,又把子宫生在下方靠近关节处,那么当她受孕时,子宫不会被单个胚胎填满以致无法再容纳另一个。因为如果单个胚胎就能填满它,她就绝不可能生下两个或三个;因为天然适于被一个填满的子宫本不会有容纳它们的空间。因此,既然子宫有空间再容纳另一个或另一些胎儿(“在子宫的大小上有所盈余”正是表明这一点),那么当经血也有一部分盈余并留存下来时(而且由于女人排出大量残余物,它必然会留存)——当经血也有一部分留存下来,然而又不至于多到足以由其构成另一个动物时,子宫自身便被经血刺激而趋向交合,并且由于邻近而一同刺激了生殖部,正是在生殖部中产生触碰与快感。因为生殖部只要受到来自子宫的轻微触动,就会被引发并陷入亢奋,同样子宫也由于经血的刺激以及其空间而陷入狂乱;因为子宫宁愿充盈也不愿空虚。因此,既然女人在受孕之后,由于其本性上的湿与冷,通常排出的残余物多于足够充当胎儿营养的量,但少于足以从中产生另一个胎儿的量,那么她必然会被它刺激,正如雄性被预先存在的精液刺激一样。我说通常排出这样的残余物,是因为盈余的部分并不总是少于足以从中构成另一个胎儿的量;如果真是那样,女人就绝不会重妊了;但这多半是较少的。女人由于这些原因在受孕之后仍渴望交尾;而他说,母马则是由于“身体的坚固”;他将那些子宫极度致密因而经血无法蒸散的称为“坚固”。因为母马也像其他动物一样排出少量的残余物,但在其他动物那里,即使受孕后子宫紧闭,也会由于子宫的疏松与多孔而蒸散,不会留下来刺动和挑动它;但在母马身上,由于子宫致密坚固而无法蒸散,经血留在其中便活动并刺激起交合的欲求。因此,正如在雄性身上行房即性交的欲求是由于精液而产生,在它们身上也是由于经血而产生的。然而,女人们经历这种情况不是由于子宫的致密,而是由于经血的充沛和子宫的空间;母马则是由于致密。

语法注2 条
  1. 4.21περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματος

    与格 τῷ μεγέθει 是表方面的与格(“在子宫的大小上”),其后的属格短语 καὶ τοῦ περιττώματος 则作依附于 περιεῖναί τι 的部分属格(“残余物有所盈余/留存”)。注解者后文将子宫的空间与经血的留存分为两点分别加以阐释,证明了这一双重构词结构。

  2. 4.21ὡς συλλεξαμένοις εἰπεῖν

    这是由限制性不定式短语 ὡς εἰπεῖν 与表示概括者的与格分词 συλλεξαμένοις 结合而成的习惯结构,意为“概括而言”或“简而言之”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:196.5-197.17